Fragmenta in Acta apostolorum et in epistulas catholicas Εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξο

 ἀκαλλὲς καὶ ἀσύνηθες αὐτῇ μετακεχώρηκεν ἡ κτίσις, σαφὲς ἂν γένοιτο διὰ φωνῆς λέγοντος Ἡσαΐου· Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω ὡς σάκκον τὸ περ

 μὲν ὁ θεσπέσιος Μωϋσῆς ὡς ἀνελὼν τὸν Αἰγύπτιον, καίτοι θλίβοντα καὶ ἐγκείμενον. Καταχωννύων δὲ ὥσπερ εἰς ἄβυσσον ὁ Χριστὸς τὰ πονηρὰ δαιμόνια, καὶ τῆς

 Τοῦ αὐτοῦ. Σημεῖον μέγιστον ἐκφέρων τῆς εἰς Θεὸν ἀγάπης. Ὥσπερ γὰρ ὁ καταρώμενος τῷ διώκοντι δείκνυσιν ὅτι οὐ σφόδρα χαίρει ὑπὲρ τοῦ Χριστοῦ ταῦτα πάσ

 ἀνάῤῥησιν. Τὸ μὲν γὰρ εἶ τέθεικεν, ἵνα δείξῃ τὸν προαιώνιον· οὐ γὰρ ἐν χρόνῳ γέγονεν· ἀλλ' ἦν ἀεὶ τοῦτο, τουτέστιν Υἱός. Ἐπήνεγκε δὲ τὸ σήμερον ἐγέννη

 Θεοῦ καὶ Πατρὸς, τότε δὴ, τότε πάντα τὰ ἀνθρώπινα πρὸς τὸ ἀρχαῖον ἀνέστη σχῆμα, καὶ πάντα ἡμῶν τὰ κατεῤῥιμμένα πρὸς νέαν ὄψιν ἐνήνεκται. Εἴ τις γὰρ ἐν

 Κυρίλλου. Βεβηκότος γὰρ νοῦ καὶ φρενὸς τῆς τελειοτάτης ἀπόδειξις ἐναργὴς, τὸ μηδὲν ἐξίτηλον ἐπὶ γλώσσης ἔχειν, ἤγουν ἀθυροστομεῖν ἀνέχεσθαί ποτε· ἡγεῖ

 προσευχῇ καὶ ψαλμῳδίᾳ σχολάζειν, καὶ πίστιν ἔχειν περὶ τοὺς ἱερεῖς τοῦ Θεοῦ καὶ πρὸς ἀλλήλους ἀγάπην, ὡς καὶ δέεσθαι ὑπὲρ ἀλλήλων· καὶ ἡ ἀπόδειξις τῆς

 Ἀνακαλύφθητε. Τουτέστι, καὶ τοῖς ἐν ᾅδου ἐκήρυζεν, ἵνα λύσῃ τούτους ὅσοι πιστεύειν ἔμελλον, εἰ κατὰ τὸν τῆς ἐκείνων ζωῆς καιρὸν σαρκωθεὶς ἐπεδήμησεν·

 τοῦ Πατρός. Εὖ δὲ καὶ ὑμεῖς ποιήσετε τῷ προφητικῷ πειθόμενοι λόγῳ· οὗτος γὰρ τοὺς ἐν ἀγνοίᾳ φωταγωγεῖ, ἕως καθαρὸν ὑμῖν τὸ φῶς τοῦ Εὐαγγελίου διαφανῇ,

 Κυρίλλου. Προσήκει τοίνυν ἀποστρέφεσθαι τοὺς τοιούτους, κἂν τὸ ὄνομα τοῦ Χριστοῦ πρὸς ἀπάτην ἀμφιέννυνται. Αὐτοῦ γὰρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πρό

 Κυρίλλου. Καὶ οὔτε Ἕλλην, οὔτε Ἰουδαῖος, οὔτε αἱρετικὸς δύναται πρὸς αὐτὴν, ἅπαξ τοῖς ἔργοις τὰ νικητήρια τῆς καθ' ἡμᾶς πίστεως ἀπενεγκαμένης.

ἀνάῤῥησιν. Τὸ μὲν γὰρ εἶ τέθεικεν, ἵνα δείξῃ τὸν προαιώνιον· οὐ γὰρ ἐν χρόνῳ γέγονεν· ἀλλ' ἦν ἀεὶ τοῦτο, τουτέστιν Υἱός. Ἐπήνεγκε δὲ τὸ σήμερον ἐγέννησά σε, ἵνα τὴν νεωτάτην αὐτοῦ καὶ κατὰ σάρκα δείξῃ γέννησιν, ἣν ὑπέμεινεν ἑκὼν διὰ τῆς ἁγίας Παρθένου· ταύτῃ τοι καὶ θεότοκος ὠνόμασται. Βλέπετε οὖν μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις, Ἴδετε, οἱ καταφρονηταὶ, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε, κ. τ. λ.

Κυρίλλου. Ἴδετε, οἱ καταφρονηταὶ, καὶ ἐπιβλέψατε· καὶ τὸ τραχὺ ὂν πῶς ὑποτέμνεται· μὴ ἐπέλθῃ, φησὶν, ἐφ' ὑμᾶς τὸ πρὸς τοὺς ἄλλους εἰρημένον. Οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.

Κυρίλλου. Ἐπέλαμψε τοίνυν τοῖς ἔθνεσιν ὁ Χριστὸς, καὶ φωτὸς θείου μεμεστωμένην ἀπέφηνε τὴν ὑπ' οὐρανὸν, καὶ καθαροῖς διανοίας ὄμμασι τὴν θεῖαν τε καὶ ἀνωτάτω περιαθρῆσαι φύσιν· καὶ τοὺς τῆς πνευματικῆς λατρείας καθιερῶσαι τρόπους. Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος διαῤῥήξαντες τὰ ἱμάτια ἑαυτῶν, ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες.

Κυρίλλου. Ἔθος ἐστὶν Ἰουδαίοις ἐπὶ ταῖς κατὰ Θεοῦ δυσφημίαις περιρρηγνύναι τὰ ἱμάτια. Καὶ γοῦν ὁ Καϊάφας, Υἱὸν ἑαυτὸν τοῦ Θεοῦ λέγοντος τοῦ Χριστοῦ, περιέῤῥηξε τὴν ἐσθῆτα, διακεκραγώς τε καὶ λέγων, Ἐδυσφήμησε. ∆εδράκασι δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταὶ Παῦλός τε καὶ Βαρνάβας. Γεγόνασι μὲν ἐν Λυκαονίᾳ· ἐπειδὴ δέ τινα τῶν ἠῤῥωστηκότων τοῦ πάθους ἀπήλλαττον, καὶ παράδοξον ἦν τοῖς ὁρῶσι τὸ χρῆμα, θύειν ἤθελον αὐτοῖς τῆς θεοσημείας οἱ θεωροί· ἔφασκον γάρ· Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις ἦλθον πρὸς ἡμᾶς. Ἐκάλουν δὲ τὸν μὲν Βαρνάβαν ∆ία, τὸν δὲ Παῦλον Ἑρμῆν, ὅτι αὐτὸς ἦν, φησὶν, ὁ ἡγούμενος τοῦ λόγου. Ἐπειδὴ δὲ τὸ δρώμενον δυσφημία τις ἦν, διέῤῥηξαν τὰ ἱμάτια ἑαυτῶν, παραδόσεσι Ἰουδαϊκαῖς καὶ ἐγγράφοις ἔθεσιν ἀκολουθοῦντες. Ἔτι διαβέβληται τὸ ἔθος, ὡς οὐκ ὂν ἐκ νόμου καὶ ἀνόνητον παντελῶς. Καὶ γοῦν ἔφη πρὸς Ἰουδαίους ὁ τῶν ὅλων Θεὸς, πλαττομένους τὰ τοιάδε, καὶ τῆς ἀληθοῦς εὐσεβείας ἀποφοιτῶντας μακράν· Ἐπιστρέψατε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ κλαυθμῷ καὶ ἐν κοπετῷ· καὶ διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν. 74.772 Νῦν οὖν τί πειράζετε τὸν Θεὸν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, κ. τ. λ.

Κυρίλλου. Καὶ γοῦν ὅτι τε εἰ φορτικὸς καὶ δύσοιστος ὁ νόμος, διωμολογήκασιν ἀληθῶς οἱ θεσπέσιοι μαθηταὶ, ταῖς τινων ἀμαθίαις ἐπιπλήττοντες. Ἔφασκον γάρ· Νῦν οὖν τί πειράζετε; καὶ τὰ ἑξῆς.

Τοῦ αὐτοῦ. Φορτικὸς μὲν γὰρ ὁμολογουμένως ὁ νόμος ἦν τοῖς ἐξ Ἰσραήλ· ὡμολόγουν δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταί. Καὶ αὐτὸς δὲ τοῦτο ἡμᾶς ἐδίδαξεν ὁ Σωτὴρ προσφωνῶν καὶ λέγων· ∆εῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι· κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Κοπιῶντας δὲ καὶ πεφορτισμένους τοὺς ὑπὸ νόμον εἶναί φησιν, ἑαυτὸν δὲ πρᾶον ὠνόμαζεν, ὡς οὐκ ἔχοντος τοῦτο τοῦ νόμου. Καθὼς γέγραπται, μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν ∆αβὶδ τὴν πεπτωκυῖαν, κ. τ. λ.

Κυρίλλου. Σκηνὴν ∆αβὶδ τὸ τῶν Ἰουδαίων σημαίνει γένος. Ἰστέον δὲ ὅτι Κύρου τῆς αἰχμαλωσίας ἀνέντος τὸν Ἰσραὴλ, κατῆλθον πάλιν εἰς τὴν Ἰουδαίαν, καὶ ᾠκοδόμησαν τὸν θεῖον ναὸν, τειχίσαντες τὰς ἠρημωμένας πόλεις, ᾤκουν ἐν αὐταῖς ἀσφαλῶς κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος, τουτέστιν εἰς ἡμέρας πολλὰς καὶ χρόνους μακρούς. ∆εῖγμά τε καὶ πληροφορία γεγόνασι τοῖς ἄλλοις ἔθνεσι, τοῦ χρῆναι λοιπὸν ἐπιστρέφειν πρὸς τὸν Θεόν. Καὶ μετ' ὀλίγα· Ὁ μὲν οὖν τῆς ἱστορίας ἐν τούτοις λόγος· ὁ δὲ ἐσωτέρω καὶ ἀληθέστερος εἴη ἂν ἐν Χριστῷ. Ἐπειδὴ γὰρ ἐκ νεκρῶν ἀνεβίω τὴν εἰς θάνατον αὐτοῦ πεσοῦσαν σκηνὴν, τουτέστι, τὴν ἀπὸ γῆς σάρκα ἐγείραντος τοῦ