Fragmenta in Acta apostolorum et in epistulas catholicas Εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξο

 ἀκαλλὲς καὶ ἀσύνηθες αὐτῇ μετακεχώρηκεν ἡ κτίσις, σαφὲς ἂν γένοιτο διὰ φωνῆς λέγοντος Ἡσαΐου· Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω ὡς σάκκον τὸ περ

 μὲν ὁ θεσπέσιος Μωϋσῆς ὡς ἀνελὼν τὸν Αἰγύπτιον, καίτοι θλίβοντα καὶ ἐγκείμενον. Καταχωννύων δὲ ὥσπερ εἰς ἄβυσσον ὁ Χριστὸς τὰ πονηρὰ δαιμόνια, καὶ τῆς

 Τοῦ αὐτοῦ. Σημεῖον μέγιστον ἐκφέρων τῆς εἰς Θεὸν ἀγάπης. Ὥσπερ γὰρ ὁ καταρώμενος τῷ διώκοντι δείκνυσιν ὅτι οὐ σφόδρα χαίρει ὑπὲρ τοῦ Χριστοῦ ταῦτα πάσ

 ἀνάῤῥησιν. Τὸ μὲν γὰρ εἶ τέθεικεν, ἵνα δείξῃ τὸν προαιώνιον· οὐ γὰρ ἐν χρόνῳ γέγονεν· ἀλλ' ἦν ἀεὶ τοῦτο, τουτέστιν Υἱός. Ἐπήνεγκε δὲ τὸ σήμερον ἐγέννη

 Θεοῦ καὶ Πατρὸς, τότε δὴ, τότε πάντα τὰ ἀνθρώπινα πρὸς τὸ ἀρχαῖον ἀνέστη σχῆμα, καὶ πάντα ἡμῶν τὰ κατεῤῥιμμένα πρὸς νέαν ὄψιν ἐνήνεκται. Εἴ τις γὰρ ἐν

 Κυρίλλου. Βεβηκότος γὰρ νοῦ καὶ φρενὸς τῆς τελειοτάτης ἀπόδειξις ἐναργὴς, τὸ μηδὲν ἐξίτηλον ἐπὶ γλώσσης ἔχειν, ἤγουν ἀθυροστομεῖν ἀνέχεσθαί ποτε· ἡγεῖ

 προσευχῇ καὶ ψαλμῳδίᾳ σχολάζειν, καὶ πίστιν ἔχειν περὶ τοὺς ἱερεῖς τοῦ Θεοῦ καὶ πρὸς ἀλλήλους ἀγάπην, ὡς καὶ δέεσθαι ὑπὲρ ἀλλήλων· καὶ ἡ ἀπόδειξις τῆς

 Ἀνακαλύφθητε. Τουτέστι, καὶ τοῖς ἐν ᾅδου ἐκήρυζεν, ἵνα λύσῃ τούτους ὅσοι πιστεύειν ἔμελλον, εἰ κατὰ τὸν τῆς ἐκείνων ζωῆς καιρὸν σαρκωθεὶς ἐπεδήμησεν·

 τοῦ Πατρός. Εὖ δὲ καὶ ὑμεῖς ποιήσετε τῷ προφητικῷ πειθόμενοι λόγῳ· οὗτος γὰρ τοὺς ἐν ἀγνοίᾳ φωταγωγεῖ, ἕως καθαρὸν ὑμῖν τὸ φῶς τοῦ Εὐαγγελίου διαφανῇ,

 Κυρίλλου. Προσήκει τοίνυν ἀποστρέφεσθαι τοὺς τοιούτους, κἂν τὸ ὄνομα τοῦ Χριστοῦ πρὸς ἀπάτην ἀμφιέννυνται. Αὐτοῦ γὰρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πρό

 Κυρίλλου. Καὶ οὔτε Ἕλλην, οὔτε Ἰουδαῖος, οὔτε αἱρετικὸς δύναται πρὸς αὐτὴν, ἅπαξ τοῖς ἔργοις τὰ νικητήρια τῆς καθ' ἡμᾶς πίστεως ἀπενεγκαμένης.

Θεοῦ καὶ Πατρὸς, τότε δὴ, τότε πάντα τὰ ἀνθρώπινα πρὸς τὸ ἀρχαῖον ἀνέστη σχῆμα, καὶ πάντα ἡμῶν τὰ κατεῤῥιμμένα πρὸς νέαν ὄψιν ἐνήνεκται. Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις, κατὰ τὰς Γραφάς· συνεγηγέρμεθα γὰρ αὐτῷ· καὶ κατέσκαψε μὲν ὁ θάνατος τὰς ἁπάντων σκηνὰς, ἀνῳκοδόμησε δὲ ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ. Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν.

Κυρίλλου. Τουτέστι τὸν Θεὸν τὸν ὕψιστον. Οἱ γὰρ δείλαιοι Ἕλληνες οἴονται εὐσεβεῖν καὶ τὸν ὄντως ὄντα Θεὸν, ἐὰν τοῖς λοιποῖς θεοῖς σχοῖεν τὸ σέβας αὐτοῦ· ἀγνοοῦντες ὅτι μείζονος τιμωρίας ἀξιωθήσονται, τὸ φῶς τῷ σκότει συγκρίνοντες, καὶ τῷ φαύλῳ τὸ ἀγαθὸν, καὶ τῷ ἀλόγῳ τὸ νοερὸν, καὶ τῷ εὐτελεῖ τὸ θεῖον. Ὅθεν καὶ μωροὺς αὐτοὺς ἐκάλεσε λέγων· Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν. Ἐγὼ οἶδα ὅτι μετὰ τὴν ἄφιξίν μου εἰσελεύσονται λύκοι βαρεῖς εἰς ὑμᾶς, κ. τ. λ. Κυρίλλου Ἀλεξανδρείας. Ἵνα μὴ ξενιζώμεθα τῶν αἱρετικῶν τὰ ἐκβράσματα, Πνεύματι ἁγίῳ ἀσφαλιζόμενος ἡμᾶς ταῦτά φησι. Ἐν πλοίῳ ... Ἀλεξανδρινῷ παρασήμῳ ∆ιοσκούροις. 74.773 Κυρίλλου. Ἔθος ἀεί πως ἐν ταῖς Ἀλεξανδρέων μάλιστα ναυσὶ πρός γε τῇ πρώρῃ δεξιά τε καὶ εἰς εὐώνυμα γραφὰς εἶναι τοιαύτας. Ἐπειδὴ δὲ ἦν εἰκὸς εἰδωλολατρίας κρατούσης κατ' ἐκεῖνο καιροῦ ἐν ᾧ γεγράφθαι τῇ νηῒ τοὺς ∆ιοσκόρους, ταύτῃ τοι νοεῖν ἀκόλουθον ἀλλόφυλον, τουτέστιν εἰδωλολάτριν. Καθώς που καὶ Ἡσαΐας φησί· Πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύσουσιν.

SANCTI CYRILLI FRAGMENTA IN EPISTOLAS CATHOLICAS. IN EPISTOLAM B.

JACOBI APOSTOLI.

Αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος, κ. τ. λ. Κυρίλλου. Ὑβριστὴς γὰρ ὁμολογουμένως ὁ διακρινόμενος. Εἰ γὰρ μὴ πεπίστευκας ὅτι τὴν σὴν αἴτησιν ἀποπεραίνει, μηδὲ προσῆλθες ὅλως ἵνα μὴ κατήγορος εὑρεθῇς τοῦ πάντα ἰσχύοντος, διψυχήσας ἀβουλήτως. Χρὴ τοιγαροῦν τὴν οὕτως αἰσχρὰν παραιτεῖσθαι νόσον. Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενὲ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι; Ἀβραὰμ ὁ πατὴρ ἡμῶν, κ. τ. λ.

Κυρίλλου ἐκ τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς. Ἐπειδὴ ὁ μακάριος Ἰάκωβος τὸν Ἀβραὰμ λέγει ἐξἔργων δεδικαιῶσθαι ἀνενεγκόντα Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον, ὁ δὲ Παῦλος λέγει αὐτὸν ἐκ πίστεως δεδικαιῶσθαι, οὕτω τὴν δοκοῦσαν ἐναντιότητα νοητέον· ὅτι πρὸ μὲν τοῦ ἔχειν τὸν Ἰσαὰκ ἐπίστευσεν, καὶ μισθὸν πίστεως ἔλαβε τὸν Ἰσαάκ· ὅμως καὶ ὅτε ἀνήνεγκε τὸν Ἰσαὰκ ἐπὶ τὸ θυσιαστήριον, οὐ μόνον τὸ ἔργον ἐποίει ὃ προσετάγη, ἀλλὰ καὶ τῆς πίστεως οὐκ ἀπέστη, ὅτι Ἐν τῷ Ἰσαὰκ μέλλει τὸ σπέρμα αὐτοῦ πολυπληθεῖν ὡς τὰ ἄστρα, λογισάμενος, ὅτι Καὶ ἐκ νεκρῶν ἐγεῖραι δυνατὸς ὁ Θεός. Ὅμως ὁ Παῦλος μάρτυρα τῶν ἰδΐων λόγων καὶ συλλήπτορα ποιεῖται τὸν μακάριον ∆αβὶδ, ἄνδρα διαβόητον ἐν εὐσεβείᾳ, καὶ σοφῶς διασκευάζει ὡς ἐν Πνεύματι τὴν διὰ πίστεως ἄφεσιν καὶ διαγγέλλει πᾶσιν ἀνθρώποις· ᾔδει γὰρ ἐν Χριστῷ παρεσομένην κατὰ καιρούς. Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη;

Κυρίλλου. Προσεκόμιζε τὸ λογικὸν ἱερεῖον, καὶ τοῖς τῆς φύσεως νόμοις ἐῤῥῶσθαι φράσας, καὶ τῆς ἀπαραιτήτου φιλοστοργίας πατήσας τὸ κέντρον, καὶ τῶν ἐπιγείων οὐδὲν τῆς εἰς Θεὸν ἀντιπαρεξάγων ἀγάπης. 74.1009 Ἐπίστευσε δὲ ὁ Ἀβραὰμ τῷ Θεῷ. Κυρίλλου. Γέρας οὖν ἔχει τὴν δικαιοσύνην ὁ πίστει τιμῶν τὸν τῶν ὅλων Θεὸν καὶ ∆εσπότην. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.