Fragmenta in sancti Pauli epistulam i ad Corinthios ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ

 Χριστοῦ τοὺς ἰδίους κεκληκότος ἐν εἰρήνῃ. καὶ ὅτι εἷς ἔστιν αὐτὸς, καὶ οὐ μεμέρισται· ἓν οὖν οἱ πάντες ἐσμὲν ἐν Χριστῷ, κατηρτίσμεθά τε πρὸς τοῦτο ἐν

 τρυγόνας τε καὶ περιστερὰς, καὶ φάσκοντος Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου, ἀντεφέροντο λέγοντες Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι

 λόγου, καὶ τὸ ἐν αὐτοῖς ἀκαλλὲς οἱονεὶ περιστέλλοντος· ἀποχρὴ γεμὴν τῷ θείῳ κηρύγματι ψιλός τε καὶ εὐαφὴς καὶ ὡς ἐν δυνάμει Θεοῦ μαρτυρούμενος λόγος.

 πιστεύσαντος νοῦν ἵνα φαίνοιτο καὶ καρποφόρος; τίς δὲ ἡ αὔξησις ἡ παρὰ Χριστοῦ ἢ διὰ Πνεύματος στερέωσις καὶ εἰς ἄνδρα τέλειον ἀναδρομὴ ἀναλόγως ταῖ

 ἡμαρτηκόσιν; ἢ ἐν πνεύματι πραΰτητος καὶ ὡς ἐν ἀγάπῃ προσενεχθεὶς παραδράμω σεσιγηκώς; ἀλλ' ἦν ἄμεινον αὐτοῖς ἡ ἐπίπληξις ἅμα κόπτουσα τὸ δεινὸν καὶ τ

 μετεσχήκαμεν δὲ καὶ τῆς ἁγίας αὐτοῦ σαρκὸς, ἡγιάσμεθά τε διττῶς· καὶ κατῴκηκεν 264 ἐν ἡμῖν ὡς ζωὴ καὶ ζωοποιὸς, ἵνα τὸν τοῖς μέλεσιν ἡμῶν ἐπισκήψαντα

 δόξης· ἐὰν δὲ μολυνθῇ, στερεῖται τῆς τοιαύτης δόξης. Οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματος. Κατῴκηκε γὰρ ἐν ἡμῖν τὸ τῆς υἱοθεσ

 ἑκουσιάζεσθαί τινας, τουτέστι προσκομίζειν Θεῷ· τὰ ἑκούσια δὲ ταῦτα ἦσαν· τὰ ὑπὲρ τὸν νόμον, ὡς ἐξ ἀγαθῆς καὶ φιλοθέον φιλοτιμίας καρποί· ἀλλ' ἦν μὲν

 ἐπιτελεῖσθε; ἔδει τοίνυν σαφεῖ καὶ ἐναργεστάτῳ κηρύγματι τῆς ἀληθείας αὐτοῖς ἀνευρῦναι τὴν ὁδὸν, καὶ ὡς ἡ περιτομὴ οὐδέν ἐστι τῶν ἄλλων ἐντολῶν τοῦ Θ

 ἐκχέουσι τὸν ἰὸν ταῖς τῶν ἁπλουστέρων ψυχαῖς, καὶ ἡμέρας καὶ μῆνας ἐπιτηρεῖν ἀναπείθουσι, καὶ τὴν καλουμένην ἐθελοθρησκείαν ἐπιτηδεύουσι, καὶ ἑτέροις

 ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;

 αὐτοῖς ἐκ τῆς ἰδίας πλευρᾶς ὕδατι συμμιγὲς τὸ ἴδιον συνανέβλυσε αἷμα, διανυττόντων αὐτὸν τῇ λόγχῃ τῶν τοῦ Πιλάτου στρατιωτῶν. Πᾶσαν τὴν ἱστορίαν παράγ

 φύντα Λόγον· κεφαλὴν δὲ ὠνομάσθαι φαμὲν παντὸς ἀνδρὸς ὡς ἀρχέτυπον μὲν, ὡς ἔφην, ἐπειδὴ δὲ πέφηνεν ἄνθρωπος ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καὶ ὡς ἀνθ

 Ἰησοῦς ὁ Χριστὸς ἐπηγγέλλετο μὲν ἀπελθὼν πέμψειν ἡμῖν τὸν παράκλητον· προσετίθει δὲ τούτοις τό Ἐκεῖνος ἐμὲ δοξάσει. συνίεμεν δὲ ἡμεῖς καὶ μάλα ὀρθῶς

 Ἐφ' ὅσον μὲν οὖν ἐγὼ ἐθνῶν εἰμι ἀπόστολος, τὴν διακονίαν μου δοξάζω. οὐκοῦν διανέμει μὲν ὁ Υἱὸς τὰς διακονίας, ἐνεργεῖ δὲ τὸ χρῆμα τὸ Πνεῦμα τὸ Ἅγι

 καὶ τοῖς ἐκ μέσης οἰκούσης ποταμῶν, Καππαδόκαις τε καὶ Αἰγυπτίοις, ταῖς αὐτῶν προσελάλουν γλώσσαις. καὶ διεπεραίνετο μὲν τὸ χρῆμα αὐτοῖς τῇ τοῦ Πνεύμα

 τὸ γλώσσῃ τῇ Μήδων δύνασθαι λαλεῖν, ἑτέρῳ δὲ αὖ τῇ Ἐλαμιτῶν, εἶτα ταῖς Ἰουδαίων προσδιαλέγοιντο συναγωγαῖς οἱ περὶ ὧν ὁ λόγος ἤγουν ταῖς ἑλλήνων ἀγέλα

 φθόγγος ἦν καὶ ἀσυνήθης ἡ φωνὴ, πεποίηκε μάτην εἰκαίῳ τινὶ κτύπῳ προσαράξας μόνον τὴν τοῦ μανθάνοντος ἀκοήν.

 αὐτοῦ δὲ πάντως που Χριστοῦ· καὶ γάρ ἐστιν ἀληθῶς ἀγαθοῦ παντὸς ἀπαγγελία τοῖς τὴν πίστιν εἰσδεδεγμένοις· ἐν αὐτῷ δέ φησιν αὐτοὺς ἑστάναι τε καὶ σώζεσ

 σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. οὐκοῦν εἰ συναινοῦσί τινες ὡς ἐγήγερται μὲν ὁ Χριστὸς, οὐ προσί

 ἔφη μελῳδός Εὐδόκησας κύριε τὴν γῆν σοῦ, ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν· καὶ πάλιν Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομ

 νόμῳ ζωῆς ἐπαινουμένης τε καὶ κρατούσης ἔτι· πλὴν ἀμείνους οἱ ἐν Χριστῷ, δεδικαίωνται γὰρ διὰ πίστεως, καὶ τῆς θείας φύσεως γεγόνασι κοινωνοὶ, καὶ τὸ

 Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.

 ἐπὶ 309 ἀφθαρσίᾳ γέγονεν ὁ ἄνθρωπος, ἀλλὰ καὶ τὸν τῆς ἀναστάσεως· οὐ γὰρ ἐπὶ τιμωρίᾳ ὁ Θεὸς ποιεῖ τὴν ἀνάστασιν, ἀλλὰ διὰ τὴν ἑαυτοῦ εὐσπλαγχνίαν. Ἀλλ

 ἐσπαρμένῳ φθορὰ καὶ ἀσθενεία καὶ τὸ ἀκαλλὲς, φρόνημά τε τὸ ψυχικὸν, ὃ καὶ ταὐτὸν εἶναί φαμεν τῷ σαρκικῷ καὶ γεωδεστέρῳ· ἐπειδὴ δὲ παρήχθη πρὸς γένεσιν

 ἀδιαβλήτων παθῶν. οὐκοῦν εἰς ζῶσαν ψυχὴν ὁ πρῶτος ἄνθρωπος Ἀδάμ· ὁ δέ γε δεύτερος καὶ ἐξ οὐρανοῦ τουτέστι Χριστὸς οὐκ εἰς ψυχὴν μᾶλλον, ἀλλ' εἰς πνεῦμ

 διανομεὺς ἀγαθῶν· αὐτὸς μεταστοιχειώσει τὴν κτίσιν, καὶ καινουργήσει τὸ σύμπαν, καὶ ἀπαλλάξει δουλείας εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θ

 χωρὶς δὲ νόμου, ἁμαρτία νεκρά. τίς οὖν ὁ πάντων τούτων ἡμῖν χορηγὸς, τῆς δικαιοσύνης ὁ πρύτανις, τῆς ἐλευθερίας ὁ δοτὴρ, καὶ παντὸς ἀγαθοῦ πηγὴ καὶ πρ

ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;

ΤΟΜΟΣ ∆

ΛΟΓΟΣ Γ.

Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν. Παραγγείλας ὁ Παῦλος μὴ ἐσθίειν ἱερόθυτα τοῖς δῆθεν τελείαν ἔχουσι γνῶσιν, πειρᾶται λοιπὸν ἀναπείθειν ἐκ τῶν τοῖς ἀρχαιοτέροις συμβάντων, ὅτι τὸ χρῆμα οὐκ ἔστιν ἐπώφελες, ἀλλὰ μᾶλλον ἐπισφαλὲς, καὶ ὅτι τοῖς ἀδικεῖν εἰωθόσιν ἐπιπηδᾶν οὐκ ἀζήμιον· ἀποκομίζει γὰρ εἰς τὸ δρᾶν ἃ μὴ θέμις, καταδονουμένης εὐκόλως τῆς ἀνθρώπου διανοίας ἐφ' ἃ μὴ προσῆκε κατὰ βραχύ. δέχεται τοίνυν οὐκ ἀκαλλῆ τοῦ πράγματος εἰκόνα, μᾶλλον δὲ καὶ λίαν ἐμφερεστάτην, τὰ τοῖς ἐξ αἵματος Ἰσραὴλ συμβεβηκότα κατὰ τὴν ἔρημον· ἀποδεικνύοι δὲ καὶ μάλα γοργῶς, ὅτι τὸ συζῆν ἐθέλειν ἀπίστοις οὐδ' ἂν αὐτοῖς γένοιτο τοῖς ἐρηρεισμένοις ἀζήμιον. ὃ δὲ λέγει, τοῦτό ἐστιν· ἐτελειοῦντο διὰ τῆς νεφέλης ἐν τῇ θαλάσσῃ, μέσης ἐπηρτημένης αὐτοῖς τῆς νεφέλης, μεσιτεύοντος Μωσέως, οἱ τῆς δουλείας ἀπηλλαγμένοι· ἔφαγον τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, ἔπιον τὸ πόμα τὸ ζωοποιόν· πεπότικε γὰρ αὐτοὺς ὁ Χριστὸς αὐτὸς ὢν ἡ πέτρα· καὶ γάρ ἐστιν ἄθραυστος ὡς Θεὸς κἂν εἰ πέπονθεν ἑκὼν τοῦ θανάτου τὴν ἔφοδον. πνευματικοῦ δὲ πράγματος προανατυπώσεις εἶναί φαμεν τὰ τοιαῦτα· καὶ τί μετὰ τοῦτο τοῖς ἀρχαιοτέροις συνέβη; προσκεκρούκασι δὲ τίνα τρόπον; ἐβεβηλώθησαν ἐν Σαττὶ, λελατρεύκασιν εἰδώλοις, ἐτελέσθησαν τῷ Βεελφεγώρ. ἄθρει δὴ οὖν ὅπως οἱ ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ βεβαπτισμένοι, καίτοι φάγοντες τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ καὶ πόμα πίοντες τὸ πνευματικὸν συνεπλάκησαν μὲν τοῖς εἰδω 279 λολάτραις· ἐπειδὴ δὲ συνέστιοί τε ἦσαν αὐτοῖς, καὶ τραπέζης ἥπτοντο τῆς εἰδωλικῆς, εὐπαράφοροί τε ἦσαν εὐθὺς καὶ παρώλισθον εἰς ἀπόστασιν, καὶ συνεχόρευον γυναιξίν "Καὶ "ὁ λαὸς συνιὼν συνεπλέκετο μετὰ πόρνης," κατὰ τῆν τοῦ προφήτου φωνήν· τοῦτο γάρ ἐστι τὸ καὶ ἀνέστησαν παίζειν· ἐπισφαλὲς οὖν ἄρα τὸ συνδιαιτᾶσθαι πονηροῖς καὶ ἀπίστοις· καὶ γοῦν ἔφη που Σολομῶν "Ὁ συμπορευόμενος σοφοῖς "σοφὸς ἔσται, ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται."

Καὶ ἡμεῖς γὰρ πρὸ τῆς εἰς Χριστὸν πίστεως, ταῖς τῶν δαιμονίων πλεονεξίαις ὑπεζευγμένοι δεδουλεύκαμεν τῷ νοητῷ Φαραῷ, τουτέστι τῷ ἀρχεκάκῳ σατανᾷ· ἐπονοῦμεν αὐτῷ μάτην οἷα πηλῷ καὶ πλινθείᾳ τοῖς τῆς σαρκὸς ἔργοις ἐμβεβηκότες· ἐξείλετο δὲ καὶ ἡμᾶς ὁ "μεσίτης Θεοῦ καὶ ἀνθρώ"πων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον "ὑπὲρ πάντων·" διεβίβασε καὶ ἡμᾶς οἷά τινα θάλασσαν τοῦ παρόντος βίου τὸν κλύδωνα, τετελείωκε διὰ τοῦ ἁγίου βαπτίσματος· αὐτὸς γάρ ἐστιν ἡ ἄνωθέν τε καὶ νοητὴ νεφέλη, ἡ τοῦ ζῶντος ὕδατος τοῖς ἀγαπῶσιν αὐτὴν ποιουμένη τὴν χορηγίαν· ὕδωρ δὲ ζῶν τὸ Πνεῦμά ἐστιν· καὶ γοῦν ἔφη ὁ Χριστός "Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ "γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος "ζῶντος," διατρανῶν δὲ τὸ εἰρημένον ὁ θεσπέσιος εὐαγγελιστὴς, προσεπήγαγεν εὐθὺς τοῖς περὶ τούτου λόγοις "Τοῦτο δὲ εἶπεν περὶ τοῦ Πνεύματος οὗ ἤμελλον λαμβάνειν "οἱ πιστεύοντες εἰς αὐτόν·" ἐφάγομεν καὶ ἡμεῖς ἄρτον ἀληθῶς τὸν ζωοποιὸν, ἐπίομεν πόμα τὸ πνευματικὸν, καθάπερ ἀμέλει κἀκεῖνοι τὸ ὕδωρ ἐκ πέτρας· ἡ πέτρα δὲ ἦν ὁ 280 Χριστὸς, ὃς καὶ ἡμῖν 12