Fragmenta in sancti Pauli epistulam i ad Corinthios ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ

 Χριστοῦ τοὺς ἰδίους κεκληκότος ἐν εἰρήνῃ. καὶ ὅτι εἷς ἔστιν αὐτὸς, καὶ οὐ μεμέρισται· ἓν οὖν οἱ πάντες ἐσμὲν ἐν Χριστῷ, κατηρτίσμεθά τε πρὸς τοῦτο ἐν

 τρυγόνας τε καὶ περιστερὰς, καὶ φάσκοντος Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου, ἀντεφέροντο λέγοντες Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι

 λόγου, καὶ τὸ ἐν αὐτοῖς ἀκαλλὲς οἱονεὶ περιστέλλοντος· ἀποχρὴ γεμὴν τῷ θείῳ κηρύγματι ψιλός τε καὶ εὐαφὴς καὶ ὡς ἐν δυνάμει Θεοῦ μαρτυρούμενος λόγος.

 πιστεύσαντος νοῦν ἵνα φαίνοιτο καὶ καρποφόρος; τίς δὲ ἡ αὔξησις ἡ παρὰ Χριστοῦ ἢ διὰ Πνεύματος στερέωσις καὶ εἰς ἄνδρα τέλειον ἀναδρομὴ ἀναλόγως ταῖ

 ἡμαρτηκόσιν; ἢ ἐν πνεύματι πραΰτητος καὶ ὡς ἐν ἀγάπῃ προσενεχθεὶς παραδράμω σεσιγηκώς; ἀλλ' ἦν ἄμεινον αὐτοῖς ἡ ἐπίπληξις ἅμα κόπτουσα τὸ δεινὸν καὶ τ

 μετεσχήκαμεν δὲ καὶ τῆς ἁγίας αὐτοῦ σαρκὸς, ἡγιάσμεθά τε διττῶς· καὶ κατῴκηκεν 264 ἐν ἡμῖν ὡς ζωὴ καὶ ζωοποιὸς, ἵνα τὸν τοῖς μέλεσιν ἡμῶν ἐπισκήψαντα

 δόξης· ἐὰν δὲ μολυνθῇ, στερεῖται τῆς τοιαύτης δόξης. Οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματος. Κατῴκηκε γὰρ ἐν ἡμῖν τὸ τῆς υἱοθεσ

 ἑκουσιάζεσθαί τινας, τουτέστι προσκομίζειν Θεῷ· τὰ ἑκούσια δὲ ταῦτα ἦσαν· τὰ ὑπὲρ τὸν νόμον, ὡς ἐξ ἀγαθῆς καὶ φιλοθέον φιλοτιμίας καρποί· ἀλλ' ἦν μὲν

 ἐπιτελεῖσθε; ἔδει τοίνυν σαφεῖ καὶ ἐναργεστάτῳ κηρύγματι τῆς ἀληθείας αὐτοῖς ἀνευρῦναι τὴν ὁδὸν, καὶ ὡς ἡ περιτομὴ οὐδέν ἐστι τῶν ἄλλων ἐντολῶν τοῦ Θ

 ἐκχέουσι τὸν ἰὸν ταῖς τῶν ἁπλουστέρων ψυχαῖς, καὶ ἡμέρας καὶ μῆνας ἐπιτηρεῖν ἀναπείθουσι, καὶ τὴν καλουμένην ἐθελοθρησκείαν ἐπιτηδεύουσι, καὶ ἑτέροις

 ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;

 αὐτοῖς ἐκ τῆς ἰδίας πλευρᾶς ὕδατι συμμιγὲς τὸ ἴδιον συνανέβλυσε αἷμα, διανυττόντων αὐτὸν τῇ λόγχῃ τῶν τοῦ Πιλάτου στρατιωτῶν. Πᾶσαν τὴν ἱστορίαν παράγ

 φύντα Λόγον· κεφαλὴν δὲ ὠνομάσθαι φαμὲν παντὸς ἀνδρὸς ὡς ἀρχέτυπον μὲν, ὡς ἔφην, ἐπειδὴ δὲ πέφηνεν ἄνθρωπος ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καὶ ὡς ἀνθ

 Ἰησοῦς ὁ Χριστὸς ἐπηγγέλλετο μὲν ἀπελθὼν πέμψειν ἡμῖν τὸν παράκλητον· προσετίθει δὲ τούτοις τό Ἐκεῖνος ἐμὲ δοξάσει. συνίεμεν δὲ ἡμεῖς καὶ μάλα ὀρθῶς

 Ἐφ' ὅσον μὲν οὖν ἐγὼ ἐθνῶν εἰμι ἀπόστολος, τὴν διακονίαν μου δοξάζω. οὐκοῦν διανέμει μὲν ὁ Υἱὸς τὰς διακονίας, ἐνεργεῖ δὲ τὸ χρῆμα τὸ Πνεῦμα τὸ Ἅγι

 καὶ τοῖς ἐκ μέσης οἰκούσης ποταμῶν, Καππαδόκαις τε καὶ Αἰγυπτίοις, ταῖς αὐτῶν προσελάλουν γλώσσαις. καὶ διεπεραίνετο μὲν τὸ χρῆμα αὐτοῖς τῇ τοῦ Πνεύμα

 τὸ γλώσσῃ τῇ Μήδων δύνασθαι λαλεῖν, ἑτέρῳ δὲ αὖ τῇ Ἐλαμιτῶν, εἶτα ταῖς Ἰουδαίων προσδιαλέγοιντο συναγωγαῖς οἱ περὶ ὧν ὁ λόγος ἤγουν ταῖς ἑλλήνων ἀγέλα

 φθόγγος ἦν καὶ ἀσυνήθης ἡ φωνὴ, πεποίηκε μάτην εἰκαίῳ τινὶ κτύπῳ προσαράξας μόνον τὴν τοῦ μανθάνοντος ἀκοήν.

 αὐτοῦ δὲ πάντως που Χριστοῦ· καὶ γάρ ἐστιν ἀληθῶς ἀγαθοῦ παντὸς ἀπαγγελία τοῖς τὴν πίστιν εἰσδεδεγμένοις· ἐν αὐτῷ δέ φησιν αὐτοὺς ἑστάναι τε καὶ σώζεσ

 σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. οὐκοῦν εἰ συναινοῦσί τινες ὡς ἐγήγερται μὲν ὁ Χριστὸς, οὐ προσί

 ἔφη μελῳδός Εὐδόκησας κύριε τὴν γῆν σοῦ, ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν· καὶ πάλιν Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομ

 νόμῳ ζωῆς ἐπαινουμένης τε καὶ κρατούσης ἔτι· πλὴν ἀμείνους οἱ ἐν Χριστῷ, δεδικαίωνται γὰρ διὰ πίστεως, καὶ τῆς θείας φύσεως γεγόνασι κοινωνοὶ, καὶ τὸ

 Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.

 ἐπὶ 309 ἀφθαρσίᾳ γέγονεν ὁ ἄνθρωπος, ἀλλὰ καὶ τὸν τῆς ἀναστάσεως· οὐ γὰρ ἐπὶ τιμωρίᾳ ὁ Θεὸς ποιεῖ τὴν ἀνάστασιν, ἀλλὰ διὰ τὴν ἑαυτοῦ εὐσπλαγχνίαν. Ἀλλ

 ἐσπαρμένῳ φθορὰ καὶ ἀσθενεία καὶ τὸ ἀκαλλὲς, φρόνημά τε τὸ ψυχικὸν, ὃ καὶ ταὐτὸν εἶναί φαμεν τῷ σαρκικῷ καὶ γεωδεστέρῳ· ἐπειδὴ δὲ παρήχθη πρὸς γένεσιν

 ἀδιαβλήτων παθῶν. οὐκοῦν εἰς ζῶσαν ψυχὴν ὁ πρῶτος ἄνθρωπος Ἀδάμ· ὁ δέ γε δεύτερος καὶ ἐξ οὐρανοῦ τουτέστι Χριστὸς οὐκ εἰς ψυχὴν μᾶλλον, ἀλλ' εἰς πνεῦμ

 διανομεὺς ἀγαθῶν· αὐτὸς μεταστοιχειώσει τὴν κτίσιν, καὶ καινουργήσει τὸ σύμπαν, καὶ ἀπαλλάξει δουλείας εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θ

 χωρὶς δὲ νόμου, ἁμαρτία νεκρά. τίς οὖν ὁ πάντων τούτων ἡμῖν χορηγὸς, τῆς δικαιοσύνης ὁ πρύτανις, τῆς ἐλευθερίας ὁ δοτὴρ, καὶ παντὸς ἀγαθοῦ πηγὴ καὶ πρ

ἐπὶ 309 ἀφθαρσίᾳ γέγονεν ὁ ἄνθρωπος, ἀλλὰ καὶ τὸν τῆς ἀναστάσεως· οὐ γὰρ ἐπὶ τιμωρίᾳ ὁ Θεὸς ποιεῖ τὴν ἀνάστασιν, ἀλλὰ διὰ τὴν ἑαυτοῦ εὐσπλαγχνίαν. Ἀλλ' ἴσως ἐκεῖνο ἐρεῖς Ναὶ λέγεις ὀρθῶς· παρίημί τε λοιπὸν τὸ χρῆναι ζητεῖν Πῶς ἐγείρονται οἱ νεκροί· διειδέναι γεμὴν ἀναγκαῖον ποίῳ σώματι ἔρχονται· ἆρα γὰρ τὸ ἐκ γῆς δὴ τοῦτο καὶ τῇ φθορᾷ κάτοχον ἀναβιώσεται σῶμα, ἢ ἕτερόν τι παρ' αὐτὸ πλὴν ἐξ αὐτοῦ; φαίην δ' ἂν ἔγωγε πρὸς τοῦτο εὐθὺς, ὡς ὁ μὲν ὀρθὸς τῆς πίστεως λόγος περιίστησιν ἡμᾶς εἰς τήνδε τὴν σάρκα τὴν ἀνάστασιν· ἀνεβίω γὰρ οὕτω Χριστὸς ὁ πρωτότοκος ἐκ νεκρῶν, ἡ ἀρπαχὴ τῶν κεκοιμημένων· ἐπειδὴ δὲ οὐ σφόδρα τισὶν ἀρέσκει τὸ δόγμα, φέρε παραθέντες ὃν εὖ ἔχειν οἴονται λόγον, τὰ εἰκότα λέγωμεν· (εἶτα παραθεὶς τῶν προϋπάρχειν λεγόντων τὰς ψυχὰς τὰς μυθολογίας φησίν)

Εἶτα πῶς ἀποσεμνύνεται Θεὸς ἐπὶ τῇ τοῦ ἀνθρώπου κατασκευῇ; φησὶ γάρ που πρὸς τὸν μακάριον Ἰώβ "Εἰ σὺ λαβὼν γῆς πηλὸν ἔπλασας ζῷον, καὶ λαλητὸν "αὐτὸ ἔθου ἐπὶ τῆς γῆς;" πέρα γὰρ οἶμαι παντὸς ἂν ἴοι θαύματος τὸ λογικὸν ἐκ γῆς ἀποτελέσαι ζῷον· πῶς δὲ γεγονότα τὸν ἄνθρωπον εὐθὺς καὶ πεπλασμένον ἐκ γῆς εὐλόγησεν ὁ ∆ημιουργός "Αὐξάνεσθε καὶ πληθύνεσθε λέγων καὶ πλη"ρώσατε τὴν γῆν;" (καὶ πολλὰ ἕτερα πρὸς αὐτοὺς εἰπὼν, ἐπιφέρει) ἀρίστῳ χρῆται παραδείγματι ὁ θεσπέσιος Παῦλος, πίπτειν μὲν εἰς γῆν τὸ σῶμα λέγων οἷά τινα κόκκον, οὐχ οὕτως ἀναστησόμενον καθὰ καὶ ἐσπάρη γυμνὸν, ἀλλ' ὡς ἐν ἀμφιάσει καὶ περιστολῇ τῶν ἐξ ἔθους ἐμφυομένων αὐτῷ, καλάμης δὴ λέγω καὶ φυλλάδος· δίδωσι γάρ φησιν ὁ Θεὸς ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα. ἐπειδὴ γὰρ οὐχ ἅπαντας τοὺς κεκοιμημένους ἀναβιώσεσθαί φησιν ἐν δόξῃ, κἂν εἰ πάντες ἐν ἀφθαρσίᾳ· οὐ γάρ που τοῖς ἀνεπιεικέσι καὶ τοῖς 310 τῶν φαύλων ἐργάταις τὸ ἐν εὐκλείᾳ τῇ παρὰ Θεοῦ στεφανοῦσθαι πρέπει· ταύτῃτοι χρησίμως διαφόρων μέμνηται σπερμάτων, οἷς καὶ διανέμει Θεὸς, καθ' ὃν ἂν ἕλοι τρόπον αὐτὸς, τὸ ἐν τοιῷδε τυχὸν ἢ ἑτεροίῳ σχήματι διαφέρεσθαι· φησὶ γάρ Καὶ ὃ σπείρεις οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις. Καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια. Εἷς μὲν ὁ λόγος καθὸ σῶμα ἑκάστου καὶ ἔστι καὶ λέγεται, μερίζεται δὲ εἰς διάφορα καθ' ἕτερόν τινα λόγον· καὶ ἀναβιώσεται μὲν ἐν ἀφθαρσίᾳ τὰ πάντων σώματα, πλὴν ἔσται τις διαφορὰ περί γε τὴν δόξαν καὶ τὴν περιστολὴν ἣν ποιοῖτο Θεὸς, τὰ πρὸς ἀξίαν ἑκάστῳ διανέμων. Ἀλλ' ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. Ἰστέον ὅτι δυσὶν ἀρτίως παραδειγμάτοιν εἰς μέσον ἡμῖν παρενηνεγμένοιν τοῦ τε κατὰ τὸν κόκκον φημὶ, καὶ τοῦ διεκφαίνοντος τὴν τῶν οὐρανίων σωμάτων τὴν ὡς ἐν δόξῃ διαφορὰν, ἀποφέρει τέως πρὸς τὴν τοῦ πρώτου δύναμιν τῆς τῶν νεκρῶν ἀναστάσεως ἐμφέρειαν, καί φησι τὸ ἑξῆς· Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Ὅνπερ γὰρ τρόπον ὁ τοῦ σίτου κόκκος ἐγκαταβληθεὶς τῷ βώλῳ γυμνὸς καὶ νεκρὸς, ἐν περιστολῇ σώματος καὶ ἐν προσθήκῃ κάλλους ἀναφὺς θαυμάζεται, κατὰ τὸν αὐτὸν τουτονὶ τρόπον καὶ τὸ ἀνθρώπινον σῶμα σπείρεται μὲν ἐν φθορᾷ καὶ ἐν ἀσθενείᾳ τε καὶ ἐν ἀτιμίᾳ, πλὴν ἀναβιώσεται τιμῇ τε καὶ ἀφθαρσίᾳ καὶ μὴν καὶ δυνάμει κατημφιασμένον. ἄξιον δὲ θαυμάσαι τοῦ θεηγόρου τὴν νῆψιν· ἐρηρεισμένην γὰρ ἔχων τὴν πίστιν, καὶ ὅτι πάντη τε καὶ πάντως ἀναβιώσεται πεποιθὼς, σπορᾷ παρεικάζει τὴν τοῦ σώματος φθορὰν, εὐτέχνως 311 δὴ λίαν καὶ σοφῶς πανταχῆ τῷ παραδείγματι τὴν τοῦ πράγματος φύσιν ἐξομοιῶν. οὐκοῦν τῷ κόκκῳ παραπλησίως οὐ γυμνὸν ἀναβιώσεται τὸ σῶμα, φησὶν, ἀλλ' εὖ μάλα περιεσταλμένον τὴν ἀφθαρσίαν καὶ τὴν δόξαν, καὶ πρός γε τούτοις τὸ εὐσθενὲς, καὶ μὴν καὶ τοῦτο καταπλουτοῦν τὸ ἐν φρονήματι γενέσθαι πνευματικῷ, μεταπλαττούσης τρόπον τινὰ τῆς ἄνωθεν χάριτος, καὶ τῆς ἀσυγκρίτου δυνάμεως τοῦ πάντων ∆ημιουργοῦ πρὸς πᾶν τοὐναντίον τὰ ἐν αὐτῷ. ἐνυπάρχει μὲν γὰρ τῷ πεσόντι σώματι καὶ οἷον εἰς γῆν