Fragmenta in sancti Pauli epistulam i ad Corinthios ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ

 Χριστοῦ τοὺς ἰδίους κεκληκότος ἐν εἰρήνῃ. καὶ ὅτι εἷς ἔστιν αὐτὸς, καὶ οὐ μεμέρισται· ἓν οὖν οἱ πάντες ἐσμὲν ἐν Χριστῷ, κατηρτίσμεθά τε πρὸς τοῦτο ἐν

 τρυγόνας τε καὶ περιστερὰς, καὶ φάσκοντος Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου, ἀντεφέροντο λέγοντες Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι

 λόγου, καὶ τὸ ἐν αὐτοῖς ἀκαλλὲς οἱονεὶ περιστέλλοντος· ἀποχρὴ γεμὴν τῷ θείῳ κηρύγματι ψιλός τε καὶ εὐαφὴς καὶ ὡς ἐν δυνάμει Θεοῦ μαρτυρούμενος λόγος.

 πιστεύσαντος νοῦν ἵνα φαίνοιτο καὶ καρποφόρος; τίς δὲ ἡ αὔξησις ἡ παρὰ Χριστοῦ ἢ διὰ Πνεύματος στερέωσις καὶ εἰς ἄνδρα τέλειον ἀναδρομὴ ἀναλόγως ταῖ

 ἡμαρτηκόσιν; ἢ ἐν πνεύματι πραΰτητος καὶ ὡς ἐν ἀγάπῃ προσενεχθεὶς παραδράμω σεσιγηκώς; ἀλλ' ἦν ἄμεινον αὐτοῖς ἡ ἐπίπληξις ἅμα κόπτουσα τὸ δεινὸν καὶ τ

 μετεσχήκαμεν δὲ καὶ τῆς ἁγίας αὐτοῦ σαρκὸς, ἡγιάσμεθά τε διττῶς· καὶ κατῴκηκεν 264 ἐν ἡμῖν ὡς ζωὴ καὶ ζωοποιὸς, ἵνα τὸν τοῖς μέλεσιν ἡμῶν ἐπισκήψαντα

 δόξης· ἐὰν δὲ μολυνθῇ, στερεῖται τῆς τοιαύτης δόξης. Οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματος. Κατῴκηκε γὰρ ἐν ἡμῖν τὸ τῆς υἱοθεσ

 ἑκουσιάζεσθαί τινας, τουτέστι προσκομίζειν Θεῷ· τὰ ἑκούσια δὲ ταῦτα ἦσαν· τὰ ὑπὲρ τὸν νόμον, ὡς ἐξ ἀγαθῆς καὶ φιλοθέον φιλοτιμίας καρποί· ἀλλ' ἦν μὲν

 ἐπιτελεῖσθε; ἔδει τοίνυν σαφεῖ καὶ ἐναργεστάτῳ κηρύγματι τῆς ἀληθείας αὐτοῖς ἀνευρῦναι τὴν ὁδὸν, καὶ ὡς ἡ περιτομὴ οὐδέν ἐστι τῶν ἄλλων ἐντολῶν τοῦ Θ

 ἐκχέουσι τὸν ἰὸν ταῖς τῶν ἁπλουστέρων ψυχαῖς, καὶ ἡμέρας καὶ μῆνας ἐπιτηρεῖν ἀναπείθουσι, καὶ τὴν καλουμένην ἐθελοθρησκείαν ἐπιτηδεύουσι, καὶ ἑτέροις

 ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;

 αὐτοῖς ἐκ τῆς ἰδίας πλευρᾶς ὕδατι συμμιγὲς τὸ ἴδιον συνανέβλυσε αἷμα, διανυττόντων αὐτὸν τῇ λόγχῃ τῶν τοῦ Πιλάτου στρατιωτῶν. Πᾶσαν τὴν ἱστορίαν παράγ

 φύντα Λόγον· κεφαλὴν δὲ ὠνομάσθαι φαμὲν παντὸς ἀνδρὸς ὡς ἀρχέτυπον μὲν, ὡς ἔφην, ἐπειδὴ δὲ πέφηνεν ἄνθρωπος ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καὶ ὡς ἀνθ

 Ἰησοῦς ὁ Χριστὸς ἐπηγγέλλετο μὲν ἀπελθὼν πέμψειν ἡμῖν τὸν παράκλητον· προσετίθει δὲ τούτοις τό Ἐκεῖνος ἐμὲ δοξάσει. συνίεμεν δὲ ἡμεῖς καὶ μάλα ὀρθῶς

 Ἐφ' ὅσον μὲν οὖν ἐγὼ ἐθνῶν εἰμι ἀπόστολος, τὴν διακονίαν μου δοξάζω. οὐκοῦν διανέμει μὲν ὁ Υἱὸς τὰς διακονίας, ἐνεργεῖ δὲ τὸ χρῆμα τὸ Πνεῦμα τὸ Ἅγι

 καὶ τοῖς ἐκ μέσης οἰκούσης ποταμῶν, Καππαδόκαις τε καὶ Αἰγυπτίοις, ταῖς αὐτῶν προσελάλουν γλώσσαις. καὶ διεπεραίνετο μὲν τὸ χρῆμα αὐτοῖς τῇ τοῦ Πνεύμα

 τὸ γλώσσῃ τῇ Μήδων δύνασθαι λαλεῖν, ἑτέρῳ δὲ αὖ τῇ Ἐλαμιτῶν, εἶτα ταῖς Ἰουδαίων προσδιαλέγοιντο συναγωγαῖς οἱ περὶ ὧν ὁ λόγος ἤγουν ταῖς ἑλλήνων ἀγέλα

 φθόγγος ἦν καὶ ἀσυνήθης ἡ φωνὴ, πεποίηκε μάτην εἰκαίῳ τινὶ κτύπῳ προσαράξας μόνον τὴν τοῦ μανθάνοντος ἀκοήν.

 αὐτοῦ δὲ πάντως που Χριστοῦ· καὶ γάρ ἐστιν ἀληθῶς ἀγαθοῦ παντὸς ἀπαγγελία τοῖς τὴν πίστιν εἰσδεδεγμένοις· ἐν αὐτῷ δέ φησιν αὐτοὺς ἑστάναι τε καὶ σώζεσ

 σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. οὐκοῦν εἰ συναινοῦσί τινες ὡς ἐγήγερται μὲν ὁ Χριστὸς, οὐ προσί

 ἔφη μελῳδός Εὐδόκησας κύριε τὴν γῆν σοῦ, ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν· καὶ πάλιν Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομ

 νόμῳ ζωῆς ἐπαινουμένης τε καὶ κρατούσης ἔτι· πλὴν ἀμείνους οἱ ἐν Χριστῷ, δεδικαίωνται γὰρ διὰ πίστεως, καὶ τῆς θείας φύσεως γεγόνασι κοινωνοὶ, καὶ τὸ

 Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.

 ἐπὶ 309 ἀφθαρσίᾳ γέγονεν ὁ ἄνθρωπος, ἀλλὰ καὶ τὸν τῆς ἀναστάσεως· οὐ γὰρ ἐπὶ τιμωρίᾳ ὁ Θεὸς ποιεῖ τὴν ἀνάστασιν, ἀλλὰ διὰ τὴν ἑαυτοῦ εὐσπλαγχνίαν. Ἀλλ

 ἐσπαρμένῳ φθορὰ καὶ ἀσθενεία καὶ τὸ ἀκαλλὲς, φρόνημά τε τὸ ψυχικὸν, ὃ καὶ ταὐτὸν εἶναί φαμεν τῷ σαρκικῷ καὶ γεωδεστέρῳ· ἐπειδὴ δὲ παρήχθη πρὸς γένεσιν

 ἀδιαβλήτων παθῶν. οὐκοῦν εἰς ζῶσαν ψυχὴν ὁ πρῶτος ἄνθρωπος Ἀδάμ· ὁ δέ γε δεύτερος καὶ ἐξ οὐρανοῦ τουτέστι Χριστὸς οὐκ εἰς ψυχὴν μᾶλλον, ἀλλ' εἰς πνεῦμ

 διανομεὺς ἀγαθῶν· αὐτὸς μεταστοιχειώσει τὴν κτίσιν, καὶ καινουργήσει τὸ σύμπαν, καὶ ἀπαλλάξει δουλείας εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θ

 χωρὶς δὲ νόμου, ἁμαρτία νεκρά. τίς οὖν ὁ πάντων τούτων ἡμῖν χορηγὸς, τῆς δικαιοσύνης ὁ πρύτανις, τῆς ἐλευθερίας ὁ δοτὴρ, καὶ παντὸς ἀγαθοῦ πηγὴ καὶ πρ

τὸ γλώσσῃ τῇ Μήδων δύνασθαι λαλεῖν, ἑτέρῳ δὲ αὖ τῇ Ἐλαμιτῶν, εἶτα ταῖς Ἰουδαίων προσδιαλέγοιντο συναγωγαῖς οἱ περὶ ὧν ὁ λόγος ἤγουν ταῖς ἑλλήνων ἀγέλαις, τίς ὁ ἀκουσόμενος, ἢ ποία τῶν λόγων ἡ ὄνησις ἔσται; συνήσει γὰρ οὐδεὶς, πλὴν μόνου τοῦ πάντα εἰδότος Θεοῦ· τῷ γὰρ πνεύματι, φησὶ, λαλεῖ μυστήρια. ἄθρει δὲ ὅπως ὁ Θεῷ λαλῶν πνεύματι λαλεῖ· Θεὸς οὖν ἄρα τὸ Πνεῦμα. οὐκοῦν ὁ γλώσσῃ λαλῶν Θεῷ μᾶλλον, φησὶ, καὶ οὐκ ἀνθρώποις λαλεῖ· ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. συνιεὶς οὖν ὅτι τὸ προφητεύειν ἐν τούτοις, τὸ διερμηνεύειν ἐστὶ τὰ τῶν προφητῶν, δι' ὧν ὁ τῆς παρακλήσεως πιστοῦται λόγος καὶ ὁ τῶν μυσταγωγουμένων χειραγωγεῖται νοῦς εἰς ἀλήθειαν τὴν ἐπὶ Χριστῷ, προαποδείκνυσι καὶ ἑτέρως ἀσυγκρίτως ὂν ἐν ἀμείνοσι τοῦ γλώσσῃ λαλεῖν, τὸ διερμηνεύειν τὰ προφητῶν· ἑαυτὸν μὲν γὰρ οἰκοδομεῖ φησιν ὁ γλώσσῃ λαλῶν· συνίησι γὰρ αὐτὸς, ἕτερος δὲ ὅλως οὐδείς· ὁ δὲ ταῖς τῶν ἁγίων προφητῶν φωναῖς καὶ προῤῥήσεσιν εἰς μαρτυρίαν χρώμενος, 293 ἐκκλησίαν οἰκοδομεῖ. μεῖζον οὖν ἄρα καὶ ἐν ὑπερτάτοις αὐχήμασι τὸ προφητεύειν ἐστὶν καὶ ἐν ἐλπίσι λαμπραῖς· εἴπερ ἐστὶν ἄμεινον ὁμολογουμένως τὸ ἐκκλησίαν οἰκοδομεῖν, τοῦ ἑαυτῷ τε καὶ μόνῳ προσδιαλέγεσθαι γλώσσῃ. Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε κ.τ.λ.

Ἐπειδὴ παράδοξον ἦν καὶ θεόσδοτον ἀληθῶς τὸ δύνασθαι γλώσσαις ταῖς ἑτέρων λαλεῖν ἄνδρας ὄντας Ἑβραίους, ἵνα μή τις οἴηται τὸν ἀπόστολον καθορίζειν ἀβούλως τοῦ γεγονότος τὸ εἰκαῖον εἶναι λέγειν τὸ διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας δεδωρημένον, δέδοται γὰρ εἰς σημεῖον τοῖς πιστοῖς· ἀποδέχεται τὸ χρῆμα καί φησι Θέλω δὲ πάντας λαλεῖν γλώσσαις. ἀποκείρει δὲ παραχρῆμα σαφῶς τὴν ἔν γε τούτω σπουδὴν, καὶ μεθίστησι πρὸς τὸ ἄμεινον ἐπενεγκὼν εὐθύς Μᾶλλον δὲ ἵνα προφητεύητε, μείζονά τε τὸν προφητεύοντα τοῦ γλώσσῃ λαλοῦντος ἐναργέστατα λέγων· καταδείκνυσι δὲ οὐδὲ παντελῶς ἀνόνητον ἐκεῖνο τοῖς ἔχουσι καὶ τοῖς ἀκροωμένοις, ἐπιφέρων Ἐκτὸς εἰ μὴ διερμηνεύῃ, τουτέστιν εἰ μὴ ἔχοι τινὰ τὸν ἀεὶ προσεδρεύοντα καὶ τοῖς μυσταγωγουμένοις διερμηνεύοντα.

ΤΟΜΟΣ Ε

ΛΟΓΟΣ Γ.

Καὶ οὐδὲν αὐτῶν ἄφωνον. Εἰσεφοίτων ἐν ταῖς ἐκκλησίαις τινὲς τῇ τοῦ Πνεύματος ἐνεργείᾳ πεπλουτηκότες τὸ δύνασθαι γλώσσαις λαλεῖν· εἶτα 294 δέον τὰς ἐν αὐταῖς ποιεῖσθαι προσευχὰς, καὶ πρό γε τούτων λιτὰς ἤγουν ψαλμῳδίας, τῇ τῶν παρόντων γλώσσῃ κεχρῆσθαι δυναμένους, τοῦτο μὲν οὐκ ἔδρων, ἐναβρυνόμενοι δὲ τῷ τῶν γλωσσῶν χαρίσματι μόνῳ, οὔτε προσευχὰς ἢ ψαλμῳδίας ἐποιοῦντο· τοῦτο διδάσκει ὁ Παῦλος ὅτι ἐὰν μή εἰσιν οἱ ἀκούοντες ἐπιστήμονες τῆς γλώσσης, ᾗ διαλέγοιτο ὁ τὸ χάρισμα ἔχων, οὐδὲν ὄφελος ἐκ τοῦ πράγματος· μύρια γάρ εἰσιν ἔθνη καὶ πολλαὶ γλώσσαι τῶν ἀνθρώπων· ἄφωνον δὲ οὐδὲν τῶν ἅπαξ τελούντων ἐν λογικοῖς ἢ ἐν ἀνθρώποις. Ἄφωνον λέγει παντελῶς οὐδὲν τῶν τελούντων ἐν λογικοῖς ἤγουν ἐν ἀνθρώποις· ἀλλὰ τῆς ἑκάστου φωνῆς τὴν δύναμιν εἰ μή τις εἰδείη τυχὸν, μήτε μὴν ἐκεῖνοι τῆς αὐτοῦ γλώσσης εἶεν ἐπιστήμονες, ἀλλήλοις ἔσονται βάρβαροι, καίτοι λαλοῦντες ὀρθῶς κατά γε τὴν ἰδίαν ἑκάστου φωνήν. δεῖ δὴ οὖν ἄρα τοὺς διδάσκειν ἑτέρους ἐθέλοντας, τὸν συνήθη τοῖς ἀκροωμένοις ἐρεύγεσθαι λόγον· εἰ δὲ ἄσημός τε ὁ 18