Fragmenta in sancti Pauli epistulam i ad Corinthios ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ

 Χριστοῦ τοὺς ἰδίους κεκληκότος ἐν εἰρήνῃ. καὶ ὅτι εἷς ἔστιν αὐτὸς, καὶ οὐ μεμέρισται· ἓν οὖν οἱ πάντες ἐσμὲν ἐν Χριστῷ, κατηρτίσμεθά τε πρὸς τοῦτο ἐν

 τρυγόνας τε καὶ περιστερὰς, καὶ φάσκοντος Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου, ἀντεφέροντο λέγοντες Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι

 λόγου, καὶ τὸ ἐν αὐτοῖς ἀκαλλὲς οἱονεὶ περιστέλλοντος· ἀποχρὴ γεμὴν τῷ θείῳ κηρύγματι ψιλός τε καὶ εὐαφὴς καὶ ὡς ἐν δυνάμει Θεοῦ μαρτυρούμενος λόγος.

 πιστεύσαντος νοῦν ἵνα φαίνοιτο καὶ καρποφόρος; τίς δὲ ἡ αὔξησις ἡ παρὰ Χριστοῦ ἢ διὰ Πνεύματος στερέωσις καὶ εἰς ἄνδρα τέλειον ἀναδρομὴ ἀναλόγως ταῖ

 ἡμαρτηκόσιν; ἢ ἐν πνεύματι πραΰτητος καὶ ὡς ἐν ἀγάπῃ προσενεχθεὶς παραδράμω σεσιγηκώς; ἀλλ' ἦν ἄμεινον αὐτοῖς ἡ ἐπίπληξις ἅμα κόπτουσα τὸ δεινὸν καὶ τ

 μετεσχήκαμεν δὲ καὶ τῆς ἁγίας αὐτοῦ σαρκὸς, ἡγιάσμεθά τε διττῶς· καὶ κατῴκηκεν 264 ἐν ἡμῖν ὡς ζωὴ καὶ ζωοποιὸς, ἵνα τὸν τοῖς μέλεσιν ἡμῶν ἐπισκήψαντα

 δόξης· ἐὰν δὲ μολυνθῇ, στερεῖται τῆς τοιαύτης δόξης. Οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματος. Κατῴκηκε γὰρ ἐν ἡμῖν τὸ τῆς υἱοθεσ

 ἑκουσιάζεσθαί τινας, τουτέστι προσκομίζειν Θεῷ· τὰ ἑκούσια δὲ ταῦτα ἦσαν· τὰ ὑπὲρ τὸν νόμον, ὡς ἐξ ἀγαθῆς καὶ φιλοθέον φιλοτιμίας καρποί· ἀλλ' ἦν μὲν

 ἐπιτελεῖσθε; ἔδει τοίνυν σαφεῖ καὶ ἐναργεστάτῳ κηρύγματι τῆς ἀληθείας αὐτοῖς ἀνευρῦναι τὴν ὁδὸν, καὶ ὡς ἡ περιτομὴ οὐδέν ἐστι τῶν ἄλλων ἐντολῶν τοῦ Θ

 ἐκχέουσι τὸν ἰὸν ταῖς τῶν ἁπλουστέρων ψυχαῖς, καὶ ἡμέρας καὶ μῆνας ἐπιτηρεῖν ἀναπείθουσι, καὶ τὴν καλουμένην ἐθελοθρησκείαν ἐπιτηδεύουσι, καὶ ἑτέροις

 ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;

 αὐτοῖς ἐκ τῆς ἰδίας πλευρᾶς ὕδατι συμμιγὲς τὸ ἴδιον συνανέβλυσε αἷμα, διανυττόντων αὐτὸν τῇ λόγχῃ τῶν τοῦ Πιλάτου στρατιωτῶν. Πᾶσαν τὴν ἱστορίαν παράγ

 φύντα Λόγον· κεφαλὴν δὲ ὠνομάσθαι φαμὲν παντὸς ἀνδρὸς ὡς ἀρχέτυπον μὲν, ὡς ἔφην, ἐπειδὴ δὲ πέφηνεν ἄνθρωπος ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καὶ ὡς ἀνθ

 Ἰησοῦς ὁ Χριστὸς ἐπηγγέλλετο μὲν ἀπελθὼν πέμψειν ἡμῖν τὸν παράκλητον· προσετίθει δὲ τούτοις τό Ἐκεῖνος ἐμὲ δοξάσει. συνίεμεν δὲ ἡμεῖς καὶ μάλα ὀρθῶς

 Ἐφ' ὅσον μὲν οὖν ἐγὼ ἐθνῶν εἰμι ἀπόστολος, τὴν διακονίαν μου δοξάζω. οὐκοῦν διανέμει μὲν ὁ Υἱὸς τὰς διακονίας, ἐνεργεῖ δὲ τὸ χρῆμα τὸ Πνεῦμα τὸ Ἅγι

 καὶ τοῖς ἐκ μέσης οἰκούσης ποταμῶν, Καππαδόκαις τε καὶ Αἰγυπτίοις, ταῖς αὐτῶν προσελάλουν γλώσσαις. καὶ διεπεραίνετο μὲν τὸ χρῆμα αὐτοῖς τῇ τοῦ Πνεύμα

 τὸ γλώσσῃ τῇ Μήδων δύνασθαι λαλεῖν, ἑτέρῳ δὲ αὖ τῇ Ἐλαμιτῶν, εἶτα ταῖς Ἰουδαίων προσδιαλέγοιντο συναγωγαῖς οἱ περὶ ὧν ὁ λόγος ἤγουν ταῖς ἑλλήνων ἀγέλα

 φθόγγος ἦν καὶ ἀσυνήθης ἡ φωνὴ, πεποίηκε μάτην εἰκαίῳ τινὶ κτύπῳ προσαράξας μόνον τὴν τοῦ μανθάνοντος ἀκοήν.

 αὐτοῦ δὲ πάντως που Χριστοῦ· καὶ γάρ ἐστιν ἀληθῶς ἀγαθοῦ παντὸς ἀπαγγελία τοῖς τὴν πίστιν εἰσδεδεγμένοις· ἐν αὐτῷ δέ φησιν αὐτοὺς ἑστάναι τε καὶ σώζεσ

 σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. οὐκοῦν εἰ συναινοῦσί τινες ὡς ἐγήγερται μὲν ὁ Χριστὸς, οὐ προσί

 ἔφη μελῳδός Εὐδόκησας κύριε τὴν γῆν σοῦ, ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν· καὶ πάλιν Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομ

 νόμῳ ζωῆς ἐπαινουμένης τε καὶ κρατούσης ἔτι· πλὴν ἀμείνους οἱ ἐν Χριστῷ, δεδικαίωνται γὰρ διὰ πίστεως, καὶ τῆς θείας φύσεως γεγόνασι κοινωνοὶ, καὶ τὸ

 Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.

 ἐπὶ 309 ἀφθαρσίᾳ γέγονεν ὁ ἄνθρωπος, ἀλλὰ καὶ τὸν τῆς ἀναστάσεως· οὐ γὰρ ἐπὶ τιμωρίᾳ ὁ Θεὸς ποιεῖ τὴν ἀνάστασιν, ἀλλὰ διὰ τὴν ἑαυτοῦ εὐσπλαγχνίαν. Ἀλλ

 ἐσπαρμένῳ φθορὰ καὶ ἀσθενεία καὶ τὸ ἀκαλλὲς, φρόνημά τε τὸ ψυχικὸν, ὃ καὶ ταὐτὸν εἶναί φαμεν τῷ σαρκικῷ καὶ γεωδεστέρῳ· ἐπειδὴ δὲ παρήχθη πρὸς γένεσιν

 ἀδιαβλήτων παθῶν. οὐκοῦν εἰς ζῶσαν ψυχὴν ὁ πρῶτος ἄνθρωπος Ἀδάμ· ὁ δέ γε δεύτερος καὶ ἐξ οὐρανοῦ τουτέστι Χριστὸς οὐκ εἰς ψυχὴν μᾶλλον, ἀλλ' εἰς πνεῦμ

 διανομεὺς ἀγαθῶν· αὐτὸς μεταστοιχειώσει τὴν κτίσιν, καὶ καινουργήσει τὸ σύμπαν, καὶ ἀπαλλάξει δουλείας εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θ

 χωρὶς δὲ νόμου, ἁμαρτία νεκρά. τίς οὖν ὁ πάντων τούτων ἡμῖν χορηγὸς, τῆς δικαιοσύνης ὁ πρύτανις, τῆς ἐλευθερίας ὁ δοτὴρ, καὶ παντὸς ἀγαθοῦ πηγὴ καὶ πρ

ἀδιαβλήτων παθῶν. οὐκοῦν εἰς ζῶσαν ψυχὴν ὁ πρῶτος ἄνθρωπος Ἀδάμ· ὁ δέ γε δεύτερος καὶ ἐξ οὐρανοῦ τουτέστι Χριστὸς οὐκ εἰς ψυχὴν μᾶλλον, ἀλλ' εἰς πνεῦμα γέγονε ζωοποιοῦν· ἑνώσας γὰρ ἑαυτῷ τὸ ἀνθρώπινον ὁ ἐκ Θεοῦ Πατρὸς πεφηνὼς κατὰ φύσιν Θεὸς Λόγος, οὐ τὴν καθ' ἡμᾶς ἀνθρωπίνην, ἀλλὰ θεῖάν τινα καὶ θεοπρεπῆ καὶ ἀμώμητον παντελῶς διεβίω ζωήν· οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, ἀνέπαφον μὲν ἡδοναῖς ἐκτόποις ἔχων τὸν νοῦν, ἐπιθυμίαις δὲ ταῖς τῶν ἐδωδίμων οὐχ ἁλώσιμον· εἰ γὰρ καὶ ὁρᾶται μετεσχηκὼς τροφῆς καὶ ποτοῦ, διά τοι τὸ πιστεύεσθαι κατὰ ἀλήθειαν εἶναι ἄνθρωπος καθ' ἡμᾶς, ἀλλ' οὖν ἐλευθέραν ἐποιεῖτο τὴν μέθεξιν· ἦν μὲν γὰρ ἐν σαρκὶ δι' ἡμᾶς οἰκονομικῶς, ὑπὲρ σάρκα δὲ πάλιν· πνεῦμα γὰρ ἦν ζωοποιὸν ὡς Θεός· ὁ 314 δέ γε προπάτωρ Ἀδὰμ οὐκ ἀνέγκλητον παντελῶς τὴν τῶν ἐδωδίμων ἔφεσιν εἰσεδέξατο· πεποίηται γὰρ εἰς ζῶσαν ψυχὴν, καὶ βρωμάτων ἡδονῆς ἡττώμενος, ἔφαγεν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καίτοι τοῦ θείου νόμου τοῦτο δρᾶν ἐξείργοντος. Ὅτι τοίνυν ὁ ψυχικὸς οὐ φύσεως ἡμῖν διαφορᾶς ὑπεμφήνειεν ἂν, ζωῆς δὲ μᾶλλον ἠθῶν τε καὶ τρόπων ποιότητα, καθ' ἣν ὁ μέν τις ἐστὶ τῷ γεωδεστέρῳ καὶ σαρκικῷ φρονήματι κάτοχος, ὁ δὲ τῇ τοῦ πνεύματος ἐλευθερίᾳ περιφανὴς, ἀποδείκνυσι σαφῶς ἀπό τε Ἀδὰμ τοῦ πρώτου καὶ τοῦ δευτέρου· ἄμφω μὲν γὰρ γεγόνασιν ἐν γηΐνοις σώμασιν, ἀλλ' ἥ γε τοῦ φρονήματος οἱονεὶ ποιότης, καὶ μὴν καὶ τὸ ἑτεροίως ἑλέσθαι διαβιοῦν, τὸν μὲν ἀπέφηνε ψυχικὸν, ἕτερον γεμὴν ἀσυγκρίτως ἐν ἀμείνοσι τουτέστι πνευματικόν.

Ἀλλ' οὐ πρῶτον τὸ πνευματικὸν, ἀλλὰ τὸ ψυχικόν· ἔπειτα τὸ πνευματικόν. Ἐπιλαμβάνεται δὲ τρόπον τινὰ τῶν καιρῶν καθ' οὓς γεγόνασι, καί φησιν Ἀλλ' οὐ πρῶτον τὸ πνευματικὸν, ἀλλὰ τὸ ψυχικὸν, ἔπειτα τὸ πνευματικόν· ἐπειδὴ ἔφη σπείρεσθαι μὲν εἰς γῆν τὸ σῶμα ψυχικὸν, ἀποφαίνει λευκῶς ὡς ἔστιν οὐκ ἀπαράδεκτον τῇ τοῦ ἀνθρώπου φύσει τὸ ἐκ φρονήματος ψυχικοῦ μεταφοιτᾶν εἰς πνευματικὸν, καὶ ὅτι πρεσβύτερον τοῦ πνευματικοῦ τὸ ψυχικὸν εἴη ἄν· καὶ τίς ἂν γένοιτο τῶν τοιούτων ἡ πίστις; Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός κ.τ.λ. Ὁ πρῶτός φησιν ἄνθρωπος τουτέστιν Ἀδὰμ, εἰς ψυχὴν πεποίητο ζῶσαν, τουτέστι γεώδης καὶ σαρκικός· ὁ γεμὴν 315 δεύτερος ἐξ οὐρανοῦ· εἰ γὰρ καὶ γέγονε σὰρξ ὁ τοῦ Θεοῦ Λόγος κατὰ τὰς γραφὰς, ἀλλ' ἠ ... καὶ ὁ ἐξ οὐρανοῦ καὶ "ἐπάνω πάντων," κατὰ τὴν Ἰωάννου φωνήν· οὐκοῦν ἄμφω μὲν ἤστην, ὡς ἔφην, ἐν γηΐνοις σώμασιν, οὐ μὴν καὶ ἐν ἴσοις ἔτι κατά τε τὴν γνώμην ἤτοι τὸν τῆς ζωῆς τρόπον· ἦν μὲν γὰρ ὁ πρῶτος ἐν φρονήματι σαρκικῷ, πνεῦμα δὲ ζωοποιοῦν ὁ δεύτερος καὶ ἐξ οὐρανοῦ. καὶ ὥσπερ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, τουτέστι τὴν πρὸς Ἀδὰμ ὁμοίωσιν, καὶ παθῶν ἡττώμενοι καὶ ἀσθενοῦντες εἰς ἁμαρτίας, καίτοι τῆς φθορᾶς ὑπενηνεγμένοι ζυγοῖς, οὕτω φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ· καὶ φιλοσαρκίας ἀμείνους καὶ τοῦ πλημμελεῖν ἐθέλειν ἔτι γεγενημένοι, καὶ αὐτὸν ἤδη νενικηκότες τὸν πάλαι δεινὸν καὶ δυσάντητον καὶ ἀγρίως καθ' ἡμῶν τυραννήσαντα θάνατον. Ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται. Συνίστησι τὸ τῆς ἀναστάσεως καὶ διὰ τούτου μυστήριον· ἕως μὲν γάρ ἐστι τὸ σῶμα τὸ ἀνθρώπινον σὰρξ καὶ αἷμα, τουτέστι θνητὸν καὶ φθαρτὸν, Θεοῦ βασιλείαν, τουτέστι τὸ εἶναι διηνεκῶς, οὐκ ἂν δύναιτο κληρονομεῖν. πᾶσα δὴ οὖν ἀνάγκη καταπίνεσθαι τὴν φθορὰν καὶ ἀφανίζεσθαι τὸ εὐμάραντον, μεταπλάττεσθαι δὲ πρὸς ἀφθαρσίαν αὐτὸ, καὶ θείᾳ τινὶ καὶ ἀποῤῥήτῳ δόξῃ καταφαιδρύνεσθαι· κληρονομήσει γὰρ τότε τὴν τοῦ Θεοῦ βασιλείαν. Ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Μέγα καὶ οὐράνιον ἀληθῶς τὸ μυστήριον, καὶ ἀποκαλυφθὲν αὐτῷ πάντως που διὰ τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ, "ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως "ἀπόκρυφοι." αὐτὸς γάρ ἐστι καὶ τῶν ἔσεσθαι προσδοκωμένων