Fragmenta in sancti Pauli epistulam ii ad Corinthios

 Πιστὸς δὲ ὁ Θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ. Οὐδεὶς λέγει Κύριος Ἰησοῦς εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ· τὸ δὲ πνεῦμά ἐστιν ἀλήθεια,

 δόξαν δι' ἡμῶν. ἔθος γὰρ ἡμῖν ἁπάσης εὐχῆς κατακλείειν πέρας ἐν ὀνόματι τοῦ Χριστοῦ. ὅτι δὲ οὐκ ἂν ἀμοιρήσειεν αὐτὸς τοῦ δοξολογεῖσθαι πρέπειν, ἀκονιτ

 ὃν καὶ ἡμεῖς, ἀλλ' ὅλον ἑαυτὸν ἐν τῇ τοῦ Υἱοῦ φύσει μονονουχὶ γράφοντος τοῦ Πατρὸς καὶ οἷον οὐσιωδῶς ἐνσημαινομένου· ταύτῃτοι ἔφασκεν Ὁ ἑωρακὼς ἐμὲ ἑ

 Εὐωδιάζουσι τῷ Θεῷ καὶ Πατρὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, πρῶτον μὲν ὡς αὐτὸν ἔχοντες διὰ τοῦ Πνεύματος ἐνοικοῦντά τε καὶ ἐνηυλισμένον, εἶτα ὅτ

 Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκ

 αὐτὴν ὡς μηδὲ ὅλως δεδοξάσθαι δοκεῖν. ὅνπερ γὰρ τρόπον νυκτὸς μενούσης ἔτι καὶ τοῦ κατ' αὐτὴν σκότους τόδε τὸ σύμπαν καταμελαίνοντος, ἀπαστράπτει μὲν

 τε καὶ πάντως περιαιρεῖται τὸ κάλυμμα, γυμνῷ δὲ καὶ ἀπημφιεσμένῳ προσώπῳ τὸν ἱερὸν ὄψονται Μωσέα τὸ ἐκ τοῦ γράμματος προσωπεῖον ἤτοι κατασκίασμα τὸ

 Πνεύματος χαρισάμενος, προσθήσει τὸ λεῖπον κατ' ἐκεῖνο τοῦ καιροῦ, μετασχηματίσει δὲ καὶ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης

 Ἰησοῦ Χριστοῦ. Ὅτι εἰς Θεὸν ἡ πίστις, κἂν εἰ ἐν προσώπῳ πράττοιτο τοῦ Χριστοῦ, σαφηνιεῖ ὁ μυσταγωγὸς διὰ τῆς προκειμένης λέξεως· κέκληνται γὰρ Ἰουδαῖο

 Φαίνονται μὲν γὰρ ὑπέρ γε τῆς εἰς αὐτὸν εὐσεβείας καὶ αὐτὸν ἀνατλάντες τὸν θάνατον· πλὴν εἰ καὶ τοῦτο συνέβη παθεῖν αὐτοὺς, ἀλλ' οὖν ζῶσι, τῷ Θεῷ ζήσε

 οἱ ποτὲ πλανώμενοι, τὴν ἐκ πίστεως τῆς εἰς Χριστὸν ἀποκερδαίνωμεν ζωήν· τοιγάρτοι φασὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν

 καὶ ἐξ οὐρανοῦ οἰκητήριον, τουτέστι τὴν ἀφθαρσίαν, ἐπενδύσασθαι. στενάζομεν οὖν οὐκ ἀπόθεσιν τοῦ νῦν ὄντος ἐπιθυμοῦντες εὑρεῖν, ἐπαμφιέσασθαι δὲ μᾶλλο

 ἐν σαρκὶ, τουτέστιν ἐν ἀσθενείᾳ σαρκικῇ. καὶ πρός γε τῶν ἄλλων ἡ φθορὰ νοοῖτ' ἂν εἰκότως· ἐπειδὴ δὲ ἔφη οὐδένα ἐγνωκέναι κατὰ σάρκα, προσεπάγει τὰς τι

 Χριστὸς γὰρ ἡ θύρα καὶ αὐτὸς ἡ ὁδός. Ἐπειδὴ δὲ ἦν εἰκὸς ἀλογῆσαί τινας τῶν εὐαγγελικῶν κηρυγμάτων, καὶ λογίσασθαι παρ' οὐδὲν τὸν τῆς σωτηρίας καιρὸν τ

 ταῖς τοῦ Σωτῆρος ἐπιεικείαις, καὶ μὴ σαρκικῶς περιπατεῖν. εἰ γὰρ ἀπειθοῦσί τινες, οὐ ξύλοις αὐτοὺς καταπαίοντας καταβιάζεσθαι χρὴ, περιμένειν δὲ μᾶλλο

 Θεῷ γὰρ ἂν πρέποι καὶ μόνῳ τὸ δύνασθαι πάντα δρᾶν· ὡς καὶ αὐτοῦ τοῦ θανάτου καταλῦσαι τὸ κράτος, καὶ τὸ τῇ φθορᾷ κάτοχον σῶμα τῇ τῆς ἀφθαρσίας στεφανῶ

δόξαν δι' ἡμῶν. ἔθος γὰρ ἡμῖν ἁπάσης εὐχῆς κατακλείειν πέρας ἐν ὀνόματι τοῦ Χριστοῦ. ὅτι δὲ οὐκ ἂν ἀμοιρήσειεν αὐτὸς τοῦ δοξολογεῖσθαι πρέπειν, ἀκονιτὶ διοψόμεθα τοῦ μακαρίου προφητεύοντος Ἰακώβ "Ἰούδα, σὲ αἰνέσαισαν οἱ "ἀδελφοί σου·" ἀνέφυ γὰρ ἐκ τῆς Ἰούδα φυλῆς κατὰ σάρκα Χριστός· Ἡσαΐου γεμὴν τοῦ προφήτου λέγοντος "Εἶδον "τὸν Κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ 325 "ἐπηρμένου," περιεστηκότα δὲ τὰ σεραφεὶμ, ἅγιον αὐτὸν ἀποκαλοῦντα, καὶ κύριον σαβαὼθ ὀνομάζοντα, πλήρη τε λέγοντα εἶναι τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. ὅτι δὲ αὐτὸν τεθέαται τὸν Υἱὸν, ἀποδείξει λέγων ὁ σοφὸς ὁ Ἰωάννης "Ταῦτα δὲ εἶπεν Ἡσαΐας ὅτι εἶδεν τὴν δόξαν "αὐτοῦ καὶ ἐλάλησεν περὶ αὐτοῦ." οὐκοῦν καὶ εἰ ὁ Πατὴρ δοξάζοιτο δι' αὐτοῦ, καὶ ἐπειδὴ δὲ τέθειται "διὰ πίστεως ἱλαστήριον," γέγονε δὲ καὶ "τῶν ἁγίων λειτουργὸς" διὰ τὸ ἀνθρώπινον, ὡς θυσίαν πνευματικὴν τὴν ἑκάστου τῶν ἁγίων ἱερουργεῖ προσευχήν· δι' αὐτοῦ γὰρ ἡμῶν τὸ ἀμήν· καὶ οὐκ ἂν ἔξω νοοῖτο τοῦ καὶ προσκυνεῖσθαι δεῖν καὶ συνδοξάζεσθαι τῷ γεγεννηκότι παρά γε ἡμῶν αὐτῶν καὶ τῆς ἄνω πληθύος τῶν ἁγίων πνευμάτων. ἔφη δέ που θεσπέσιος Παῦλος "Οταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην", λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι "Θεοῦ·" καίτοι τίνι τῶν ὄντων ἀσυμφανὲς ὡς ἔστι Μονογενὴς καθ' ὃ ἂν νοοῖτο Θεός; μόνος γὰρ ἐκ μόνου γεγέννηται τοῦ Πατρός· ἐπειδὴ δὲ καθεὶς ἑαυτὸν ἐν τοῖς καθ' ἡμᾶς ἐν πολλοῖς γέγονεν ἀδελφοῖς, τότε τέθειται πρωτεύων αὐτός· καὶ πρός γε τῷ εἶναι Μονογενὴς ὡς Θεὸς, κεχρημάτικε καὶ πρωτότοκος διὰ τὸ ἀνθρώπινον. Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν κ.τ.λ. Βεβαιοῖ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ εἰς Χριστὸν, ὀρθὴν καὶ ἀκατάσειστον ἐνιδρυσάμενος πίστιν ταῖς ἁπάντων ψυχαῖς, φρονεῖν ἀναπείθων ὡς ἔστι φύσει τε καὶ ἀληθείᾳ Θεὸς, κἂν εἰ ἐν τῷ καθ' ἡμᾶς ὁρῷτο σχήματι, γεννηθεὶς κατὰ σάρκα ἐκ γυναικὸς ὁ ὑπὲρ πᾶσαν κτίσιν· καὶ γοῦν αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὁμολογοῦντι τῷ Πέτρῳ τὴν πίστιν, λέγοντί τε σαφῶς "Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ "ζῶντος," ἀντανεφώνει λέγων "Μακάριος εἶ σὺ Σίμων 326 "βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ' ὁ "Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς." ἐπειδὴ γὰρ παμμέγεθες τὸ μυστήριον, δέοιτ' ἂν εἰκότως μυσταγωγίας τῆς ἄνωθεν καὶ παρὰ Πατρός· βεβαιοῖ τοιγαροῦν ἡμᾶς αὐτὸς εἰς Χριστὸν ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ χρίσας Θεὸς καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. εἴη δ' ἂν οὐκ ἀσυμφανὲς καὶ διά γε τούτων ἡμῖν, ὅτι μὴ γέγονεν ὁ Υἱὸς "ναὶ καὶ οὔ·" Θεὸς δὲ μᾶλλον ἀληθινὸς, καὶ ἐφ' ἅπασι τοῖς ἀγαθοῖς "ἐν αὐτῷ "τὸ ναί·" Θεοῦ γὰρ ἡμᾶς σφραγίσαι τε καὶ χρίσαι λεγομένου, δόντος τε τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος, Χριστὸς ἂν εἴη πάλιν ὁ ταῦτα πληρῶν ἐν ἡμῖν, οὐχ ὑπουργικῶς, οὔτε μὴν ἀλλοτρίῳ καταχρίων τε ἡμᾶς καὶ σφραγίζων Πνεύματι, ἀλλ' αὐτῷ τῷ ἰδίῳ καὶ τῷ τοῦ Πατρός· ἐν γὰρ ἀμφοῖν τὸ Πνεῦμα τὸ Ἅγιον διὰ τὴν ταυτότητα τῆς οὐσίας οὐ μεμερισμένως, ἀλλ' ὡς ἐκ Πατρὸς δι' Υἱοῦ διῆκον ἐπὶ τὴν κτίσιν· ἐνεφύσησε γὰρ τοῖς ἁγίοις ἀποστόλοις λέγων "Λάβετε "Πνεῦμα Ἅγιον·" δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ πρὸς εἰκόνα κατεσφραγίσμεθα τὴν θείαν καὶ νοητήν· ἔφη γὰρ αὐτὸς ὁ θεῖος ἀπόστολος Γαλάταις ἐπιστέλλων "Τεκνία μου, οὓς "πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν·" εἰ δὲ εἰς Χριστὸν μορφούμενοι, τὸν θεῖον ἐν ἑαυτοῖς πλουτοῦμεν εἰκονισμὸν, αὐτὸς ἄρα ἐστὶν ἡ εἰκὼν τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ ἀκριβὴς ἐμφέρεια, καὶ οὐ καθάπερ ἡμεῖς κατὰ μέθεξιν ἁγιασμοῦ πρὸς ὁμοιότητα κεκλημένοι, φύσει δὲ μᾶλλον καὶ οὐσιωδῶς· Θεὸς γὰρ ὁ φύσει πρὸς τὸν φύσει τε καὶ ἀληθῶς Θεὸν καὶ ἐκ τῆς αὐτοῦ γεγενημένον οὐσίας, οὐδὲν ἂν ἔχοι τὸ ἀπεοικός· ἐσφραγίσθαι δὲ καὶ αὐτὸν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, Ἰωάννης φησὶν ὁ σοφώτατος· "Ὁ λαβὼν γὰρ"αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής 327 "ἐστιν·" ἐσφράγισται δὲ πάλιν οὐκ ἐν ἴσῳ τρόπῳ καθ'