Fragmenta in sancti Pauli epistulam ii ad Corinthios

 Πιστὸς δὲ ὁ Θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ. Οὐδεὶς λέγει Κύριος Ἰησοῦς εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ· τὸ δὲ πνεῦμά ἐστιν ἀλήθεια,

 δόξαν δι' ἡμῶν. ἔθος γὰρ ἡμῖν ἁπάσης εὐχῆς κατακλείειν πέρας ἐν ὀνόματι τοῦ Χριστοῦ. ὅτι δὲ οὐκ ἂν ἀμοιρήσειεν αὐτὸς τοῦ δοξολογεῖσθαι πρέπειν, ἀκονιτ

 ὃν καὶ ἡμεῖς, ἀλλ' ὅλον ἑαυτὸν ἐν τῇ τοῦ Υἱοῦ φύσει μονονουχὶ γράφοντος τοῦ Πατρὸς καὶ οἷον οὐσιωδῶς ἐνσημαινομένου· ταύτῃτοι ἔφασκεν Ὁ ἑωρακὼς ἐμὲ ἑ

 Εὐωδιάζουσι τῷ Θεῷ καὶ Πατρὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, πρῶτον μὲν ὡς αὐτὸν ἔχοντες διὰ τοῦ Πνεύματος ἐνοικοῦντά τε καὶ ἐνηυλισμένον, εἶτα ὅτ

 Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκ

 αὐτὴν ὡς μηδὲ ὅλως δεδοξάσθαι δοκεῖν. ὅνπερ γὰρ τρόπον νυκτὸς μενούσης ἔτι καὶ τοῦ κατ' αὐτὴν σκότους τόδε τὸ σύμπαν καταμελαίνοντος, ἀπαστράπτει μὲν

 τε καὶ πάντως περιαιρεῖται τὸ κάλυμμα, γυμνῷ δὲ καὶ ἀπημφιεσμένῳ προσώπῳ τὸν ἱερὸν ὄψονται Μωσέα τὸ ἐκ τοῦ γράμματος προσωπεῖον ἤτοι κατασκίασμα τὸ

 Πνεύματος χαρισάμενος, προσθήσει τὸ λεῖπον κατ' ἐκεῖνο τοῦ καιροῦ, μετασχηματίσει δὲ καὶ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης

 Ἰησοῦ Χριστοῦ. Ὅτι εἰς Θεὸν ἡ πίστις, κἂν εἰ ἐν προσώπῳ πράττοιτο τοῦ Χριστοῦ, σαφηνιεῖ ὁ μυσταγωγὸς διὰ τῆς προκειμένης λέξεως· κέκληνται γὰρ Ἰουδαῖο

 Φαίνονται μὲν γὰρ ὑπέρ γε τῆς εἰς αὐτὸν εὐσεβείας καὶ αὐτὸν ἀνατλάντες τὸν θάνατον· πλὴν εἰ καὶ τοῦτο συνέβη παθεῖν αὐτοὺς, ἀλλ' οὖν ζῶσι, τῷ Θεῷ ζήσε

 οἱ ποτὲ πλανώμενοι, τὴν ἐκ πίστεως τῆς εἰς Χριστὸν ἀποκερδαίνωμεν ζωήν· τοιγάρτοι φασὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν

 καὶ ἐξ οὐρανοῦ οἰκητήριον, τουτέστι τὴν ἀφθαρσίαν, ἐπενδύσασθαι. στενάζομεν οὖν οὐκ ἀπόθεσιν τοῦ νῦν ὄντος ἐπιθυμοῦντες εὑρεῖν, ἐπαμφιέσασθαι δὲ μᾶλλο

 ἐν σαρκὶ, τουτέστιν ἐν ἀσθενείᾳ σαρκικῇ. καὶ πρός γε τῶν ἄλλων ἡ φθορὰ νοοῖτ' ἂν εἰκότως· ἐπειδὴ δὲ ἔφη οὐδένα ἐγνωκέναι κατὰ σάρκα, προσεπάγει τὰς τι

 Χριστὸς γὰρ ἡ θύρα καὶ αὐτὸς ἡ ὁδός. Ἐπειδὴ δὲ ἦν εἰκὸς ἀλογῆσαί τινας τῶν εὐαγγελικῶν κηρυγμάτων, καὶ λογίσασθαι παρ' οὐδὲν τὸν τῆς σωτηρίας καιρὸν τ

 ταῖς τοῦ Σωτῆρος ἐπιεικείαις, καὶ μὴ σαρκικῶς περιπατεῖν. εἰ γὰρ ἀπειθοῦσί τινες, οὐ ξύλοις αὐτοὺς καταπαίοντας καταβιάζεσθαι χρὴ, περιμένειν δὲ μᾶλλο

 Θεῷ γὰρ ἂν πρέποι καὶ μόνῳ τὸ δύνασθαι πάντα δρᾶν· ὡς καὶ αὐτοῦ τοῦ θανάτου καταλῦσαι τὸ κράτος, καὶ τὸ τῇ φθορᾷ κάτοχον σῶμα τῇ τῆς ἀφθαρσίας στεφανῶ

ταῖς τοῦ Σωτῆρος ἐπιεικείαις, καὶ μὴ σαρκικῶς περιπατεῖν. εἰ γὰρ ἀπειθοῦσί τινες, οὐ ξύλοις αὐτοὺς καταπαίοντας καταβιάζεσθαι χρὴ, περιμένειν δὲ μᾶλλον τὴν ἑκούσιον αὐτῶν πρὸς Θεὸν ἐπιστροφήν. Ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα· τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ. Οἱ μὲν γὰρ εἰδότες εὐδοκιμεῖν ἐν μάχαις, καὶ τοῖς πολεμοῦσιν αὐτοὺς ἀντανιστάμενοι σαρκικῶς, σαρκικὴν ἂν ἔχοιεν καὶ μάλα εἰκότως τὴν παντευχίαν· κράνη γὰρ αὐτοῖς καὶ θώρακες ὅπλα τε καὶ ξίφη καὶ τὰ δι' ὧν ἂν δύναιντο νικᾶν· ἡμῖν δὲ ἡ πάλη καὶ ὁ τοῦ πολέμου τρόπος ὅπλων χρῄζει 358 πνευματικῶν. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τὸν ἐν Χριστῷ νοούμενον στρατιώτην, ταῖς οὕτω λαμπραῖς εὐοπλίαις κατασεμνύνεσθαι δεῖν εὖ μάλα φησί· θώρακα μὲν γὰρ αὐτῷ περιτίθησι δικαιοσύνην, περικεφαλαίαν δὲ σωτηρίου, "καὶ "τὴν μάχαιραν τοῦ Πνεύματος ὅ ἐστι ῥῆμα Θεοῦ," καὶ πρὸς τούτοις ἔτι "τὸν θυρεὸν τῆς πίστεως," δι' οὗ δὴ πάντα τὰ πεπυρωμένα τοῦ πονηροῦ κατασβέννυται βέλη. οὐκοῦν οὐ σαρκικὰ τῶν ἁγίων τὰ βέλη, πνευματικὰ δὲ μᾶλλον καὶ δυνατὰ τῷ Θεῷ, χρήσιμά τε πρὸς καθαίρεσιν ὀχυρωμάτων, τῶν ἑλληνικῶν δογμάτων φημὶ καὶ αἱρετικῶν, καὶ πρὸς τὸ ἀποφαίνειν τοὺς ἐκείνων συλλογισμοὺς σαθρούς τε καὶ ἀτεχνεστάτους καὶ ἀσυνέτως συντεθειμένους. τοιούτους οὖν καθαιρήσωμεν καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· αἰχμαλωτιοῦμεν δὲ πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, ἀντὶ τοῦ Πᾶν ὕψωμα κατὰ τοῦ Θεοῦ ἐπαιρόμενον ἐννοιῶν δυσσεβῶν καθαιρήσωμεν, καὶ ταῖς πρεπούσαις φωναῖς δοξολογήσωμεν, μηδὲν ταπεινὸν περὶ αὐτοῦ φανταζόμενοι· ὀνήσομεν γὰρ καὶ ἑτέρους, εἰς ὀρθὴν καὶ ἀπλανεστάτην ἐννοιῶν ἀποκομίζοντες τρίβον, ὅπως ἐκδικήσωμεν πᾶσαν παρακοὴν, πληρωθείσης πρότερον τῆς ἡμῶν· ἔσται γὰρ μέγας ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν οὐχ ὁ διδάξας μόνον, ἀλλ' εἴ τις τῷ λόγῳ προσεπάγειν βούλοιτο τὰ ἐξ ἔργων ἀγαθῶν αὐχήματα. Ἐπεὶ δοκιμὴν ζητεῖτε κ.τ.λ. Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζησόμεθα ἐν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς. Ἀπειλεῖ τοῖς ἐν Κορίνθῳ προημαρτηκόσιν, ὡς εἰ μὴ βούλοιντο δρᾶν ἃ προσῆκε καὶ διαζῆν ἁγίως, πάλιν οὐ φείσεται· τὸ δέ Πάλιν τῆς ἤδη γεγενημένης ἀγανακτήσεως ἀνάμνησιν ἔχει. ὅτι δὲ πάντως τοῖς πταίουσιν ἐπιτιμήσειεν, ἐνεργὸν ἔσται τὸ ῥῆμα αὐτοῦ, πειρᾶται προσαναπείθειν καὶ ὡς 359 ἀπό γε τῶν ἤδη παρῳχηκότων καὶ τῶν ἔσεσθαι προσδοκωμένων· ταύτῃτοί φησιν Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. εἰκὸς γὰρ, φησὶ, περιμένετε καὶ διὰ τῶν δευτέρων ἰδεῖν πότερόν ποτε Χριστὸς ἐν ἐμοὶ λαλεῖ, καὶ πρὸς πέρας ἄγει τοὺς τῶν ἐπιτιμήσεων τρόπους· μὴ γὰρ οἴεσθε, φησὶ, κατά τινας τῶν ἀπίστων ἔτι καὶ ὑβριστῶν ἀσθενεῖν αὐτόν· δυνατεῖ γὰρ ἐν ὑμῖν, δῆλον ὅτι τοῖς πεπιστευκόσι καὶ ὑπ' αὐτῷ γεγονόσιν, ἐν οἷς καὶ ἀναγκαίαν χαρίζεται τὴν φροντίδα, καὶ πλημμελοῦντας ἐπιστρέφει. δυνατεῖ τοιγαροῦν ἐν ὑμῖν· ἐνεργεῖ γὰρ ὡς Θεὸς καὶ ἀληθεῖς ἀποφαίνει τὰς τῶν ἁγίων φωνάς· καὶ τὸν ἐμὸν ἰσχύοντα πάντη τε καὶ πάντως εὑρήσετε λόγον· εἰμὶ γὰρ ὁ λαλῶν οὐκ αὐτὸς ἐγὼ, Χριστὸς δὲ μᾶλλον ὁ ἐν ἐμοί. ἐπειδὴ δὲ ποιεῖται μνήμην τῶν ἐκ πολλῆς ἄγαν ἀβελτερίας οἰηθέντων ἀληθῶς ἀσθενῆσαι Χριστὸν, διά τοι τὸ ὑπομεῖναι σταυρὸν, καὶ τῆς Ἰουδαίων ἀνασχέσθαι σκαιότητος ἤγουν δυσσεβείας, ἀπολογεῖται χρησίμως, τὴν τοῦ μυστηρίου δύναμιν εἰς μέσον ἄγων ἐπὶ καιροῦ, καὶ τὴν ἑκούσιον κένωσιν τοῦ Μονογενοῦς ἐξηγούμενος, καὶ τῆς μετὰ τοῦτο δόξης τὴν ἀσύγκριτον ὑπεροχήν. ναὶ γάρ φησιν, ὡς γοῦν οἴονται κατὰ σφὰς αὐτοὺς οἱ τοῦ πιστεύειν ἔτι μακρὰν, ἐσταυρώθη ἐξ ἀσθενείας, πέπονθεν ὡς ἄνθρωπος, καὶ τὸν ἐν σαρκὶ θάνατον ὑπέμεινεν ἑκὼν, ἀλλ' ἦν ἀναγκαῖον εἰδέναι πρὸς τούτοις, ὅτι σκυλεύσας τὸν ᾅδην, καὶ πατήσας τοῦ θανάτου τὸ κράτος, ἀνεβίω τριήμερος, οὐκ ἀνθρωπείᾳ δυνά 360 μει χρώμενος ἀλλὰ θείᾳ τε καὶ ἀποῤῥήτῳ·