Fragmenta in sancti Pauli epistulam ii ad Corinthios

 Πιστὸς δὲ ὁ Θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ. Οὐδεὶς λέγει Κύριος Ἰησοῦς εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ· τὸ δὲ πνεῦμά ἐστιν ἀλήθεια,

 δόξαν δι' ἡμῶν. ἔθος γὰρ ἡμῖν ἁπάσης εὐχῆς κατακλείειν πέρας ἐν ὀνόματι τοῦ Χριστοῦ. ὅτι δὲ οὐκ ἂν ἀμοιρήσειεν αὐτὸς τοῦ δοξολογεῖσθαι πρέπειν, ἀκονιτ

 ὃν καὶ ἡμεῖς, ἀλλ' ὅλον ἑαυτὸν ἐν τῇ τοῦ Υἱοῦ φύσει μονονουχὶ γράφοντος τοῦ Πατρὸς καὶ οἷον οὐσιωδῶς ἐνσημαινομένου· ταύτῃτοι ἔφασκεν Ὁ ἑωρακὼς ἐμὲ ἑ

 Εὐωδιάζουσι τῷ Θεῷ καὶ Πατρὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, πρῶτον μὲν ὡς αὐτὸν ἔχοντες διὰ τοῦ Πνεύματος ἐνοικοῦντά τε καὶ ἐνηυλισμένον, εἶτα ὅτ

 Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκ

 αὐτὴν ὡς μηδὲ ὅλως δεδοξάσθαι δοκεῖν. ὅνπερ γὰρ τρόπον νυκτὸς μενούσης ἔτι καὶ τοῦ κατ' αὐτὴν σκότους τόδε τὸ σύμπαν καταμελαίνοντος, ἀπαστράπτει μὲν

 τε καὶ πάντως περιαιρεῖται τὸ κάλυμμα, γυμνῷ δὲ καὶ ἀπημφιεσμένῳ προσώπῳ τὸν ἱερὸν ὄψονται Μωσέα τὸ ἐκ τοῦ γράμματος προσωπεῖον ἤτοι κατασκίασμα τὸ

 Πνεύματος χαρισάμενος, προσθήσει τὸ λεῖπον κατ' ἐκεῖνο τοῦ καιροῦ, μετασχηματίσει δὲ καὶ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης

 Ἰησοῦ Χριστοῦ. Ὅτι εἰς Θεὸν ἡ πίστις, κἂν εἰ ἐν προσώπῳ πράττοιτο τοῦ Χριστοῦ, σαφηνιεῖ ὁ μυσταγωγὸς διὰ τῆς προκειμένης λέξεως· κέκληνται γὰρ Ἰουδαῖο

 Φαίνονται μὲν γὰρ ὑπέρ γε τῆς εἰς αὐτὸν εὐσεβείας καὶ αὐτὸν ἀνατλάντες τὸν θάνατον· πλὴν εἰ καὶ τοῦτο συνέβη παθεῖν αὐτοὺς, ἀλλ' οὖν ζῶσι, τῷ Θεῷ ζήσε

 οἱ ποτὲ πλανώμενοι, τὴν ἐκ πίστεως τῆς εἰς Χριστὸν ἀποκερδαίνωμεν ζωήν· τοιγάρτοι φασὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν

 καὶ ἐξ οὐρανοῦ οἰκητήριον, τουτέστι τὴν ἀφθαρσίαν, ἐπενδύσασθαι. στενάζομεν οὖν οὐκ ἀπόθεσιν τοῦ νῦν ὄντος ἐπιθυμοῦντες εὑρεῖν, ἐπαμφιέσασθαι δὲ μᾶλλο

 ἐν σαρκὶ, τουτέστιν ἐν ἀσθενείᾳ σαρκικῇ. καὶ πρός γε τῶν ἄλλων ἡ φθορὰ νοοῖτ' ἂν εἰκότως· ἐπειδὴ δὲ ἔφη οὐδένα ἐγνωκέναι κατὰ σάρκα, προσεπάγει τὰς τι

 Χριστὸς γὰρ ἡ θύρα καὶ αὐτὸς ἡ ὁδός. Ἐπειδὴ δὲ ἦν εἰκὸς ἀλογῆσαί τινας τῶν εὐαγγελικῶν κηρυγμάτων, καὶ λογίσασθαι παρ' οὐδὲν τὸν τῆς σωτηρίας καιρὸν τ

 ταῖς τοῦ Σωτῆρος ἐπιεικείαις, καὶ μὴ σαρκικῶς περιπατεῖν. εἰ γὰρ ἀπειθοῦσί τινες, οὐ ξύλοις αὐτοὺς καταπαίοντας καταβιάζεσθαι χρὴ, περιμένειν δὲ μᾶλλο

 Θεῷ γὰρ ἂν πρέποι καὶ μόνῳ τὸ δύνασθαι πάντα δρᾶν· ὡς καὶ αὐτοῦ τοῦ θανάτου καταλῦσαι τὸ κράτος, καὶ τὸ τῇ φθορᾷ κάτοχον σῶμα τῇ τῆς ἀφθαρσίας στεφανῶ

τε καὶ πάντως "περιαιρεῖται τὸ "κάλυμμα," γυμνῷ δὲ καὶ ἀπημφιεσμένῳ προσώπῳ τὸν ἱερὸν ὄψονται Μωσέα τὸ ἐκ τοῦ γράμματος προσωπεῖον ἤτοι κατασκίασμα τὸ ἐκ τῆς ἐμφανοῦς ἱστορίας οὐκ ἔχοντα. εἰσὶ γὰρ ἐν τούτοις οἱ ἐν Χριστῷ τὴν ἐλευθέραν τοῦ Πνεύματος ἀποκάλυψιν πλουσίως εἰσδεδεγμένοι. εἰ δὲ ἔνθα που πέρ ἐστι τὸ Πνεῦμα, ἐκεῖ πάντως καὶ ἡ ἐλευθερία, πῶς οὐκ ἐλεύθερον κατὰ φύσιν ἐστίν; εἰ δὲ τοῦτο, καὶ τῶν τῆς δουλείας ἀνῴκισται μέτρων, καὶ γενητὸν μὲν οὐκέτι, συντάττοιτο δ' ἂν εἰκότως τῇ ἀνωτάτω τε καὶ ἐλευθέρᾳ φύσει, ᾗ τὸ κατὰ πάντων μετέστι κράτος· Πνεῦμα γάρ ἐστι τοῦ Πατρὸς ἐξ αὐτοῦ διῆκον ἐπὶ τὴν κτίσιν ἐν Χριστῷ. 338 Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος. Μωσῆς μὲν γὰρ ἐπετίθει ἑαυτῷ κάλυμμα διά τοι τὸ μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ κατιδεῖν "τὴν δόξαν τοῦ προσ"ώπου αὐτοῦ·" ψυχικοὶ γὰρ ἦσαν καὶ σαρκικοὶ καὶ ἀτελεῖς εἰς πίστιν· ἡμεῖς δὲ οἱ πιστοὶ διὰ τῆς τοῦ Πνεύματος δᾳδουχίας πεφωτισμένην ἔχοντες τὴν καρδίαν καὶ καθαρῶς βλέπειν εἰδότα τῆς διανοίας τὸν ὀφθαλμὸν ἀνακεκαλυμμένῳ προσώπῳ τεθεάμεθα τὸν Κύριον· λελάληκε γὰρ ἡμῖν καὶ ὤφθη ἐν δόξῃ καὶ ὑπεροχῇ τῇ θεοπρεπεστάτῃ· Θεὸν γὰρ αὐτὸν ἐγνώκαμεν χαρακτῆρα τῆς ὑποστάσεως τοῦ Πατρός. ὡς ἐν ἐσόπτρῳ οὖν θεωροῦμεν τὴν θείαν καὶ ἀπόῤῥητον φύσιν, μεταπλάττεται γὰρ ὥσπερ τῶν πιστευόντων ὁ νοῦς ἐκ νομικῆς εὐμαθείας εἰς παίδευσιν εὐαγγελικὴν, καὶ μεταμορφοῦται τρόπον τινὰ εἰς εἴδησιν τὴν πνευματικὴν, σκιᾶς ἢ τύπων οὐκ ἀνεχόμενος, ἀλλ' ἐκ δόξης τῆς κατὰ τὸν νόμον εἰς δόξαν ἑτέραν τὴν ἐν Χριστῷ διὰ Πνεύματος μεταφοιτᾶν ᾑρημένος. οὐκοῦν τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα· μεθιστάντες γὰρ τοὺς τύπους εἰς ἀλήθειαν, καὶ ἐκ τῆς κατὰ τὸν νόμον σκιᾶς τὸ Χριστοῦ μυστήριον τῇ τῶν ἐννοιῶν ἰσχνότητι διαμορφοῦντες, ὡς ἐν εἴδει τὴν αὐτὴν εὑρήσομεν δόξαν· εἰ γὰρ δέδοται δόξα τοῖς διακονοῦσι τὸν νόμον, μείζων καὶ ἀσυγκρίτως ὑπερκειμένη τὴν πρώτην ἡ τῶν ἁγίων ἱερουργῶν, οἳ καὶ ἱκάνωνται παρὰ Θεοῦ διάκονοι "καινῆς διαθήκης οὐ "γράμματος ἀλλὰ πνεύματος." πρόδηλον δήπου καὶ οὐδενὶ τῶν ὄντων ἀσυμφανὲς, ὅτι πάντη τε καὶ πάντως οἱ ἐκ νομικῆς παιδεύσεως μεθιστάμενοι πρὸς ἀκρίβειαν εὐαγγελικὴν, 339 ἐκ δόξης ὥσπερ τῆς πρώτης εἰς δόξαν ἰόντες ἑτέραν νοηθεῖεν ἂν, καὶ οἷον πρὸς τὰ ἀμείνω μεταπλαττόμενοι. τὸ δὲ δὴ μεθιστᾶν εἰς τοῦτο αὐτοὺς τὸ Πνεῦμά ἐστι, τὸ τῆς ἐκ νόμου δουλείας ἐλευθεροῦν· ἐν αὐτῷ γὰρ "κράζομεν Ἀββᾶ ὁ "πατὴρ" ὡς υἱοὶ καὶ ἐλεύθεροι. ἔστι δὲ οὐχ ἑτέρως τῆς κατὰ τὸν νόμον ἰσχνολογίας τὸ βάθος ἰδεῖν, πλὴν ὅτι διὰ μόνου τοῦ Ἁγίου Πνεύματος· αὐτὸ γάρ ἐστι καὶ τὸ ἐρευνοῦν "καὶ "τὰ βάθη τοῦ Θεοῦ." βάθη δὲ Θεοῦ, τὴν ἐν τοῖς ἱεροῖς γράμμασι τεθησαυρισμένην γνῶσιν ὠνομάσθαι φαμέν· ταύτῃ τοι καὶ ὁ θεσπέσιος ∆αυεὶδ τὰς πρὸς Θεὸν ἐποιεῖτο λιτὰς οὕτω λέγων "Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατα"νοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου·" ἐποιεῖτο δὲ καὶ αὐτὸς ὁ Σωτὴρ οὐκ ἀθαύμαστον τὸν ἐκ νομικῆς εἰδήσεως ἀναβαίνοντα πρὸς πνευματικὴν τουτέστι τὴν εὐαγγελικήν· ἔφη γὰρ ὅτι "∆ιὰ τοῦτο λέγω ὑμῖν ὅτι πᾶς γραμματεὺς "μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστιν ἀν"θρώπῳ πλουσίῳ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ "νέα καὶ παλαιά." παλαιὰ μὲν γὰρ, τὰ ἐν νόμῳ· νέα γεμὴν, τὰ ἐν Χριστῷ. εἰ δὲ δή τις βούλοιτο καὶ καθ' ἕτερον νοεῖσθαι τρόπον τὴν ἐκ δόξης εἰς δόξαν μεταμόρφωσιν τῆς αὐτῆς ἡμῶν εἰκόνος, παραδέξεταί τι τοιοῦτον εἰς νοῦν, ὅτι ὅσοι Χριστὸν ἐγνώκαμεν, καταλελογίσμεθα δὲ καὶ ἐν τέκνοις Θεοῦ, πάντη τε καὶ πάντως ἐσμὲν ἐν δόξῃ· κατὰ δέ γε τὸν τῆς ἀναστάσεως καιρὸν τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν καθάπερ ἀπὸ κυρίου πνεύματος· αὐτὸς γὰρ ἡμῖν ὁ Χριστὸς, ὁ "τὸν ἀῤῥαβῶνα τοῦ