Fragmenta in sancti Pauli epistulam ii ad Corinthios

 Πιστὸς δὲ ὁ Θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ. Οὐδεὶς λέγει Κύριος Ἰησοῦς εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ· τὸ δὲ πνεῦμά ἐστιν ἀλήθεια,

 δόξαν δι' ἡμῶν. ἔθος γὰρ ἡμῖν ἁπάσης εὐχῆς κατακλείειν πέρας ἐν ὀνόματι τοῦ Χριστοῦ. ὅτι δὲ οὐκ ἂν ἀμοιρήσειεν αὐτὸς τοῦ δοξολογεῖσθαι πρέπειν, ἀκονιτ

 ὃν καὶ ἡμεῖς, ἀλλ' ὅλον ἑαυτὸν ἐν τῇ τοῦ Υἱοῦ φύσει μονονουχὶ γράφοντος τοῦ Πατρὸς καὶ οἷον οὐσιωδῶς ἐνσημαινομένου· ταύτῃτοι ἔφασκεν Ὁ ἑωρακὼς ἐμὲ ἑ

 Εὐωδιάζουσι τῷ Θεῷ καὶ Πατρὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, πρῶτον μὲν ὡς αὐτὸν ἔχοντες διὰ τοῦ Πνεύματος ἐνοικοῦντά τε καὶ ἐνηυλισμένον, εἶτα ὅτ

 Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκ

 αὐτὴν ὡς μηδὲ ὅλως δεδοξάσθαι δοκεῖν. ὅνπερ γὰρ τρόπον νυκτὸς μενούσης ἔτι καὶ τοῦ κατ' αὐτὴν σκότους τόδε τὸ σύμπαν καταμελαίνοντος, ἀπαστράπτει μὲν

 τε καὶ πάντως περιαιρεῖται τὸ κάλυμμα, γυμνῷ δὲ καὶ ἀπημφιεσμένῳ προσώπῳ τὸν ἱερὸν ὄψονται Μωσέα τὸ ἐκ τοῦ γράμματος προσωπεῖον ἤτοι κατασκίασμα τὸ

 Πνεύματος χαρισάμενος, προσθήσει τὸ λεῖπον κατ' ἐκεῖνο τοῦ καιροῦ, μετασχηματίσει δὲ καὶ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης

 Ἰησοῦ Χριστοῦ. Ὅτι εἰς Θεὸν ἡ πίστις, κἂν εἰ ἐν προσώπῳ πράττοιτο τοῦ Χριστοῦ, σαφηνιεῖ ὁ μυσταγωγὸς διὰ τῆς προκειμένης λέξεως· κέκληνται γὰρ Ἰουδαῖο

 Φαίνονται μὲν γὰρ ὑπέρ γε τῆς εἰς αὐτὸν εὐσεβείας καὶ αὐτὸν ἀνατλάντες τὸν θάνατον· πλὴν εἰ καὶ τοῦτο συνέβη παθεῖν αὐτοὺς, ἀλλ' οὖν ζῶσι, τῷ Θεῷ ζήσε

 οἱ ποτὲ πλανώμενοι, τὴν ἐκ πίστεως τῆς εἰς Χριστὸν ἀποκερδαίνωμεν ζωήν· τοιγάρτοι φασὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν

 καὶ ἐξ οὐρανοῦ οἰκητήριον, τουτέστι τὴν ἀφθαρσίαν, ἐπενδύσασθαι. στενάζομεν οὖν οὐκ ἀπόθεσιν τοῦ νῦν ὄντος ἐπιθυμοῦντες εὑρεῖν, ἐπαμφιέσασθαι δὲ μᾶλλο

 ἐν σαρκὶ, τουτέστιν ἐν ἀσθενείᾳ σαρκικῇ. καὶ πρός γε τῶν ἄλλων ἡ φθορὰ νοοῖτ' ἂν εἰκότως· ἐπειδὴ δὲ ἔφη οὐδένα ἐγνωκέναι κατὰ σάρκα, προσεπάγει τὰς τι

 Χριστὸς γὰρ ἡ θύρα καὶ αὐτὸς ἡ ὁδός. Ἐπειδὴ δὲ ἦν εἰκὸς ἀλογῆσαί τινας τῶν εὐαγγελικῶν κηρυγμάτων, καὶ λογίσασθαι παρ' οὐδὲν τὸν τῆς σωτηρίας καιρὸν τ

 ταῖς τοῦ Σωτῆρος ἐπιεικείαις, καὶ μὴ σαρκικῶς περιπατεῖν. εἰ γὰρ ἀπειθοῦσί τινες, οὐ ξύλοις αὐτοὺς καταπαίοντας καταβιάζεσθαι χρὴ, περιμένειν δὲ μᾶλλο

 Θεῷ γὰρ ἂν πρέποι καὶ μόνῳ τὸ δύνασθαι πάντα δρᾶν· ὡς καὶ αὐτοῦ τοῦ θανάτου καταλῦσαι τὸ κράτος, καὶ τὸ τῇ φθορᾷ κάτοχον σῶμα τῇ τῆς ἀφθαρσίας στεφανῶ

Χριστὸς γὰρ ἡ θύρα καὶ αὐτὸς ἡ ὁδός. Ἐπειδὴ δὲ ἦν εἰκὸς ἀλογῆσαί τινας τῶν εὐαγγελικῶν κηρυγμάτων, καὶ λογίσασθαι παρ' οὐδὲν τὸν τῆς σωτηρίας καιρὸν τὸν εὐπρόσδεκτον ἀληθῶς, παρωθεῖσθαί τε καὶ μετὰ τοῦτο τὴν πίστιν, προσεπινοεῖ τι πάλιν αὐτοῖς ὁ μυσταγωγὸς οὐκ ἀνικάνως ἔχον εἰς ἐντροπὴν, καὶ πρὸς τὸ ἀναπεῖσαι ῥᾳδίως μὴ ἀναπίπτειν εἰς ῥᾳθυμίας, ἐπιδράξασθαι δὲ μᾶλλον τῆς ἐν Χριστῷ ζωῆς· καί φησι περὶ τοῦ Θεοῦ καὶ Πατρός Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ. ὅμοιον ὡσεὶ λέγοι Τὸν οὐδὲν ἡμαρτηκότα πώποτε παρεσκεύασε παθεῖν τὸ τῶν σφόδρα φιλαμαρτημόνων, ἵν' ἡμᾶς ἀποφήνῃ δικαίους τὴν εἰς αὐτὸν πίστιν εἰσδεδεγμένους· ὑπέμεινε γὰρ "σταυρὸν, "αἰσχύνης καταφρονήσας·" εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν ὁ πάντων ἀντάξιος. ὅταν τοίνυν ἁμαρτία γενέσθαι λέγηται, μὴ ὑπολάβῃς ὅτι πέπραχεν ἁμαρτίαν· οὐ γὰρ οἶδεν πλημμελεῖν Θεὸς ὢν ὁ Λόγος· ἴσθι δὲ μᾶλλον ὅτι δέδοται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· καθάπερ ἀμέλει καὶ τὰ ὑπὲρ ἁμαρτίας σφάγια, κατὰ τὸν Μωσέως νόμον, ἁμαρτίας ὠνόμαζον· γέγραπται γοῦν ἐν προφήταις περὶ τῶν 356 ἱερᾶσθαι προστεταγμένων "Ἁμαρτίας λαοῦ μου φάγονται, "καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήψονται τὰς ψυχὰς αὐτῶν·" ἤσθιον γὰρ τὰ ὑπὲρ ἁμαρτιῶν θύματα κατὰ τὸν νόμον, οἱ τῶν θείων θυσιαστηρίων ἐπιμεληταὶ καὶ διάκονοι. μέγα τοίνυν πρὸς ἐντροπὴν τοῖς ἐθέλουσι ῥᾳθυμεῖν τὸ διενθυμεῖσθαι σοφῶς ὅτι τοῖς ἁμαρτωλοῖς συγκατεδικάσθη καὶ συγκεκρέμαται δι' ἡμᾶς ὁ μὴ εἰδὼς ἁμαρτίαν ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ· δεδικαιώμεθα γὰρ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς "οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν "ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος" διὰ πίστεως τῆς ἐν Χριστῷ. Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ κ.τ.λ. Πολλοὶ ἦσαν τῶν Ἀθήνῃσι σοφῶν, τοῖς ἐν Κορίνθῳ συνδιαιτώμενοι, οἳ μωρίαν ἡγοῦντο τὸν τοῦ Σωτῆρος σταυρὸν, καὶ τὸν τῆς θεοπνεύστου γραφῆς διαγγέλλοντα λόγον, ἀγύρτην καὶ σπερμολόγον ὁμοῦ τοῖς ἄλλοις ἁγίοις καὶ αὐτὸν ὠνόμαζον τὸν μακάριον Παῦλον· ἕτεροι δέ τινες τῶν ἐκ περιτομῆς κατεπεφύοντο πάλιν τῶν πεπιστευκότων, ἐπαινοῦντες τὴν περιτομὴν καὶ τὰς νομικὰς θυσίας, ἐξεστηκότα τε λέγοντες τὸν μακάριον Παῦλον, ὡς τοῖς ἀρχαίοις θεσπίσμασιν ἀνοσίως πολεμεῖν ᾑρημένον. πρὸς δὲ τοὺς τοιούτους παρωτρύνοντο μὲν καὶ μάλα εἰκότως τῶν Κορινθίων οἱ ζηλωταὶ, χεῖρας δὲ αὐτοῖς ἐπιφέρειν ἤθελον, ὡς ἐχθροῖς τοῦ θείου κηρύγματος· ἐπειδὴ δὲ ἦν ἀκαλλὲς λίαν τὸ χρῆμα, καὶ τῆς ἁγίοις πρεπούσης ἐπιεικείας ὡς ἀπωτάτω· "∆οῦλον γὰρ "Κυρίου οὐ δεῖ μάχεσθαι, κατὰ τὸ γεγραμμένον, ἀλλ' ἤπιον 357 "εἶναι πρὸς πάντας, ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδια"τιθεμένους·" ἐπιτάττει λέγων Αὐτὸς δὲ ἐγὼ Παῦλος ὁ τῶν θείων μυστηρίων ἱερουργὸς, ὁ ταμίας καὶ ἀπόστολος, ὁ ζήλῳ διαπρεπὴς, παραθήγων καὶ ὑμᾶς αὐτοὺς εἰς τὸ λέγειν σὺν ἐμοί " ̓Εμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος," παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, "ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, "παρεδίδου δὲ τῷ κρίνοντι δικαίως." ἐπὶ καιροῦ τοιγαροῦν τῆς Χριστοῦ ζωῆς εἰς ἀνάμνησιν αὐτοὺς ἀποφέρει, πραοτάτους καὶ ἐπιεικεῖς καθιστάς· ἐγὼ δὲ αὐτός φησιν Παῦλος ὁ παρὼν μὲν ἐν ὑμῖν κατὰ πρόσωπόν εἰμι ταπεινὸς, οὐ γαῦρος, οὔτε μὴν ἠκονημένος εἰς ἔριδάς τε καὶ μάχας, ὃς θαῤῥῶ μὲν ἀπὼν, δέομαι δὲ καὶ νῦν μὴ παρὼν θαῤῥῆσαι· ὅτι καθάπερ ἔπεισί μοι λογίζεσθαι, κατ' οὐδένα τρόπον τολμήσετε κατά τινων οἰομένων ἡμᾶς ὡς κατὰ σάρκα περιπατεῖν, τουτέστι πολιτεύεσθαι σαρκικῶς ἐν ἔριδί τε καὶ ζήλῳ· "ὅπου γὰρ, φησὶ, "ζῆλος καὶ ἔρις ἐν ὑμῖν, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄν"θρωπον περιπατεῖτε;" κρείττους οὖν ἄρα τῆς ἐκείνων ὑποψίας γενέσθαι προσήκει τοὺς ἀκολουθεῖν ἐθέλοντας