1

 2

 3

 4

 5

 6

 7

 8

3

Μὴ πρόσεχε ἀπατηλῇ διδασκαλίᾳ, διὰ τῆς χρηστολογίας δελεαζούσῃ, τουτέστιν αἱρέσει, καὶ τῇ εἰδωλολατρίᾳ, καὶ ματαίοις ῥήμασι. Στ. γʹ. Μέχρι τῆς ἀκοῆς, αὐτῶν τὸ καλόν. Τοιαύτη γὰρ ἡ ἀπάτη· τὸ μὲν ὀλέθριον κρύπτειν εἴωθε, προβάλλεται δὲ τὸ ἡδὺ, ὥστε ἑλεῖν· ἦ γὰρ ἂν εὐθέως ἀπεπήδησαν. Ὁ δὲ Θεὸς οὐχ οὕτως· ἀλλὰ τὸ ἡδὺ ἀποκρύπτει, τὸ δὲ ἐπίπονον προτίθησι. Καὶ οὐκ εἶπεν, Ἀποῤῥεῖ, ἀλλὰ, Ἀποστάζει ὡς μὴ προσκορῆ γενέσθαι τὴν πικρίαν, ὕστερον μέντοι πικρότερον χολῆς· οὐχ ὅσον τὸ ἡδὺ, τοσοῦτον τὸ πικρόν· ἀλλὰ πολλῷ πλέον. Στ. ηʹ. Ὁδὸν εἶπεν ἐνταῦθα τὸν ἐπὶ τὴν ἀρετὴν ὁδεύοντα νοῦν· ἢ τάχα τὴν ἀρετὴν προστάσσει χωρίζειν ἡμᾶς ἀπὸ κακίας. Στ. ιαʹ. Τουτέστιν ἐν γήρᾳ· ἣ διὰ τοῦ κατατριβῆναι τὰς σάρκας, τὴν ἀκολασίαν δηλοῖ φθοράν τινα οὖσαν. Στ. ιβʹ. ιδʹ. Εἰσάγει τὸν διαφθαρέντα κακίζοντα ἑαυτὸν, ὡς μισήσαντα παιδείαν, καί φησιν· Ἀπολοίμην ἂν καὶ διεφθάρην, κατατρίψας τὰς σάρκας μου ἐν ἀσωτίαις, καὶ τὴν ζωὴν αὐτὴν μικροῦ δεῖν προηκάμην. ∆ιὸ φανερὸν ἐγένετο τὸ ἐπιτίμιόν μου ἐν μέσῳ Ἐκκλησίας καὶ Συναγωγῆς. Μετανενοηκότος γὰρ ἡ φωνὴ, καὶ μὴ γεγονότος ἐν ᾧ παρ' ὀλίγον γεγένηται. Ὅμοιον καὶ τὸ, "Παρ' ὀλίγον ἐξεχύθη τὰ διαβή 39.1629 ματά μου." Ἀνανήψας γὰρ καὶ αἰσθηθεὶς, Ποῦ ἔστι, λέγει, τὸ παρὰ μικρόν; Πῶς οὖν ἔνι τὴν ἐκ τῆς φύσεως μανίαν παραμυθήσασθαι; Στ. ιεʹ. Ἡ γνῶσις καὶ φρέαρ ἐστὶ, καὶ πηγή· τοῖς μὲν προσερχομένοις ταῖς ἀρεταῖς φρέαρ ἔστι· τοῖς δὲ κατ' αὐτὰς τελειωθεῖσι, πηγή. Λέγεται δὲ ἡ γνῶσις καὶ μήτηρ, καὶ γυνὴ, καὶ ἀδελφή· μήτηρ, ὅτι δι' αὐτῆς ὑπὸ τοῦ διδασκάλου γεγεννήμεθα· γυνὴ, ὅτι συνοῦσα τίκτει ἀρετὰς καὶ ὀρθὰ δόγματα· ἀδελφὴ, ὅτι ἐξ ἑνὸς Θεοῦ γεγόναμεν. Καὶ εἶπα τὴν σοφίαν ἀδελφήν. Στ. ιςʹ, ιζʹ. Ὅρα ὡς οὐ μόνον τῇ ἀφθονίᾳ τὴν εὐκολίαν ἐνδείκνυται, ἀλλὰ καὶ τῷ μηδένα κοινωνὸν ἔχειν τῆς ἀπολαύσεως· διπλασιάζει δὲ αὐτὸ καὶ κτῆσιν ἀποκαλεῖ· οἶδε γὰρ τὴν τοῦ πράγματος ἡδονήν. Στ. ηʹ. Κἂν τὴν φυσικὴν τῶν ἀλόγων ἐργασίαν μίμησαι· ἢ ἴσθι, τουτέστι πορεύου.

Πολλοὶ γὰρ ἀγαθοεργοῦσιν ἀπὸ θεωρίας ἢ ἀκοῆς, καὶ οὐκ ἐξ ἐπιστήμης. Μελίσσας λέγει προφήτας καὶ ἀποστόλους, ὧν οἱ πόνοι χρήσιμοι τοῖς τε μεγάλοις τὴν ἕξιν καὶ τοῖς βραχέσι· κηρὸν μὲν οὖν λέγει τὰ πράγματα· μέλι δὲ, τὴν τούτων θεωρίαν. Ὥσπερ ὁδηγεῖ τὰς αἶγας ὁ κτῖλος, οὕτως ὁ ἐσσὴν τὰς μελίσσας. Καλὸν οὖν παρὰ πάντα τὸν βίον ἡ τάξις. Στ. ιβʹ. Ἄφρων ὁ ἄθεος, ὁ τὸ θεωρητικὸν ἀπολέσας· παράνομος δὲ, ὁ τὸ πρακτικόν. Στ. αʹ. Κατὰ κοινοῦ φύλαξον, ἵν' ᾖ σοι, φησὶ, καὶ βιῶναι ζωὴν αἰώνιον, καὶ διορατικῷ γενέσθαι. Πολλῷ γὰρ τοῦ τῶν ὀμμάτων φωτὸς λαμπρότερον αἱ τῶν θείων ἐντολῶν τηρήσεις ἡμῖν ἀναλάμπουσιν. Στ. γʹ. Χεὶρ, ἡ ὁλοσχερὴς πρᾶξις· δάκτυλος δὲ, ἡ μερικωτέρα. Πειθόμενος δέ μοι πλατεῖαν ἕξεις τὴν καρδίαν εἰς ὑποδοχὴν τῶν ἀρετῶν. Στ. ιθʹ. Συνοικεῖν ἀνδρὶ προσποιεῖται, ὡς κατὰ νόμον βιοῦσα· καὶ ἀναιρεῖ πάντα τὰ φοβερὰ καὶ κωλυτικὰ, τὴν ἀποδημίαν προβαλλομένη τοῦ συνοικοῦντος. Στ. κζʹ. Ὁ γὰρ οἶκος αὐτῆς ὁδοὶ ᾅδου, εἰς ταμεῖα θανάτου κατάγουσαι. Οἱ γὰρ πειθόμενοι αὐτῇ, χοϊκοὶ γινόμενοι παρ' αὐτῆς καὶ γήινοι, οὕτως ἀπολοῦνται. Τὸ δὲ, "Ἐπὶ πέταυρον ᾅδου," οἱ λοιποὶ ἐν βάθεσιν εἶπον. Στ. κβʹ. Πολλὰ σημαίνουσα, καθάπερ εἴπομεν, ἡ ἀρχὴ, νῦν τὸ ἀΐδιον δηλοῖ, καὶ τὸ αἴτιον, καὶ τὸ ποιητικόν. Ἡ δὲ ἀρχὴ τινῶν ἐστιν ἀρχὴ, καὶ σημαίνει σχέσιν, ἀλλ' οὐκ οὐσίωσιν. Τὰ γὰρ πρός τι, τοιαῦτα· ὡς τὸ δεξιὸν καὶ ἀριστερόν. Οὐσία τοίνυν οὖσα ἡ τοῦ Θεοῦ σοφία, οὐκ ἀρχὴ τινῶν ἐστι· καὶ πρὸ κτίσεως γὰρ ἔχει τὸ εἶναι σοφία. Ἡνίκα δὲ σχέσιν τὴν πρὸς τὰ γενητὰ δέξεται, τότε ἀρχὴ γίνεται τῶν ὁδῶν τοῦ Θεοῦ ποιητικῶν καὶ προνοητικῶν, εἰς τὰ ἔργα ἃ 39.1632 τὴν ὕπαρξιν ἐκ τοῦ ∆ημιουργοῦ ἔχει μηδὲν αὐτῇ συνενεγκόντα πρὸς τὸ εἶναι σοφίαν· ἀλλ' ἡ σχέσις καθ' ἣν ἀρχὴ καὶ δημιουργὸς λέγεται, τότε ὑπέστη, ὅτε καὶ τὰ γενόμενα. Ἀρχὴ γὰρ οὐ προϋπάρχει ὧν ἔστιν ἀρχή· οὔτε ταῦτα μετ' ἐκείνην ὑπάρχειν λέγεται, εἰ τὴν οὐσίαν ἔχουσιν ἐν χρόνῳ τὰ κτίσματα. Οὖσα γὰρ ἀΐδιος ἡ σοφία οὐχ ὑπόκειται χρόνῳ.