1

 2

 3

 4

 5

 6

 7

 8

6

δελεάσμασιν αὐτοῦ εἰς πᾶσαν κακίαν. Στ. λʹ. Ὀφθαλμὸς θεωρῶν καλὰ, ἤτοι διακεκριμένος· τίνα δὲ τὰ καλὰ, ζητητέον· καὶ μὴ θεωρῶν χρυσὸν, λυπεῖται· εἴτε σῶμα λαμπρὸν, πάλιν κατατήκεται· ἀλλὰ τίνα ἐστὶ τὰ καλὰ, ἄκουσον· Τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλασσαν καὶ τὴν κτίσιν πᾶσαν· ὥστε τὰ τοιαῦτα βλέπετε, οἷον τὴν ψυχὴν εὐφραίνει· ἐπεὶ τί ὄφελος τερφθῆναι μὲν τὸν ὀφθαλμὸν, μηδὲν δὲ γενέσθαι πλέον, ἀλλὰ τὴν ψυχὴν διαφθαρῆναι; Στ. λαʹ. Τὰ πολλὰ τῆς κακίας αὐτοῦ ἀνωτέρω εἰπόντες, τοῖς εἰρημένοις τὰ λείποντα προσθήσομεν. Μετὰ τῶν ὑπερβολῶν αὐτοῦ πάντων λέγει καὶ ταῦτα τοῖς πειθομένοις αὐτῷ· Τοῦτο τὸ πρᾶγμα κατ' ἀνάγκην ἐστὶ (τὸ διορατικὸν ἀκονήσας εἰς τὸ κακὸν), χρηστέον αὐτῷ. Ἡ ἡδονὴ φυσική ἐστι, χρηστέον αὐτῇ· ἐκ Θεοῦ τὰ χρήματα, ἀπολαυστέον αὐτῶν. Ὁπόταν δὲ εἰς πάντα καταπείσῃ τὸν ὑπήκοον αὐτοῦ, τότε ποιεῖ αὐτὸν ἐγκαυχᾶσθαι κατὰ διάνοιαν, ὡς δικαιοσύνας μεγάλας ποιῶν, καὶ ὅτι ἐν τοῖς γηραιοῖς ταῦτα ὑποτίθεται. Στ. ςʹ. Ὁ πιστὸς μὴ σπεύδων περὶ τὰ αἰσθητὰ, ὡς πάντα ἔχων ἐστίν· ὁ δὲ περὶ ταῦτα σπεύδων, ὡς μηδὲν ἔχων ἐστίν· ἀγαπῶν γὰρ ἀργύριον, οὐ πλησθήσεται ἀργυρίου· ἢ καὶ, Ὁ πιστὸς ὄψεται τοὺς λόγους τοῦ κόσμου τούτου, ὡς χρήματα τοῦ νοῦ τροπικῶς εἰρημένους· ὁ δὲ ἄπιστος, οὐδὲ τοῦ τυχόντος ἅψεται πράγματος τῶν λόγων δι' ἀκαθαρσίαν ψυχῆς. Στ. κηʹ. Ἐνεὸς, ὁ τῇ σιωπῇ τὴν ἑαυτοῦ ἀμαθίαν, ἢ τὸ πάθος κρύπτων παρ' ἑαυτῷ ἣ τοῖς πέλας, δοκεῖ.

39.1640 Στ. ζʹ. Οὐ πᾶσαν ἐκτελεῖ τὴν κακίαν (ἀδύνατον γὰρ), ἀλλὰ πράττει τὰ συνυπάρχειν δυνάμενα· ἔτι δὲ κακοποιῶν οὐκ ἐπαύσατο. Ἢ ἔννοιαν ἀγαθὴν τὸν Χριστὸν λέγει· αὐτὸς γὰρ αὐτὴν ἐγγυᾷ· καὶ πᾶς δὲ ὁ ἀγαθὰ πράττων εὐρήσει αὐτόν· φρόνιμον γὰρ τὸν πᾶν ἔργον ἀγαθὸν ποιοῦντα λέγει. Στ. κδʹ. Ὁ μὴ ὀρθῶς βιοὺς κρύπτει ἐν τῇ ψυχῇ τὰς χεῖρας ἀδίκως· τὴν ἑαυτοῦ γῆν ἐργάσασθαι μὴ βουλόμενος, πῶς ἐμπλησθήσεται ἄρτων; Αἱ γὰρ πρακτικαὶ ἀρεταὶ χειρῶν ἐπέχουσι λόγον, τὸν ἄρτον ἡμῶν προσφέρουσαι τῷ στόματι τὸν ἀπ' οὐρανοῦ καταβάντα. Οὐ δύναται τοίνυν οὗτος οὐδὲ τὴν ἀρχὴν ὠφεληθῆναι, ὀκνηρὸς ὤν. Στ. καʹ. Ἤγουν ἡ κρίσις καλύπτει τὴν ἀπολογίαν τῶν ἀσεβῶν. Ὑπερβάλλει γὰρ ὁ Θεὸς τοὺς εὖ ποιοῦντας ταῖς ἀμοιβαῖς. Στ. κςʹ. Μὴ δίδου σεαυτὸν εἰς τὸ ὑπερτίθεσθαι μετανοεῖν, αἰσχυνόμενός τινα. Ἐὰν γὰρ ἀποθάνῃς, καὶ οὐκ ἔχῃς καιρὸν τοῦ μετανοῆσαι, οὐκέτι ἕξεις ἀνάπαυσιν. Στ. κγʹ. Εἰσάγει δὲ παρ' ἑαυτῷ τὸν βάσκανον διάβολον, καὶ τρώγει τὸν ψωμὸν αὑτοῦ μετ' αὐτοῦ, ὁ μετὰ κενοδοξίας, ἢ ἀνθρωπαρεσκείας ποιῶν τι τῶν ἀγαθῶν ἔργων· ὁ γὰρ τοιοῦτος ἀπέχει τὸν μισθὸν αὐτοῦ. Καὶ γὰρ ὁ διάβολος φανεροῖ αὐτὰ τοῖς ἀνθρώποις, ἵνα διὰ τοῦ ἐπαίνου τοῦ πρὸς τὸν ἀνθρωπάρεσκον λοιμανῆται καὶ ἀποστερήσῃ τῶν αἰωνίων ἀγαθῶν. Στ. κʹ. Οὐ γεννήσουσι πονηροὶ ἀρετὰς καὶ δόγματα ὀρθὰ (ταῦτα γάρ ἐστι γεννήματα τῆς ψυχῆς), διὰ τὸ μὴ φοβεῖσθαι αὐτοὺς τὸν Κύριον· οἱ δὲ ὄντες ἐν φόβῳ Κυρίου ὅλην τὴν ἡμέραν ἕξουσιν ἔκγονα, καὶ ἡ ἐλπὶς αὐτῶν οὐκ ἀποστήσεται. Ἀκολουθεῖ δὲ ταῦτα τοῖς εἰρημένοις. Οἱ μὲν γὰρ ἐχθροὶ, φησὶ, πονηροὶ ὄντες, ἑτέρων ἐπέχαιρον πτώμασιν· ὃ δὲ μέμφῃ σὺ, μὴ ζηλώσῃς. Τὸ γὰρ λαμπρὸν δῆθεν αὐτῶν καὶ ἀπατηλὸν, μέχρι τούτου τοῦ βίου, καὶ σβέννυται τελευτῇ· πολλάκις δὲ καὶ ἔτι ζώντων διελεγχθέντων ἐσβέσθη. Στ. ζʹ. Ὁ σοφὸς ταῦτα τῇ σοφίᾳ φησιν, ἢ ὁ τοῦ Χριστοῦ δοῦλος τῷ Κυρίῳ. ∆ύο δὲ φήσας, περὶ πλειόνων αἰτεῖ· ἀλλὰ τὸ δοκοῦν πρῶτον προαιτητικόν ἐστι τοῦ τυχεῖν ὧν αἰτεῖ λέγοντος· Μή μου παρακούσῃς, ἀλλὰ δίδου τὴν χάριν· ἐφ' ᾧ τὸ πρῶτον ἐπήγαγεν αἴτημα· Μάταιον λόγον, τὴν ψευδώνυμον μακράν μου ποίησον, ἵνα μὴ πλησθεὶς, ψευδὴς γένωμαι. Ὁ κόρος ὑπερηφανίαν ποιεῖ, καὶ τὸ δοκεῖν ὑπὲρ ἔλεγχον εἶναι· λόγῳ καὶ ἔργῳ ὡς ἀναμάρτητον. Τὸ γὰρ, Τίς με ὁρᾷ, ἀντὶ τοῦ, Ἐλέγχει, φησίν· ἵνα μὴ πλησθεὶς σοφίας, ἀκατάληπτος εἶναι δόξω τοῖς ἄλλοις, ἢ καὶ ψεύστης δόξω τὰ ὑπὲρ τούτους λαλῶν. Στ. ιεʹ. Ἡ βδέλλα τίκτεται μὲν ἐν τοῖς γλυκέσι τῶν 39.1641 ὑδάτων,