1

 2

 3

 4

 5

 6

 7

 8

4

Σύζυγος οὖν ἡ ἀρχὴ τοῖς κτίσμασι. Προὐπάρχων τῆς κτίσεως, σοφία ὢν, ὁ Υἱὸς τοῦ Θεοῦ, ἐὰν λέγει· "Κύριος ἔκτισέ με," μὴ οὐσίωσιν τὴν νόησιν ἔχῃ, ἀλλ' εἰς σχέσιν τὴν πρὸς τὰ κτίσματα. Εἰς ἔργα γὰρ ἐκτίσθαι φησὶν, ἐπὶ τῷ ἀρχὴ εἶναι τῶν ποιητικῶν καὶ προνοητικῶν ὁδῶν τοῦ Θεοῦ, τουτέστιν αἰτία, εἰσαγωγικῶς γε μὴν ἔτι εἰπεῖν. Ὁ Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γέγονεν, ἀναλαβὼν τὴν τοῦ δούλου μορφήν· καὶ πρὸ αἰώνων ὢν καὶ ἀΐδιος, καθ' ὃ Θεὸς Λόγος ἐστὶν, ἐκτίσθαι λέγεται ὅτι γέννησιν τὴν ἐκ Μαρίας ἔσχε, γενόμενος σάρξ· ὡς ἂν οἱ θέλοντες κατὰ Θεὸν ὁδεύειν καὶ πρὸς Θεὸν, χρῶνται διδασκάλῳ, ὑπογραμμὸν ἀρίστου βίου καὶ διδασκαλίαν τοῖς ἑπομένοις παρέχοντα. Ὅτι δὲ τὸ, "ἔκτισεν," οὐ δηλοῖ πάντως οὐσίωσιν, δηλοῖ λέγων ὁ ∆αυίδ· "Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός." Αἰτεῖ γὰρ οὐχ ὡς μὴ ἔχων, λαβεῖν, ἀλλ' ὡς ῥιπώσας αὐτὴν, ἀναλαβεῖν αὖθις κεκαθαρμένην. Καὶ Παῦλος δὲ λέγων τοὺς δύο κτίζεσθαι εἰς ἕνα καινὸν ἄνθρωπον, οὐκ οὐσίωσιν ἀνθρώπων, ἀλλ' ἕνωσιν ἐξ ὁμονοίας δηλοῖ· ὥσπερ οἱ ἑρμηνεύσαντες "Ἐκτίσατό με" ἐξέδωκαν. Στ. κγʹ. Ἀντὶ τοῦ, Κατέβαλεν αἰτίαν τε καὶ κρηπῖδα τῶν κτισμάτων· κατὰ τὸ, "Πάντα ἐν αὐτῷ συνέστηκε, καὶ αὐτός ἐστι πρὸ πάντων." Καὶ αὐτὸς δέ φησιν ὁ Κύριος· "Ἐγώ εἰμι ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ." Ὡς γὰρ θεμέλιος βουλόμενος εἶναι τῆς Ἐκκλησίας, ἄνθρωπος ὑπέμεινε γενέσθαι, ἵν' ἐπ' αὐτῷ ἱδρυνθῇ μὴ σαλευομένη· οὕτω καὶ τῇ κτίσει παρασχεῖν τὸ εἶναι βουλόμενος, κατ' αὐτὴν γέγονεν, τὴν προειρημένην σχέσιν εἰσάγων, γινόμενος τοῖς ἐσομένοις ἀρχὴ καὶ αἰτία· ἀλλ' εἰ καὶ κατὰ ταῦτα, φησὶν, ἐκτίσθην, ἀλλὰ πρὸ πάντων γεννᾷ με Θεὸς, ὅπερ ἐστὶν Υἱόν. Στ. κζʹ. Θρόνον τὴν ἑαυτοῦ βασιλείαν, ἀνέμους δὲ τὰ νοερὰ πνεύματα λέγει· ἢ καθὼς καὶ ∆αυίδ· "Ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων·" τὸ κουφότερον αὐτοῦ τῆς οὐσίας καὶ ἀσώματον παραστῆσαι βουλόμενος. Στ. κθʹ. Ὅρα διαιρουμένους τὰ ἔργα, τὴν σοφίαν καὶ τὸν Θεόν. Ὁ μὲν ἐποίει, φησίν· ἐγὼ δὲ ἥρμοζον. Ἰσχυρὰ δὲ, πῶς; Οὐ δεόμενά τινος ὑποβάθρας· βουλήσει γὰρ μόνῃ κατέχεται τοῦ Θεοῦ. Στ. λεʹ. Ἢ ὅτι ἅμα τῷ φανῆναι παρέχω ζωὴν, ἢ ὅτι ἀποκαλύψει τινὶ συγκαταβαίνων πρὸς τὴν ἐκεί 39.1633 νου ἀσθένειαν, τότε ἐξέρχεται· ζωὴ γὰρ ὢν, καὶ ἔξω γενόμενος τοῖς δυναμένοις ἰδεῖν αὐτὸν, ζωὴν δίδωσι· θέλησιν δὲ ἢ ἀγάπην φησὶν, ἢ ὅτι ἐποίησεν ἡμᾶς αὐτεξουσίους εἰς τὸ ἑτοίμους εἶναι πράττειν ἃ δεῖ. Στ. βʹ. Ἐκκλινάτω, ἵνα φρόνησιν λάβῃ· ῥώννυται γὰρ ὁ ἀτελὴς ὑπὸ τῶν τῆς σοφίας λόγων καὶ μυστηρίων. Στ. εʹ. Ἡ αὐτὴ τροφὴ καὶ κρέα ὀνομάζεται καὶ ἄρτος καὶ γάλα καὶ οἶνος. Πλὴν οἱ ἄφρονες ὡς ἄρτου αὐτῶν μεταλαμβάνειν λέγονται καὶ ὡς οἴνου κεκερασμένου· εἰ δὲ τοῦτο, πῶς νοήσομεν. "Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος," Ἄρτον δέ μοι νόει τὰς στερεὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ οἶνον, τὴν ἐκ μελέτης τῶν θείων Γραφῶν ἐπίγνωσιν αὐτοῦ· ὡσαύτως δὲ καὶ τὸ θεῖον σῶμα καὶ τίμιον αἷμα αὐτοῦ. Στ. εʹ. Ἀκούει ὁ φυσικὸς νοήμων, "Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα." Τὰς βιωτικὰς φροντίδας καῦμα καλεῖ· τοὺς ὑπ' αὐτοῦ δὲ ξηραινομένους καλεῖ χόρτον· ὁ δὲ Σωτὴρ διὰ τῆς παραβολῆς τὰς θλίψεις δηλοῖ· τὰς κατὰ τοῦ λόγου δὲ καὶ τοὺς διωγμοὺς ἐκάλεσε καῦμα. Στ. ιγʹ. Ὁ σοφὸς ἐπιτιμητικῷ λόγῳ εἰς αἴσθησιν ἄγει τὸν βαρυκάρδιον. Στ. ζʹ. Ὁρᾷς ὅτι οὐ τὸ ἐπιθυμεῖν πονηρὸν, ἀλλὰ τὸ τοιῶσδε ἐπιθυμεῖν, πονηρόν; Τῶν δὲ ἀσεβῶν καὶ ἐλπίδες πονηραί· πᾶν γὰρ ὃ ἐλπίσει, ἀπώλεια. Στ. ηʹ. Τὸ, "Ἀντ' αὐτοῦ," οὐχ ὡς ὑποκειμένου τοῦ εὐσεβοῦς τῇ δίκῃ, ἀλλ' ἐπειδὴ ἡ παγὶς ἕστηκεν ἀπὸ τοῦ πονηροῦ κατὰ τοῦ δικαίου, ὁ μὲν εὐσεβὴς ῥύεται ἐξ αὐτῆς παρὰ τοῦ Θεοῦ, ὁ δὲ ἀσεβὴς ἐγκαταλειφθεὶς παρὰ τῆς θείας προνοίας πίπτει ἐν αὐτῇ· ἢ ὅτι ἐπειδὴ ὁ δίκαιος ὑπόκειταί τισιν ὡς ἄνθρωπος ἁμαρτίαις, ἐλθὼν δὲ ὁ ἀσεβὴς καὶ κακοποιήσας τὸν δίκαιον, τῶν μὲν ἁμαρτιῶν καὶ τῶν μελλουσῶν κολάσεων ἐῤῥύσατο αὐτὸν, εἰς ἑαυτὸν δὲ τὰς τιμωρίας ὑπεδέξατο, παραδίδοται δὲ οὐχ ὑπό τινος ἄλλου, ἀλλ' ὑπὸ τῆς ἰδίας κακίας, ὡς προπαραδοὺς ἑαυτὸν εἰς ἀδόκιμον νοῦν.