1

 2

 3

 4

 5

 6

 7

 8

8

πρόσωπον φέρει, ὃς τὸν λόγον σπείρων ἐν ταῖς ψυχαῖς, ἰσχυρῶς ἐστι προσαγγέλλων τὸ φῶς. "Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν." Οὗτος ἦν ὁ ἀπ' ἀρχῆς διυπνίζων τὰς καρδίας τῶν ἀνθρώπων, καὶ τὴν ἡμέραν τῆς ἐνσάρκου αὐτοῦ παρουσίας διὰ πολλῶν προμηνύων· καὶ σκότος ἐκθλίβων, καὶ τὸ φῶς αἰώνιον πᾶσι φανερῶς ὑποδεικνύων. Ἐμπεριπατῶν ἐν θηλείαις εὐψύχως, τουτέστιν ἐν ταῖς Ἐκκλησίαις, εὐψύχως καὶ γενναίως, ὥς φησιν· "Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος." Στ. λβʹ. Ἢ καὶ ἐὰν εἰς τὸν νοῦν τῶν Γραφῶν καθιῇς σεαυτόν· ἢ, ἐὰν μὴ ἔχῃς μαθητικὸν οὖς, ἀλλ' ἀντιλογητικὸς εἶ, ἀκούσῃ; "Εἰ δέ τις φιλόνεικος εἶ, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν." Στ. γʹ. Ἡδοναῖς ἢ διδαχαῖς ἀλλοτρίαις τὸν σὸν πλοῦτον μὴ δώσεις. Μετὰ βουλῆς οἰνοπότει. Τὸν τῆς ἀληθινῆς ἀμπέλου πίνων οἶνον, τὴν τῶν Γραφῶν ἑρμηνείαν, καὶ τὴν τῶν ὄντων θεωρίαν, μετὰ πολλῆς προσέρχου διακρίσεως τῇ τῆς διανοίας ἐπισκέψει. Στ. ςʹ. Νῦν λύπην εἶπε τὸν πόνον. Οἱ οὖν διὰ Θεὸν κοπιῶντες καὶ ὀδυνώμενοι, ἐπ' ἂν μεθυσθῶσι τῆς πρὸς τοῦ οἴκου Κυρίου πιότητος, τῶν ὀδυνῶν ἐπιλανθάνονται. Στ. ηʹ. Τὴν προαίρεσίν σου ἔχε εἰς τὸ προσέχειν τοὺς λόγους μου, εἰρημένους ὑπὸ Θεοῦ. Στ. κγʹ. Ἄνεμος βορέας, ὁ διάβολος, διεγείρων καὶ πειράζων τοὺς ἁγίους ὑψηλοὺς αὐτοὺς ὄντας, καὶ μὴ θέλων ἐργάζεσθαι· ἢ ἐγείρων λόγους κατὰ τῶν ἑαυτοῦ δογμάτων. Στ. γʹ. Ὥσπερ οὖν ταῦτα μεταφέρει μᾶλλον ἐπὶ τὸ εὖ ἔχον τὰ ζῶα, οὕτως ἡ ῥάβδος, τουτέστιν ἐπιτιμία, τὸ παράνομον ἔθνος ῥυθμίζει. Στ. ζʹ. Τῶν τοιούτων, φησὶ, περιαίρει μᾶλλον τὴν δυναστείαν, καὶ μήτε πρακτικὴν ἀρχὴν μήτε λογικὴν τούτοις ἐγχείριζε. 39.1645 Στ. ιεʹ. Εἰ ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς, πᾶς κρύπτων τὴν δικαιοσύνην τῇ ἀδικίᾳ, ἥτις λέγεται χεὶρ, οὐ βρώσεται ἐκ τοῦ τῆς ζωῆς δένδρου. Στ. κγʹ. Τῶν μαθητῶν σου, ἵνα μὴ πρὸς τὴν ἕξιν ἐπάγῃς τὴν διδασκαλίαν. Στ. κβʹ. Τὴν θεωρίαν τῶν γεγονότων, καὶ τὴν θεωρίαν τῆς ἁγίας Τριάδος, ἔνδυμα εἶναι λέγει νοῦ καθαροῦ, ἐκ βύσσου καὶ πορφύρας.