1

 2

 3

 4

 5

 6

 7

 8

5

Στ. κδʹ. Οἱ συνάγοντες φθορὰν ἐλαττοῦνται τῶν ἀρετῶν· ἢ οἱ λόγους συνάγοντες, καὶ μὴ μεταδιδόντες. Στ. κθʹ. Ὁ ἐφ' ἑκάστῳ τῶν ἐλαττωμάτων τοῦ ἰδίου οἴκου δυσχεραίνων, ἄοικος ἔσται· δουλεύσει δὲ ἄφρων φρονίμῳ. Στ. λαʹ. Ἀσεβὴς τοίνυν, φησὶν, ὁ τὸν Θεὸν μισῶν· ἁμαρτωλὸς δὲ, ὁ περὶ τὰς πράξεις πονηρός· δίκαιον δὲ ἐνταῦθα τὸν πρακτικὸν μετὰ λόγου καὶ ἐπιστήμης λέγει· πολλὴ γάρ ἐστιν ἡ τῆς δικαιοσύνης ἀκρίβεια.

39.1636 Στ. βʹ Τὸ κρεῖσσον, οὐ συγκριτικὸν, ἀλλ' ἀντὶ τοῦ ἀγαθοῦ. Στ. θʹ. Ὁ πρακτικὸς καὶ ἰδιώτης, τοῦ ἐν λόγῳ καὶ κομψοῦ καὶ ἀπράκτου, τιμιώτερος. Στ. ιβʹ. Αἱ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται, τουτέστιν αἱ ἀγαθαὶ ἕξεις. Στ. ιζʹ. Ὃ ἐὰν λέγῃ, φησὶ, πιστοῦται τοῖς ἔργοις· καὶ εἰ ἔργου ἐστὶ πιστότερον· ἢ ἀντὶ τοῦ, φανερὰν, βεβασανισμένην, ἀνέλεγκτον, ἱκανὴν αὐτὴν ἐπιδεῖξαι· ἀδίκων δὲ μάρτυς, ὁ συνιστᾷν ἐπιχειρῶν ἃ ἂν ἄδικα πράττῃ· δόλιος δὲ, ὡς οὐδὲν ἔχων εὐθές. Στ. κεʹ. Ὁ μὲν τῶν κολάσεων λόγος ταράσσει τὸν ἄρτι φοιτῶντα τῷ πρακτικῷ βίῳ· εὐφραίνει δὲ ὁ τῶν ἐπαγγελιῶν. Ὁ γὰρ τέλειος δίκαιος οὐ φοβηθήσεται ἀπὸ ἀκοῆς πονηρᾶς, φόβον ἔχων Κυρίου τὸν ὑπεραίροντα πάντα. Στ. κςʹ. Ὁ μὲν δίκαιος, εἰδὼς τὴν ἀνθρωπίνην ἀσθένειαν, συγγινώσκει, κἂν ἁμάρτημα ᾖ τὸ παρὰ τοῦ φίλου· ἢ ὅτι ἐπιγινώσκων ὅτι κατ' εἰκόνα Θεοῦ ἐστιν ὁ φίλος, σύμφωνος ἑαυτοῦ ἐστι μετριοφρονῶν, καὶ φυλάσσων ἑαυτὸν, καὶ μηδὲν τῆς ἐχθρᾶς κακίας ἔχων, ἀστασιάστους ἔχει τοὺς λογισμούς. Στ. βʹ. Ὁ μὲν γὰρ ἕξει τὸ τέλος τῆς ἀρετῆς, οἱ δὲ καρπὸν οὐχ ἔξουσιν ὥριμον· πτοήσει δ' ἑαυτὸν, οὐχ εὑρίσκων συστῆναι τῇ ἑαυτοῦ ἁμαρτίᾳ. Στ. ιδʹ. Νόμος ὁ φυσικὸς, ἀφ' οὗ βρύει τὸ τῆς ζωῆς αἴτιον· δικαίῳ γὰρ νόμος οὐ κεῖται· τιμωρία δὲ ἐπὶ θάνατον τῷ παγιδευθέντι κακοῖς· ἡ πηγὴ ζωῆς, τὰ ἔργα τῶν ἐντολῶν. ∆ικαίοις τοῖς ἔθνεσιν ὁ τῶν ἐκ περιτομῆς πλοῦτος προσγενήσεται. Στ. ιʹ. Ὁ νοῦς αἰσθανόμενος ἁμαρτίας, ὀδυνᾷ τὴν ψυχήν· οἰκίαι δὲ τῶν ἀσεβῶν, ἕξεις καὶ διαθέσεις· σκηναὶ δέ εἰσιν αἱ προαιρέσεις· ἔστι δὲ ὁδὸς, ἣ δοκεῖ ὀρθὴ εἶναι, ἡ τῶν ὄντων τὰ δοκοῦντα προκρίνουσα. Καρτερικῶς τὸ πρακτέον λογίζεται. Μερίδα σχήσουσιν, ἢ συμμερίσονται· ὁ θρασὺς γὰρ οὐκ ἂν εἴη δειλός. Στ. κʹ, κγʹ. Τοῦτο ἐμοὶ δοκεῖ ὡς οὐκ ἐν τάξει παραινέσεως τέθεικεν, ἀλλὰ τὰ συμβάντα ἀπαγγέλλει· εἶτα διορθωτικῶς τὸ ἐπαγόμενον· τὸ, "Ὁ ἀτιμάζων πένητα ἁμαρτάνει·" τὰ γὰρ αὐτόθι δῆλα κακά· οὐδὲ διορθοῦταί τις, οὐκ ἂν καταγνοίη τῶν τοιούτων· τίς δ' ἂν τοὺς ἄλλους ἐπαινέσειεν; Ὁ ὑπὲρ ἀρετῆς φροντίζων περιττεύει πράξει καὶ γνώσει. Καὶ γὰρ ὁ περὶ τῶν πρακτέων ἀεὶ σκοπῶν ἕξει τι πλέον· ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος, ἤγουν ὁ τοὺς πόνους ἐκτρεπόμενος ἐν ἐνδείᾳ ἔσται τῶν ἀρετῶν. Στ. ιςʹ. Τὸ, νοσσιὰ, ποτὲ τὸν τόπον σημαίνει, ποτὲ 39.1637 δὲ τὰ ἐνοσσεύοντα ζῶα. Ἢ τοίνυν ὁ τόπος τῆς σοφίας, τὰ θεωρήματα ἐν οἷς οἰκεί, αἱρετώτερά ἐστι τῆς ψευδωνύμου γνώσεως. ἢ τὰ κυήματα τῆς σοφίας. Ὥσπερ γὰρ χρυσὸς ἀργύρου κρείσσων, οὕτω καὶ σοφία φρονήσεως· ἡ μὲν γὰρ ἐν τῷ γινώσκειν ἐστὶν, ἡ δὲ ἐν τῷ ἑρμηνεύειν τὰ γινωσκόμενα. Ἢ νοσσιὰς σοφίας, τὰς Ἐκκλησίας, ἢ τὰς τῶν ἁγίων ἐκεῖθεν μονάς· σοφία δὲ ὁ Χριστός. Στ. ιζʹ. Τὸ γὰρ ἀδιάστατον τῶν πράξεων ἔχουσαι, τὸ τῆς ζωῆς τῆς καταλλήλου μῆκος ἔχουσιν, ἀπὸ κακῶν ἐκκλίνουσαι, τουτέστι θανάτου. Στ. κθʹ. Ἐνταῦθα ἄνδρα παράνομον διάβολον καλεῖ, ὃς ἀποπειρᾶται τῶν ἀνθρώπων, γνῶναι θέλων τίνες εἰσὶν ἐξ αὐτῶν ὅμοιοι αὐτῷ καὶ θέλοντες παρανομεῖν· καὶ ἀπάγων αὐτοῦς εἰς ὁδοὺς ἤτοι εἰς πράξεις οὐκ ἀγαθάς· ὁ αὐτὸς δέ ἐστιν ὁ στηρίζων τοὺς ὀφθαλμοὺς ἐφ' ἕκαστον τῶν ἀνθρώπων, καὶ νοῶν ἀκριβῶς πρὸς ποῖον πάθος ἐπιῤῥεπῶς τις ἔχει· καὶ γνοὺς ἐκ τῶν κινημάτων, ἱστᾷ αὑτοῦ παγίδας· καὶ συλλαβὼν ἀπάγει αὐτὸν εἰς πάντα τὰ κακά. Ὁρίζειν δὲ τοῖς χείλεσιν εἶπεν, διότι ταῖς πονηραῖς αὑτοῦ ὑποβολαῖς, ἔργοις τελειῶσαι σπουδάζει διὰ τῶν ἀνθρώπων πάντα τὰ αὐτῷ καταθύμια· οὗτος δέ ἐστιν ἡ κάμινος τῆς κακίας, ἡ φλέγουσα τὸν ὑποδεξάμενον τοῖς