1

 2

 3

 4

 5

2

χάριν ὑπάρχον ἔσχατον ὀρεκτὸν καθ' ἑαυτὸ καὶ δι' ἑαυτὸ αἱρετὸν τυγχάνον. 1 Kor 15,24b-26 Βασιλείαν ὧδε λέγει τοὺς βασιλευομένους, ἤτοι τὴν ἰδίαν σάρκα ἣν βελτιῶσαι ὁ υἱὸς παρέδωκε τῷ πατρί, οὐκέτι βασιλευομένην ὡς δούλου μορφὴν ἀλλ' ὡς οὖσαν σάρκα τοῦ λόγου ὃ ἔστιν αὐτοῦ τοῦ υἱοῦ, ἀναδείξας τὴν τοῦ θεοῦ μορφὴν ἐν αὐτῇ. τότε γὰρ ἀπειληφότος τοῦ υἱοῦ τὴν δόξαν ἣν εἶχε πρὸ τοῦ τὸν κόσμον εἶναι, ὡς ὑφ' ἑνὸς βασιλέως πατρὸς καὶ υἱοῦ βασιλευθήσονται. δεῖ οὖν τὸν Χριστὸν βασιλεύειν ὑπὲρ τῆς ὅλων προκοπῆς ἕως οὗ πάντες οἱ διὰ τὸ ἁμαρτάνειν ἐχθροὶ ὑπὸ πόδας αὐτοῦ τιθῶσιν, καταλύοντος αὐτοῦ πᾶσαν τυραννικὴν ἐξουσίαν, μεθ' ἣν καὶ αὐτὸς ὁ ἀρχίκακος καταλύεται θάνατος, ἐπείπερ πᾶσα ἑνουμένη αὐτῷ ψυχὴ ὑφισταμένη θάνατον τὸν ἑνούμενον τῇ κακίᾳ. 1 Kor 15,27-28 Πρός τε τὴν Ἑλλήνων μυθολογίαν τε καὶ ἀπάτην εἰρῆσθαι ταῦτα εἰπόντες τῶν φασκόντων πατραλοίας εἶναι θεούς, καὶ ὅτι τῆς ἐκκλησίας ὑποτασσομένης αὐτὸς λέγεται ὑποτάττεσθαι, οἰκειούμενος τῆς ἐκκλησίας τοὺς διωγμοὺς καὶ τὰ πάθη καὶ τὴν ὑποταγήν. 1 Kor 15,29Οἱ ἀπὸ Μαρκίωνος ἀντὶ ἀφωτίστων τεθνεώτων βαπτίζουσι ζῶντας, οὐκ εἰδότες ὅτι τὸ βάπτισμα σώζει μόνον τὸν εἰληφότα αὐτό. ὁ δὲ ἀπόστολος νεκροὺς λέγει τὰ σώματα ὑπὲρ ὧν βαπτιζόμεθα· τῷ γὰρ ἰδίῳ λόγῳ ἄνευ ψυχῆς οὐ ζῇ ταῦτα, ἀλλ' ἐκ τῶν συνουσῶν ψυχῶν ἔχει τὸ ζῆν. ὅμως καὶ ὁ Ἀβραὰμ τὸ ἄψυχον σῶμα νεκρὸν ὠνόμασεν. 1 Kor 15,30Εἰ μὴ ἀθάνατος ἡ ψυχή, εἰ μὴ ἐγείρεται τὸ σῶμα, εἰ καὶ μάταιον τὸ κινδυνεύειν ὑπὲρ εὐσεβείας. 1 Kor 15,32 Ὅσον κατ' ἀνθρώπινον ἧκε λογισμόν, ἐθηριομάχησα ἐν Ἐφέσῳ ἐγὼ οὐκ ἂν ὑποστῆναι τοῦτο βουληθεὶς ὑπὲρ τῆς ἀληθείας, εἰ-νεκροὶ οὐκ ἐγείρονται.

9 1 Kor 15,33 Μὴ πλανᾶσθε, ὦ Κορίνθιοι, ὡς μὴ ἐπιδιαμενούσης τῆς λογικῆς ψυχῆς· οἱ γὰρ ἀπατῶντες ὑμᾶς συμφθείρονται αὐτὴν φθείρεσθαι οἰόμενοι. ᾧ περίκειται σώματα, φασὶν ὅτι σπαταλητέον· αὔριον γὰρ ἀποθνήσκομεν, οὐκ οὔσης ἑτέρας ζωῆς παρὰ τὴν φαινομένην, ὡς τὰ ἄλογα ζῶα ὧν συναφανίζεται ἡ ψυχὴ τῷ σώματι, ἐπειδὴ καὶ συνεσπάρη αὐτῷ. οὐκ ἀνεκτέον οὖν τῶν φαύλων διαλέξεων φθειρουσῶν εὐήθων τὰς γνώμας. 1 Kor 15,34 Γρηγορητέον κατὰ τὴν νόησιν ἵνα μὴ ἁμαρτάνειν συμβῇ ἐν τῷ συγκατατίθεσθαι τῇ σαθρᾷ περὶ τῆς ἀναστάσεως ἀπάτῃ. καλῶς δὲ καὶ τὸ ἐκνήψατε δικαίως ὡς μὴ πάντων τοῦτο ποιούντων· οἱ γὰρ σοφοὶ τοῦ κακοποιῆσαι ἀγρυπνοῦντες περὶ τὰ βλαβερὰ ἀδίκως ἐκνήφουσιν ἀποβαλόντες δῆθεν τὸν τῆς ἀμαθίας ὕπνον. 1 Kor 15,35-40 Ὁ ἐν Χριστῷ λαλῶν τῷ ἀμφιβάλλοντι περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως ὡς ἀσυνέτως φησίν· ἄφρων, εἰ ἀμφιβάλλεις ὅτι τὸ νεκρωθὲν ἀνθρώπου σῶμα ἐγείρεται, ἴσθι ὅτι ἃ σπείρεις σπέρματα ἀποθανόντα εἰς τὴν γὴν καταβάλλεις πεπεισμένος ὡς οὐκ ἂν μεταβάλλοι εἰς φυτά, εἰ μὴ νεκρωθέντα σπαρείη. Ἕτερόν ἐστι τὸ ἐγειρόμενον σῶμα παρ' ὃ ἔσπειρας· σὺ μὲν γὰρ κόκκον ἔβαλες εἰς τὴν γήν, ὁ δὲ θεὸς στάχυν ἤγειρεν. πρὸς μίαν δὲ τῶν ἐρωτήσεων τὴν λέγουσαν πῶς ἐγείρονται νεκροί, ὁ περὶ τῶν σπειρομένων λόγος· πρὸς δὲ τὸ ἕτερον ἐρώτημα, τὸ ποίῳ δὲ σώματι ἔρχονται, ἐκ διαιρέσεως ἀποδίδωσι τὴν ἀπόδειξιν, καὶ διελὼν τὰ σώματα εἰς ἐπίγεια καὶ ἐπουράνια εἶπε κατὰ τὴν τῶν ἐπουρανίων ἡλίου καὶ σελήνης καὶ ἄστρων εἶναι τὴν τῶν ἐγειρομένων ἀνθρωπίνων σωμάτων δόξαν. 1 Kor 15,41 Ὅμοιοι τῇ τῶν φωστήρων καὶ ἀστέρων δόξῃ, οὐ πάντων τῶν ἀνισταμένων τὰ σώματα, ἀλλ' ἢ μόνον τῶν εὖ βεβιωκότων καὶ σωφρονισάντων· κἂν γὰρ τὰ τῶν φαύλων σώματα ἄφθαρτα ἐγείρονται, ἀλλ' οὖν στεροῦνται τῆς τῶν ἐπουρανίων δόξης. σημειωτέον δὲ ὅτι· ἡ δόξα τῶν ἐγειρομένων σωμάτων οὐσιώδης ἐστὶν ὡς καὶ ἡ τῶν φωστήρων.

10 1 Kor 15,42-43 Ὥσπερ ἡ λογικὴ ψυχὴ οὐκ οὖσα ἀρετὴ ἢ κακία δεκτικὴ ἀμφοτέρων ἐστὶ τούτων, οὕτω καὶ τὸ ἡμέτερον σῶμα οὐ φθορὰ ἢ ἀφθαρσία τυγχάνον δέχεται κατὰ διαφόρους χρόνους τὰς ἐγκειμένας οὐσιώδεις ποιότητας.