1

 2

 3

 4

 5

4

σου ὁ ἀπόστολος εἶπε νῖκος. 1 Kor 15,58 Ἐπειδὴ ὁ ἐχθρὸς θάνατος κατελύθη, πιστῶς ἑστηκότες ἑδραῖοι διατελεῖτε, ἐργαζόμενοι συνεχῶς καὶ ἀδιασπάστως τὸ προσταχθὲν ὑμῖν 12 ἔργον ὑπὸ κυρίου, ἀδιστάκτως θαρροῦντες, ὡς ὁ ἐν κυρίῳ κάματος ὑμῶν οὐκ ἔστι μάταιος, αἰωνίου μισθοῦ ἀποκειμένου τοῖς πάντοτε τὸ ἔργον ποιοῦσιν.

1 Kor 16,2Μίαν σαββάτων, ἡ ἀναστάσιμος τοῦ κυρίου ἡμέρα, θησαυρίζετε

οὖν παρ' ἑαυτοῖς ὃ ἐὰν ἡ δύναμις ὑμῶν ἀποθέσθαι δύναται, ἀλύπως καὶ ἄνευ ἀνάγκης, ἵνα ἑτοίμους ὑμᾶς πρὸς τὴν δόσιν ἐπιδημήσας εὕρω, ἵνα μὴ ἐληλυθότος μου ἀρχὴ τοῦ εὐτρεπίζειν τὰ πρὸς τὴν κοινωνίαν γένηται. 1 Kor 16,8-9 Ἐν Ἐφέσῳ οὖν ταύτην ἔγραψε Κορινθίοις τὴν ἐπιστολήν. λέγει δὲ ἐκεῖ περιμένειν διὰ εὔλογον αἰτίαν· θύρα γὰρ ὑπερέχουσα καὶ πάνυ ἐνεργοῦσα εἰς τοὺς ἀκροατὰς ἀνέῳκται αὐτῷ· ὅθεν πολλοὺς εἶχε τοὺς ἀντικειμένους δαίμονας ἀλητηρίους καὶ ἀνθρώπους γόητας καὶ ἀπαταιῶνας· τότε γὰρ οἱ πονηροὶ πολλοὶ γίνονται ἐν τῷ ἀντικεῖσθαι, ὅταν ὁρῶσιν ἰσχύοντα τὸν λόγον τῆς πίστεως ἐν τοῖς παραδεχομένοις· ἔθος δὲ αὐτῷ τὴν παρρησίαν τοῦ τῆς εὐσεβείας λόγου θύραν καλεῖν. 1 Kor 16,10-11 Ὅταν βέβαιοι καὶ ἀμετακίνητοι ὦσι περὶ τὴν εὐσέβειαν οἱ παιδευόμενοι, ἀφόβως ἐπιδημοῦσιν αὐτοῖς οἱ διδάσκαλοι, οὐ δεδεκότες μή τις ῥᾳθυμία περὶ τοὺς ἀκροατὰς ὑπάρχῃ. διό φησι· προσέχετε ἑαυτοῖς, ἵνα θαρρήσῃ Τιμόθεος ἐλθεῖν πρὸς ὑμᾶς, οὐ φοβηθείς, μὴ μετατραπῆτε. τούτῳ τῷ σημαινομένῳ ἐκ τοῦ φοβεῖσθαι συνεχρήσατο, καὶ ἐν τῇ ἑξῆς ἐπιστολῇ εἶπεν· φοβοῦμαι μή πως, ὡς ὁ ὄφις ἐξηπάτησε τὴν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτως φθαρῇ τὰ νοήματα ὑμῶν. Ἔστι γὰρ ὁ Τιμόθεος οὗτος περὶ οὗ γράφω τὰ προκείμενα, τῶν γνησίων τοῦ θεοῦ δοῦλος, τὸ ἔργον τοῦ δεσπότου παραπλησίως ἐμοὶ ἐργαζόμενος. διὸ μὴ εὐτελιζέσθω παρ' ὑμῶν, ἀλλὰ γνησίως μετ' ἀγάπης ὑποδεχθήτω, ἀλλὰ καὶ προπεμφθήτω· περιμένω γὰρ ἐν τῇ Ἀσίᾳ ἕως ἐπανέλθῃ πρός με μετὰ τῶν ἀδελφῶν. 1 Kor 16,12 Ἐπειδὴ ὁ Ἀπολλῶς ἐπίσκοπος ἦν Κορίνθου, ἀπέστη ἐξ αὐτῶν διὰ τὰ ἐν αὐτοῖς σχίσματα καὶ ἦν σὺν τῷ Παύλῳ καὶ νῦν παρακληθεὶς οὐ συνεξεδήμησε τῇ ἐπιστολῇ· καὶ λέγει τὴν αἰτίαν δι' ἣν οὐκ ἀπῆλθεν· 13 ὅτι οὐκ ἦν θέλημα. εἶτα εὐθυμοποιῶν αὐτοὺς γράφει· ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ, τὴν εὐκαιρίαν τῆς πρὸς ὑμᾶς ἐπιδημίας αὐτοῦ ὑμῶν παρεχόντων, ὅταν μηκέτι ᾖ ἐν ὑμῖν σχίσματα. 1 κορ 16,13 Ἕπεται τῷ δεόντως ἐγρηγορότι ἐν τῷ μὴ διδόναι ὕπνον τοῖς ὀφθαλμοῖς μηδὲ ἐπινυσταγμὸν τοῖς βλεφάροις τὸ ἑστάναι βεβαίως ἐν τῇ πίστει, μεθ' ὃ ἕπεται τὸ ἀνδρίζεσθε καὶ κραταιοῦσθε ὡς ἀθλητῇ καὶ στρατιώτῃ Χριστοῦ, τῷ πάντα ποιοῦντι σὺν ἀγάπῃ τῇ πρὸς τὸν θεὸν καὶ τὸν πλησίον. 1 Kor 16,14-16 Ἀπαρχὴ λέγονται ἢ διὰ τὸ πρὸ τῶν ἄλλων πεπιστευκέναι ἢ διὰ τὸ ὑπερέχειν ἐν εὐσεβείᾳ ἢ διὰ τὸ προύχειν ἐν γένει, οἵτινες διὰ τὴν ἐνυπάρχουσαν αὐτοῖς ταπεινοφροσύνην οὐ χειροτονηθέντες, ἀλλὰ προθέσει ἰδίᾳ ὑφ' ἑαυτῶν εἰς τοῦτο ἠγμένοι, ἔταξαν ἑαυτοὺς εἰς διακονίαν. διὸ ὑποτάσσεσθε τοῖς τοιούτοις, εἰκόνα καὶ ὑπογραμμὸν αὐτοὺς ἔχοντες, ἵνα καὶ ὑμεῖς ἑαυτοὺς τάξητε εἰς τὴν τῶν ἁγίων ὑπηρεσίαν. 1 Kor 16,17-18 Σὺν τῷ Στεφανᾷ τὸ παραλειφθὲν ὑμῖν ἀνεπλήρωσαν Φουρτουνᾶτος καὶ Ἀχαϊκὸς τῆς αὐτῆς ἐκείνῳ προαιρέσεως ὄντες, καὶ ἀνέπαυσαν τὸ πνεῦμα τὸ ὑμῶν καὶ τὸ ἐμόν. ἀναπαύει δὲ πνεῦμα ἁγίου ὁ φρονῶν καὶ πράττων τὰ τῆς εὐσεβείας· τὸ γὰρ πνεῦμα τὰ ἀγαθὰ ζητεῖ ὡς εἶναι· ἐπὶ μὲν φαύλων ψυχήν, ἐπὶ δὲ ἁγίων πνεῦμα λέγεσθαι τὸ ὑπερπηδοῦν ἐν τῷ τὰ καλὰ θέλειν. τοὺς οὖν εὐβιοῦντας καὶ φρονοῦντας ἐπιγινώσκειν δεῖ τῷ τὰ αὐτὰ φρονεῖν καὶ πράττειν. οὕτω καὶ ὁ Ὠριγένης δοξάζει τὸ πνεῦμα πλείω τι ἔχειν τῆς ψυχῆς ἐν ἀρετῇ, εἰ καὶ πνεῦμα καὶ ἡ ψυχή. 1 Kor 16,19- Ἱκανῶς αὐτοὺς εἰς ἀγάπην διεγείρων γράφει τὸ ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας καὶ πάντες οἱ ἐν αὐτῇ διατρίβοντες ἅγιοι καὶ εὐλαβεῖς ἄνδρες. 1 Kor 16,21 Ἵνα μὴ ἀπατῶνται γραφόντων τινῶν ἐκ τῆς τοῦ