1

 2

 3

 4

 5

3

ἀμέλει γοῦν οὐ φθορὰ σπείρεται καὶ ἐγείρεται οὐκ ἀφθαρσία, ἀλλ' ἐν ἀφθαρσίᾳ. ἀκολουθεῖ δὲ τῷ ἐν φθορᾷ σπειρομένῳ τὸ ἐν ἀσθενείᾳ καὶ ἐν ἀτιμίᾳ καὶ σῶμα ψυχικὸν σπείρεσθαι, ὁμοίως δὲ καὶ τῷ ἐν ἀφθαρσίᾳ ἐγειρομένῳ τὸ ἐν δυνάμει καὶ δόξῃ καὶ σῶμα πνευματικὸν ἐγείρεσθαι. ὅταν δὲ λέγωμεν σῶμα ἄφθαρτον, οὐ πέμπτην οὐσίαν λέγομεν, ὥς τινες περὶ τῶν ἄστρων ὑπενόησαν ἣν ἀεί φαμεν ἄφθαρτον εἶναι, ἀλλ' ἄφθαρτον λέγομεν τὸ ἐκ φθαρτοῦ γεγονὸς ἄφθαρτον χάριτι θεοῦ. οὕτως ἄτρεπτον καὶ ἀναλλοίωτον εἶναι κατὰ μεταβολὴν ** γὰρ ὑπέστη τὸ τοιοῦτον, ἀλλὰ τῷ διαρκεῖν εἰς μακραίωνα ζωὴν ἤτοι κολαζόμενον ἢ τιμώμενον. 1 Kor 15,44-46 Ἐπειδὴ σπείρεται τὸ σῶμα ἐκ τῆς περιπλοκῆς τοῦ ἄρρενος πρὸς τὸ θῆλυ, εὐλόγως καὶ ἀτιμία καὶ ἀσθένεια περὶ αὐτὸ ἔσται, τυγχάνον ψυχῆς σῶμα φθαρείσης ἐν αὐτῷ τῆς προλαβούσης ποιότητος, ἀνίσταται θεοῦ δυνάμει, ἀφθαρσίαν καὶ δύναμιν καὶ τιμὴν ἔχον πνευματικὸν σῶμα ἀποδειχθέν, ὄργανον ψυχῆς ὑπάρχον, λοιπὸν οὐ ψυχῆς ἁπλῶς, ἀλλὰ πνεύματος ἁγίου μετουσίᾳ ἀνασταθείσης καὶ οἱονεὶ εἰς πνεῦμα μεταβαλούσης. ἐπειδὴ δὲ ἡ τοῖς πάθεσιν ἐμμένουσα ψυχή, εἰκότως καὶ τὸ τῆς τοιαύτης ψυχῆς σῶμα ψυχικὸν καλεῖται. ἐὰν δὲ ὑπεραναβῇ τὴν παθητικὴν ἕξιν ἡ ψυχή, γίνεται πνευματική, καὶ λέγεται τὸ σῶμα τῆς τοιαύτης ψυχῆς τῆς συμπλεκομένης αὐτὸ πνευματικόν. Ἐπειδὴ προκόπτουσα ἡ ψυχὴ ἐπὶ τὸ πνευματικὸν ἀναβαίνει, πρῶτον εἶπεν εἶναι τὸ ψυχικὸν σῶμα, ἔπειτα τὸ πνευματικόν. νοητέον δὲ ὅτι τὸ τῶν ἐγειρομένων ἐκ νεκρῶν σῶμα ὁμοιοῦται τῷ τοῦ Χριστοῦ σώματι πνευματικῷ μετὰ τὴν ἀνάστασιν γεγονότι. διὸ οὐ προσέχομεν τοῖς λέγουσιν ὅτι τοιοῦτον ἀνίσταται τὸ σῶμα οἷον εἶχεν ὁ Ἀδὰμ ψυχικόν· ἡ μὲν οὖν τοῦ πρώτου Ἀδὰμ ζωὴ εἰς ψυχὴν ζῶσαν παρεσκεύαζε τὸν ἄνθρωπον ζῆν, ἡ δὲ κατὰ Χριστὸν ζωὴ οὐκ εἰς ψυχὴν ζῶσαν ἀλλ' εἰς πνεῦμα ζωοποιοῦν. ἡ δὲ πνευματικὴ ζωοποίησις συμφυής ἐστι τοῖς ἐκ νεκρῶν ἐγειρομένοις. πρῶτον δὲ καὶ ἔσχατον ἁρμοδίως εἶπεν, οὐ μὴν πρῶτον καὶ δεύτερον ἄνθρωπον, ἵνα μάθωμεν ὅτι γεγόνασί τινες μέσοι, τοῦ πρώτου καὶ ἐσχάτου ἀνθρώπου ἐν πολιτείᾳ.

11 1 Kor 15,51Ἐπειδὴ περὶ ἀναστάσεως θεωρία βάθος ἔχειν νοήσεως, εἰκότως φησίν· ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν τεθνηξόμενοι κοιμηθησόμεθα, μόνοι δὲ οἱ δίκαιοι ἀλλαγησόμεθα, ἐκλάμψαντες ὡς ὁ ἥλιος· μόνοι γὰρ οὗτοι ἐπὶ τὸ κρεῖττον κατὰ ψυχὴν καὶ σῶμα μεταβάλλοντες ἀλλαγήσονται. οὐ γὰρ ἀκόλουθον λέγειν ἐν ἀλλάξει κατά τινα ἑτέραν φερομένην οὕτω γραφήν· οὐ πάντες μὲν κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα διὰ τὸ εὐθὺς ἐπιφερόμενον καὶ ἡμεῖς ἀλλαγησόμεθα. εἰ γὰρ πάντες ἀλλάττονται, περιττὸν λέγεσθαι καὶ ἡμεῖς ἀλλαγησόμεθα.1 Kor 15,52-53Ἐγερθήσονται οἱ νεκροὶ τοῦ σώματος αὐτῶν, ὃ πάλαι φθαρτὸν ἦν, ἀφθάρτου γενησομένου. τινὲς δὲ λέγουσιν ὧδε τὸ ἡ μεῖς ἀλλαγησόμεθα ἀντὶ τοῦ οἷα ἄλλοι τινὲς ὄντες παρὰ τοὺς νεκρούς, οἵτινες, φησίν, ἄφθαρτοι ἐγειρόμεθα τὰ σώματα, ἀλλασσομενῶν τῶν ψυχῶν κατὰ κρείττονα καὶ θειοτέραν ποιότητα ἀλλοιουμενῶν. ἄλλος δέ φησι τοὺς ἁμαρτωλοὺς εἶναι τοὺς νεκρούς, τοὺς ἀφθάρτους ἐγειρομένους ἐπὶ τῷ διαρκέσαι πρὸς τὰς αἰωνίους κολάσεις, ἀλλασσομένους δὲ ἀπὸ δόξης εἰς δόξαν τοὺς κατ' ἀρετὴν βεβιωκότας· ἔστι μὲν οὖν θνητὸν καὶ φθαρτὸν οὐ μὴν ἔμπαλιν. διὸ τὸ φθαρτὸν ἀφθαρσίαν, τὸ δὲ θνητὸν ἀθανασίαν ἐνδύεται ἐν τῷ τῆς ἀναστάσεως τῶν νεκρῶν καιρῷ. 1 Kor 15,54-56 Ὥσπερ ἀρετῆς παρούσης οὐχ ὑπάρχει κακία, οὕτως ἀθανασίας παρούσης ὁ θάνατος ἀφανίζεται. διὸ τοῦ θνητοῦ τὴν ἀθανασίαν ἐνδυσαμένου ὁ θάνατος ἡττηθεὶς καταπίνεται, ὡς λέγεσθαι αὐτῷ· ποῦ σου τὸ νῖκος ἐν ᾧ νικῶν νεκροὺς ἐποίεις; ποῦ σου τὸ κέντρον ᾧ τιτρώσκων ἰσχυρὸς ἦς; κεντεῖ μὲν γὰρ κατὰ τοὺς λογισμοὺς ἐμβάλλων ἁμαρτίας τοῖς πληττομένοις ὑπ' αὐτοῦ, νικᾷ δὲ τοὺς πρακτικῶς ἁμαρτάνοντας. κεῖται δὲ ἡ χρῆσις ἐν Ὠσηὲ οὐκ αὐταῖς λέξεσιν· ἀντὶ γὰρ τοῦ ἡ δίκη