1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

4

τοιῷδε χαίρων ἱερείῳ καὶ τὸ δῶρον ἀσμένως ἀσπαζόμενος τῆς τε σεμνῆς καὶ καλλιπρεποῦς θυσίας τὸν ἱεροφάντην ἀγάμενος προσθήκας αὐτῷ μακρῶν περιόδων τῆς βασιλείας προστίθησιν, ἀμοιβαίως ταῖς εἰς αὐτὸν ὁσίαις αὔξων τὰς εὐεργεσίας, παρέχει τε παντοίας ἑορτὰς ἐκτελεῖν σὺν πολλῇ ῥᾳστώνῃ τῆς μοναρχίας, ἐφ' ἑκάστῃ περιόδῳ δεκαετοῦς πανηγύρεως ἕνα τινὰ τῶν αὐτοῦ παίδων ἐπὶ τὴν τοῦ βασιλικοῦ θρόνου κοινωνίαν προχειριζόμενος καὶ ὥσπερ εὐθαλεῖ καὶ ἀκμαίῳ φυτῷ χρόνων αὐξήσεις δωρούμενος. 3.2 πρῶτόν γε τοῦ πατρὸς τὸν ὁμώνυμον κατὰ τὴν πρώτην τῆς βασιλικῆς περιόδου δεκάδα τοῦ βασιλικοῦ κοινωνὸν ἀπέφηνε κλήρου, δεύτερον δ' ἐπὶ τῇ δευτέρᾳ δεκάδι τὸν ἐφεξῆς τῷ χρόνῳ, τὸν τρίτον ὡσαύτως ἐπὶ τῇ τρίτῃ τῆς μετὰ χεῖρας ἑορτῆς δεκάδι. ἤδη δὲ καὶ τετάρτης ἀνακυκλουμένης περιόδου, ὡς ἂν τῶν χρόνων εἰς μῆκος ἐκτεινομένων, συναύξων τὴν βασιλείαν ἀφθόνῳ κοινωνίᾳ τοῦ γένους καισάρων τε ἀναδείξεσι θείων προφητῶν ἀποπληροῖ θεσπίσματα, ἃ δὴ πάλαι καὶ πρόπαλαι ὧδέ πη ἐβόα· «καὶ διαλήψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου.» 3.3 οὕτω δῆτα χρόνων ἅμα καὶ παίδων αὐξήσεις βασιλεῖ τῷ θεοφιλεστάτῳ θεὸς αὐτὸς ὁ παμβασιλεὺς δωρούμενος, ἀκμάζουσαν αὐτῷ καὶ νεαρὰν τὴν κατὰ τῶν ἐπὶ γῆς ἐθνῶν ἡγεμονίαν ὥσπερ ἄρτι φύειν ἀρχομένην καθίστησιν, αὐτός τε αὐτῷ συντελεῖ τὴν πανήγυριν, νικητὴν αὐτὸν καθιστὰς ἐχθρῶν ἁπάντων καὶ πολεμίων εὐσεβείας τε ἀληθοῦς ὑπόδειγμα τοῖς ἐπὶ γῆς ἅπασιν ἀποφαίνων. 3.4 ὁ δ', ὡς φῶς ἡλίου μαρμαρυγαῖς, ταῖς τῶν καισάρων ἐπιλάμψεσι τοὺς πορρωτάτω τοῖς τόποις ἀπῳκισμένους ταῖς εἰς μακρὸν ἐξ αὐτοῦ παραπεμπομέναις ἀκτῖσι καταυγάζει, ὧδε μὲν ἡμῖν τοῖς τὴν ἑῴαν λαχοῦσι τὸν ἐπάξιον αὐτοῦ καρπόν, θάτερον δὲ τῶν παίδων θατέρῳ γένει τῶν ἀνθρώπων, καὶ πάλιν ἄλλον ἀλλαχόθι, λαμπτῆρας οἷα καὶ φωστῆρας τῶν ἐξ αὐτοῦ προχεομένων φώτων διενείματο· εἶθ' ὑπὸ μίαν ζεύγλην βασιλικοῦ τεθρίππου τέτταρας ὑποζεύξας αὐτὸς αὐτῷ οἷά τινας πώλους τοὺς ἀνδρειοτάτους καίσαρας ἡνίαις τε αὐτοὺς ἐνθέου συμφωνίας τε καὶ ὁμονοίας ἁρμοσάμενος, ἄνωθεν ὑψηλῶς ἡνιοχῶν ἐλαύνει, ὁμοῦ τὴν σύμπασαν ὅσην ἥλιος ἐφορᾷ διϊππεύων, αὐτός τε τοῖς πᾶσιν ἐπιπαρὼν καὶ τὰ πάντα διασκοπούμενος. 3.5 κἄπειτα τῆς οὐρανίου βασιλείας εἰκόνι κεκοσμημένος, ἄνω βλέπων κατὰ τὴν ἀρχέτυπον ἰδέαν τοὺς κάτω διακυβερνῶν ἰθύνει, μονάρχου δυναστείας μιμήματι κραταιούμενος· τοῦτο γὰρ ἀνθρώπου φύσει τῶν ἐπὶ γῆς μόνῃ ὁ τῶν ἁπάντων δεδώρηται βασιλεύς. νόμος γὰρ οὗτος βασιλικῆς ἐξουσίας ὁ τὴν κατὰ πάντων μίαν ἀρχὴν ὁριζόμενος. 3.6 μοναρχία δὲ τῆς πάντων ὑπέρκειται συστάσεώς τε καὶ διοικήσεως· ἀναρχία γὰρ μᾶλλον καὶ στάσις ἡ ἐξ ἰσοτιμίας ἀντιπαρεξαγομένη πολυαρχία. διὸ δὴ εἷς θεὸς ἀλλ' οὐ δύο οὐδὲ τρεῖς οὐδὲ ἔτι πλείονες· ἀκριβῶς γὰρ ἄθεον τὸ πολύθεον, εἷς βασιλεύς, καὶ ὁ τούτου λόγος καὶ νόμος βασιλικὸς εἷς, οὐ ῥήμασι καὶ συλλαβαῖς ἐκφωνούμενος οὐδ' ἐν γραφαῖς καὶ στήλαις χρόνου μήκει δαπανώμενος, ζῶν δὲ καὶ ὑφεστὼς θεὸς λόγος, τοῖς ὑπ' αὐτὸν καὶ μετ' αὐτὸν ἅπασι τὴν τοῦ πατρὸς διαταττόμενος βασιλείαν. στρατιαὶ δὲ τοῦτον οὐράνιοι περιπολοῦσι, μυριάδες τε ἀγγέλων θεοῦ λειτουργῶν πλήθη τε στρατοπεδείας ὑπερκοσμίου τῶν τε εἴσω οὐρανοῦ πνευμάτων ἀφα νῶν τῇ τοῦ παντὸς κόσμου τάξει διακονουμένων, ὧν πάντων ὁ βασιλικὸς καθηγεῖται λόγος οἷά τις μεγάλου βασιλέως ὕπαρχος. ἀρχιστράτηγον αὐτὸν καὶ ἀρχιερέα μέγαν προφήτην τε τοῦ πατρὸς καὶ μεγάλης βουλῆς ἄγγελον φωτός τε ἀπαύγασμα πατρικοῦ μονογενῆ τε υἱὸν καὶ τούτων ἕτερα μυρία θεσπίζουσιν ἀναφωνοῦσαι θεολόγων φωναί, ὃν δὴ ζῶντα λόγον καὶ νόμον καὶ σοφίαν ἀγαθοῦ τε πλήρωμα παντὸς ὁ γεννήσας ὑποστησάμενος, μεγίστων ἀγαθῶν δόμα τοῖς ὑπὸ τὴν βασιλείαν πᾶσιν ἐδωρήσατο. ὁ δὲ διήκων τὰ πάντα πάντη τε ἐπιπορευόμενος καὶ τάς τε τοῦ πατρὸς χάριτας ἀφθόνως ἐξαπλῶν εἰς πάντας