1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

7

νόσων ἀπαλλαγὴν ἢ θανάτου ἀποφυγὴν ἰσχύει; ὅμως δ' οὖν, καίπερ ταῦτα εἰδώς, ἐπιστημόνως αὐτῶν τὴν χρῆσιν πρὸς εὐπρεπῆ τῶν ἀρχομένων κόσμον ἀπαθεῖ λογισμῷ διατίθεται, γελῶν τοὺς ταῦτα διὰ νηπιότητα φρενῶν ἐπτοημένους· κραιπάλης γε μὴν καὶ μέθης τῆς τε περιττῆς καρυκείας οἷα γαστριμάργοις οἰκείας ἀπέχεται, προσήκειν ἑτέροις ταῦτα ἀλλ' οὐχ ἑαυτῷ ὑπολαμβάνων· ζημιοῦν γὰρ τὰ μεγάλα καὶ τὸ τῆς ψυχῆς νοερὸν ἀμαυροῦν τὰ τοιαῦτα πέπεισται. 5.8 τούτων δὴ ἕνεκα πάντων ὁ τὰ θεῖα πεπαιδευμένος βασιλεὺς καὶ τὰ μεγάλα φρονῶν τοῦ παρόντος βίου τῶν κρειττόνων ἐφίεται, τὸν πατέρα καλῶν τὸν ἐπουράνιον καὶ τὴν ἐκείνου βασιλείαν ποθῶν, πάντα τε σὺν εὐσεβείᾳ πράττων καὶ τοῖς ὑπ' αὐτὸν ἀρχομένοις ὡς ὑπὸ διδασκάλῳ παιδευομένοις ἀγαθῷ τὴν τοῦ μεγάλου βασιλέως θεογνωσίαν προβαλλόμενος. 6.1 Ὁ δὲ τῶν ἀμοιβαίων τὰ ἐχέγγυα προμνώμενος τριακονταετηρικοὺς αὐτῷ διανέμει στεφάνους χρόνων ἀγαθαῖς περιόδοις ἀποτελεσθέντας, τριττούς τε ἤδη δεκάδων περιελθὼν κύκλους πανδήμους μᾶλλον δὲ κοσμικὰς ἑορτὰς πᾶσιν ἐφίησιν ἀνθρώποις ἐκτελεῖν. 6.2 τῶν δ' ἐπὶ γῆς θεογνωσίας ἄνθεσι φαιδρυνομένων, οὐκ ἀπὸ σκοποῦ ἂν εἴη καὶ τὰς ἐν οὐρανῷ χορείας φύσεως νόμοις ἑλκομένας τοῖς ἐπὶ γῆς συγχαίρειν, αὐτόν τε τὸν ἐπὶ πάντων βασιλέα πατρὸς ἀγαθοῦ δίκην ἐφ' υἱοῖς ἀγαθοῖς θεοσεβοῦσιν εὐφραίνεσθαι, καὶ ταύτῃ μάλιστα τὸν καθηγεμόνα καὶ τῶν ἀγαθῶν αἴτιον πολυχρονίοις γεραίρειν τιμαῖς, ὡς μὴ ἀπαρκεῖν τρεῖς ἐν δεκάσι περιόδους τῇ βασιλείᾳ, νέμειν δὲ αὐτὴν ἐπὶ μήκιστον καὶ εἰς μακρὸν παραπέμπειν αἰῶνα. 6.3 αἰὼν δ' ὁ σύμπας ἀγήρως καὶ ἀτελεύτητος οὔτ' ἀρχὴν οὔτε περιγραφὴν θνητῶν λογισμοῖς πεφυκὼς ὁρᾶσθαι, ἀλλ' οὐδ' ἐκ μέσου κέντρου λαμβάνεσθαι οὐδὲ τὸ νῦν αὐτοῦ λεγόμενον ἐφιεὶς τοῖς ἐθέλουσι περιδράττεσθαι, μήτι γε τὸ μέλλον ἢ τὸ παρῳχηκὸς τοῦ χρόνου· τὸ μὲν γὰρ οὐκ ἔστιν ὁ δὴ παρῆλθεν, τὸ δὲ μέλλον οὔπω πάρεστιν, διὸ οὐδ' ἔστιν, τὸ δέ γε νῦν αὐτοῦ λεγόμενον ἅμα νοήματι καὶ φωνῇ λόγου θᾶττον διαδιδράσκει. οὐκ ἔστιν δ' ὅλως αὐτοῦ ἐπιλαβέσθαι ὡς ἑστῶτος. ἢ γὰρ μέλλοντα προσδοκᾶν ἢ παρελθόντα συνορᾶν ἀνάγκη· ἅμα γὰρ ἐννοίᾳ διολισθάνων φεύγει. οὕτως ὁ σύμπας αἰὼν οὐ φέρει θνητῶν λογισμοῖς καθυποτάττεσθαι, ἀλλ' ἀναίνεται τὴν παρὰ τούτοις δουλείαν. 6.4 τὸν δ' αὐτοῦ βασιλέα καὶ δεσπότην ὁμολογεῖν οὐ παραιτεῖται, φέρει δ' αὐτὸν ἐπὶ νώτων ὀχούμενον, ἐναβρυνόμενος τοῖς ἐξ αὐτοῦ καλλωπίσμασιν. ὁ δὲ ἄνωθεν αὐτὸν ἡνιοχῶν, οὐ σειρῇ χρυσῇ κατὰ τὸ ποιητικὸν ἐνδησάμενος, σοφίας δ' ἀρρήτου δεσμοῖς ὥσπερ τισὶν ἡνίαις χαλινώσας, μῆνας ἐν αὐτῷ καὶ χρόνους, καιρούς τε καὶ ἐνιαυτούς, νυκτῶν τε καὶ ἡμερῶν ἀμοιβαῖα διαστήματα σὺν ἁρμονίᾳ τῇ πάσῃ κατεβάλετο, ποικίλοις αὐτὸν ὅροις καὶ μέτροις περιδήσας. ὁ μὲν γὰρ εὐθυτενὴς ὢν καὶ εἰς ἄπειρον ἐκτεινόμενος, τήν τε τοῦ αἰῶνος ἐπηγορίαν ὥσπερ ἀεὶ ὢν εἰληφώς, αὐτός τε αὐτοῦ ὢν τοῖς μέρεσιν ἐμφερής, μᾶλλον δὲ ἀμερὴς ὢν καὶ ἀδιάστατος, εἰς μόνην εὐθεῖαν μηκυνόμενος αὔξει· ὁ δὲ μέσοις αὐτὸν διαλαβὼν τμήμασι καὶ ὥσπερ εὐθεῖαν γραμμὴν εἰς μῆκος τεταμένην διελὼν κέντροις πολὺ πλῆθος ἐν αὐτῷ κατεβάλετο, ἕνα τε ὄντα καὶ μονάδι παρεικασμένον παντοίοις κατεδήσατο ἀριθμοῖς, πολύμορφον ἐξ ἀμόρφου τὴν ἐν αὐτῷ ποικιλίαν ὑποστησάμενος. 6.5 μίαν μὲν γὰρ πρώτιστα πάντων ἐν αὐτῷ τὴν ἄμορφον ὕλην ὥσπερ τινὰ πάνδοχον οὐσίαν ὑφίστη, δεύτερον δ' ἐν ὕλῃ ποιότητα δυνάμει δυάδος εἶδος ἐξ ἀειδοῦς ἀπεργαζόμενος ἐποίει, τριάδος δ' ἀριθμῷ τριχῆ διάστατον, εἴς τε πλάτος καὶ μῆκος καὶ βάθος, σύνθετον ἐξ ὕλης καὶ εἴδους σῶμα κατειργάζετο. διττῆς δ' ἐκ δυάδος τὴν τῶν στοιχείων τετρακτὺν ἐπινοήσας, γῆν, ὕδωρ, ἀέρα, πῦρ, πηγὰς ἀενάους εἰς τὴν τοῦδε τοῦ παντὸς προὐβάλετο χορηγίαν. τετρακτὺς δὲ γεννᾷ δεκάδα· ἓν γὰρ δύο τρία τέσσαρα τὸν δέκα συντελοῦσιν ἀριθμόν. τριὰς δὲ