1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

32

οὖν καὶ οὐκ εἰς μακρὸν ἡ σύμπασα οἰκουμένη τῶν αὐτοῦ λόγων ἐπληροῦτο. 16.9 τί οὖν ἔχοι ἂν πρὸς τοῦτο εἰπεῖν ὁ κατ' ἀρχὰς τοῦ λόγου ἡμῖν ἐπιμεμψάμενος, ὁπότε παντὸς λόγου κρείττων ἡ διὰ τῆς ὄψεως τυγχάνει μαρτυρία; ἀλλὰ γὰρ ἀπὸ τοῦ προτέρου μεταβάς, ἐλθὲ καὶ ἐφ' ἕτερον καὶ σκέψαι παρὰ σαυτῷ· τίς πώποτε ἐκ τοῦ παντὸς αἰῶνος νόμους εὐσεβεῖς καὶ σώφρονας λόγῳ μόνῳ δίχα πάσης γραφῆς διαταξάμενος, τούτους διὰ τῶν αὐτοῦ φοιτητῶν ἀπὸ περάτων γῆς καὶ εἰς ἄκρα τῆς ὅλης οἰκουμένης, διδασκαλεῖα πανταχοῦ γῆς ἀνοίξας, εἰς ἐπήκοον ἀνθρώποις πᾶσι βαρβάροις ὁμοῦ καὶ Ἕλλησιν ἀναγινώσκεσθαι ῥᾳδίως ἐκράτυνεν; ἀλλ' οὐκ ἂν εὕροις ἐπιζητήσας ἄλλον. καὶ τοῦτο δὴ μόνου τοῦ ἡμετέρου σωτῆρος ἔργον ἦν, ὃ δὴ μετὰ τὸν θάνατον αὐτοῦ πεπραγμένον τῆς ἐνθέου ζωῆς τε καὶ δυνάμεως αὐτοῦ παραστατικὸν ἂν εἴη. ἀλλ' οὐδὲ τοῦτο πείθει τὸν ἀπειθῆ. οὐκοῦν ἡμῖν αὐτὸς λεγέτω ποθοῦσι μαθεῖν, ἢ τίς ποτε ἄλλος τῶν ἐν ἀνθρώποις ἐπὶ σοφίᾳ βοηθέντων ἔθη βάρβαρα καὶ ἀνήμερα βαρβάρων ἐθνῶν τοῖς φιλανθρωποτάτοις αὐτοῦ παρέλυσε νόμοις, ὡς μηκέτι τοὺς αὐτῷ μαθητευομένους ἐν Σκύθαις ἀνθρωποβορεῖν, μηδ' ἐν Πέρσαις μητρογαμεῖν, μηδ' ἄλλους κυσὶ παραβάλλειν τοὺς ἑαυτῶν νεκρούς, μηδ' ἑτέρους ἀγχόνῃ παραδιδόναι τοὺς γεγη ρακότας, μηδ' ἕτερα τούτων ἀδελφὰ ὠμὰ καὶ θηριώδη παρ' ἑτέροις ἐπιτελεῖσθαι. ἀλλὰ μικρὰ ταῦτα τυγχάνει δείγματα τῆς τοῦ σωτῆρος ἡμῶν μετὰ τὸν θάνατον ἐνθέου ζωῆς. θέα δὴ καὶ ἕτερα τούτων μείζω, σκεψάμενος τίς πώποτε ἐν ἀνθρώποις τοσούτοις δὴ χρόνοις ὑπὸ πάντων ἀνθρώπων, ἀρχόντων τε καὶ βασιλέων, πολιτῶν τε καὶ στρατοπέδων, δήμων τε καὶ ἐθνῶν, πολεμηθεὶς καὶ εἰς ἀεὶ πολεμούμενος τὴν ὑπὲρ ἄνθρωπον ἀρετὴν ἐπεδείξατο, ὡς ἀνθεῖν ὁσημέραι καὶ νεάζειν διὰ παντὸς τοῦ βίου. τίς δὲ καὶ ἄλλος τῶν ἐξ αἰῶνος ὁμοίως τῷ ἡμετέρῳ σωτῆρι ἔθνος τὸ μηδ' ἀκουσθὲν ἄλλοτέ ποτε ἐπ' ὀνόματι τῷ αὐτοῦ συστήσασθαι βουληθείς, τοῦτο οὐκ ἐν γωνίᾳ ποι γῆς λεληθὼς ἀλλὰ καθ' ὅλης τῆς ὑφ' ἥλιον ἱδρύσατο, δυνάμει θεϊκῆς ἐξουσίας πέρας ἐπιθεὶς τῷ αὐτοῦ βουλήματι; θεὸν δὲ μόνον τὸν ἐπέκεινα οὐρανοῦ καὶ τοῦ παντὸς κόσμου γνωρίζειν τε καὶ σέβειν πάντα τὰ ἔθνη τίς πώποτε διδάξαι προὔθετο; κἄπειτα τοιοῦτον προθέμενος σκοπὸν εἰς ἔργον ἤγαγε τὸ κατόρθωμα, μόνον οὐχὶ δι' αὐτῆς ἐνεργείας φιλόθεον ἀποφήνας τὸ πεπραγμένον· ὃ δὴ καὶ μάλιστα πᾶν ἄθυρον ἀπέφραξε στόμα, ὅτι δὴ τὸν ἀνωτάτω κηρύξας θεὸν καὶ τοῦτον μόνον ἀληθῆ γνωρίζειν τοῖς πᾶσιν ἔθνεσιν ἐγκελευσάμενος, ὡς ἂν τὰ φίλα τῷ θεῷ βουληθείς, τῆς πρὸς αὐτοῦ τοῦ πρεσβευομένου συνεργίας τε καὶ βοηθείας ἠξιώθη. τὰ δ' ἐπὶ τῷ τοιούτῳ κηρύγματι συμπαραληφθέντα μαθήματα καὶ πᾶσιν εἰς ἐπήκοον παραδοθέντα ἔργῳ τε κρατυνθέντα ὁποῖα τυγχάνει, θέα καὶ σκέψαι. ἢ τίς καὶ ἄλλος τῶν πώποτε, τὰς τῶν ἀνθρώπων ψυχὰς λογικῷ φωτὶ καταλάμψας, καταγελάσαι τῆς πατρίου πλάνης αὐτοὺς παρεσκεύασεν, ὡς μηκέτι λίθοις καὶ ξύλοις μήδ' ἀψύχῳ ὕλῃ τὴν θείαν περιάπτειν προσηγορίαν. Αἰγυπτίους δὲ τοὺς πάντων δεισιδαιμονεστάτους, ἀφ' ὧν καὶ εἰς Ἕλληνας τὰ τῆς πολυθέου πλάνης προῆλθεν, τίς ἄλλος πλὴν τοῦ ἡμετέρου σωτῆρος μηκέτ' ἀφρονεῖν ἔπεισεν, μηδέ γε θηρσὶ καὶ ἑρπετοῖς καὶ ζώων ἀλόγων τοῖς ἀτιμοτάτοις τὴν σεβάσμιον ἀπονέμειν τιμήν, μόνον δὲ τὸν ἐπὶ πάντων γνωρίζειν θεόν, καὶ διὰ παντοίων θανάτων ὑπὲρ τῆς εὐσεβείας ἀγωνίζεσθαι. τίς δὲ ἐξ αἰῶνος τὸ βλαπτικὸν καὶ ὀλέθριον δαιμόνων φῦλον, τὸ πάλαι πᾶσαν ἀνθρώπων φύσιν ἐπινεμόμενον καὶ διὰ τῆς τῶν ξοάνων κινήσεως πολλὰς ἐν ἀνθρώποις γοητείας ἐπιδεικνύμενον, ἀοράτῳ καὶ κραταιᾷ χειρὶ οἷα θῆρας δεινοὺς τῆς ἀνθρώπων ἀπεδίωξεν ἀγέλης; τίς δ' ἕτερος ὡς ὁ ἡμέτερος σωτὴρ διὰ τῆς εἰς αὐτὸν ἐπικλήσεως καθαρωτάταις εὐχαῖς ταῖς δι' αὐτοῦ πρὸς τὸν τῶν ὅλων θεὸν ἀναπεμπομέναις τὰ λείψανα τῶν πονηρῶν πνευμάτων ἐξ ἀνθρώπων ἀπελαύνειν ἐπ' ἐξουσίας ἔδωκεν