1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

19

ἀπὸ τοῦ κρείττονος ἐλλείψεως· ὁ μὲν γὰρ ἦν ἀγέννητος, ἀνωτάτω τε καὶ ἐπέκεινα τῶν ὅλων, ἄρρητος ἀνέφικτος ἀπροσπέλαστος φῶς οἰκῶν ἀπρόσιτον, ᾗ φασὶν οἱ θεῖοι λόγοι· ἡ δ' ἐξ οὐκ ὄντων προβεβλημένη πορρωτάτω τε διεστῶσα καὶ μακρὰν τῆς ἀγεννήτου φύσεως ἀπεσχοινισμένη· εἰκότως ὁ πανάγαθος καὶ θεὸς τῶν ὅλων μέσην τινὰ προεμβάλλει τὴν τοῦ μονογενοῦς αὐτοῦ λόγου θείαν καὶ παναλκῆ δύναμιν, ἀκριβέστατα μὲν ὡς ὅτι μάλιστα καὶ ἐγγύτατα τῷ πατρὶ προσομιλοῦσαν εἴσω τε αὐτοῦ τῶν ἀπορρήτων ἀπολαύουσαν, πραότατα δὲ συγκατιοῦσαν καὶ ἁμωσγέπως συσχηματιζομένην τοῖς τῆς ἄκρας ἀπολιμπανομένοις· ἄλλως γὰρ οὔτ' εὐαγὲς οὔθ' ὅσιον τὸν τῶν ὅλων ἐπέκεινα καὶ ἀνωτάτω ὕλῃ φθαρτῇ καὶ σώματι συμπλέκειν. διὸ δὴ λόγος θεῖος ἀναμὶξ τόδε τὸ πᾶν ὑπελθὼν καὶ τὰς ἡνίας τοῦ παντὸς ἐνδησάμενος ἀσωμάτῳ καὶ θεϊκῇ δυνάμει ἄγει καὶ φέρει, πανσόφως ἡνιοχῶν ᾗ καλῶς ἔχειν αὐτῷ καταφαίνεται. 11.13 τοῦ δὲ λόγου σαφὴς ἡ ἀπόδειξις. εἰ γὰρ δὴ 11.13 αὐτὰ καθ' ἑαυτὰ τὰ τοῦ κόσμου μέρη, ἃ δὴ καὶ πρῶτα στοιχεῖα καλεῖν εἰώθαμεν, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἅπερ ἐξ ἀλόγου συνέστηκε φύσεως, ὃ δὴ καὶ αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν, ἢ εἰ μία τοῖς πᾶσιν ὑπόκειται οὐσία, ἣν δὴ καὶ πάνδοχον καὶ μητέρα καὶ τιθήνην τοῖς περὶ ταῦτα δεινοῖς ὀνομάζειν φίλον, ἄμορφός τε καὶ ἀνείδεος αὕτη πάντη τε ἄψυχος καὶ ἄλογος, πόθεν ἂν εἴποι τις τὸν ἐν αὐτῇ κόσμον ἐνυπάρχειν αὐτῇ; πόθεν ἡ τῶν στοιχείων διάκρισις; πόθεν ἡ τῶν ἐναντίων ἐπὶ ταὐτὸ συνδρομή; τίς τὸ βαρὺ τῆς γῆς στοιχεῖον ἐφ' ὑγρᾶς οὐσίας ὀχεῖσθαι παρεκελεύσατο; τίς τὴν τῶν ὑδάτων φύσιν κάτω ῥέουσαν ἀναστρέψας εἰς τοὐπίσω μετέωρον διὰ νεφῶν ἤγαγεν; τίς τὴν τοῦ πυρὸς δύναμιν πεδήσας ξύλοις φωλεύειν καὶ τοῖς ἐναντίοις τῇ φύσει συνεκεράσατο; τίς τὸν ψυχρὸν ἀέρα θερμῇ δυνάμει καταμίξας, τῆς πρὸς ἄλληλα μάχης αὐτὰ διαλύσας εἰς φιλίαν κατήλλαξεν; τίς τὸ θνητὸν γένος τῷ τῆς διαδοχῆς τρόπῳ μηχανησάμενος εἰς μακρὸν αἰῶνα ζωῆς ἀθανάτου βίον διεξήγαγεν; τίς ὧδε τὸ ἄρρεν μὲν μορφώσας τὸ δὲ θῆλυ σχηματίσας ἄμφω τε εἰς ἁρμονίαν συναγαγὼν μίαν, γενέσεως ἀρχὴν ἅπασι ζώοις ἐξεύρατο; τίς τὴν ῥοώδη καὶ σπερματικὴν γένεσιν τῆς φθαρτῆς καὶ ἀναισθήτου μεταβαλὼν ῥοῆς ζωογόνον ἀπέδειξεν; τίς ταῦτα πάντα καὶ μυρία τούτων ἐπέκεινα θαύματος καὶ ἐκπλήξεως κρείττονα εἰσέτι καὶ νῦν ἐνεργεῖ; τίς ἐφ' ἑκάστης ἡμέρας καὶ ὥρας τὰς τούτων γενέσεις καὶ φθορὰς ἀφανεῖ καὶ ἀοράτῳ δυνάμει κατεργάζεται; 11.14 ἀλλὰ γὰρ τούτων ἁπάντων ὁ παραδοξοποιὸς τοῦ θεοῦ λόγος αἴτιος ἂν ἐνδίκως ἀποφανθείη· λόγος γὰρ ὡς ἀληθῶς θεοῦ παντοδύναμος διὰ πάντων ἑαυτὸν ἁπλώσας, καὶ ἄνω τε πρὸς ὕψος καὶ κάτω πρὸς βάθος ἑαυτὸν ἀσωμάτως ἐκτείνας, πλάτη τε καὶ μήκη τοῦ παντὸς πλατείαις ὥσπερ ταῖς χερσὶ περιλαβών, συνήγαγεν τόδε τὸ πᾶν καὶ συνέσφιγξεν, ὄργανον τε τοῦτο παναρμόνιον αὐτὸς ἑαυτῷ συμπηξάμενος τὴν ἄλογον καὶ ἄμορφον καὶ ἀνείδεον τῶν σωμάτων οὐσίαν πανσόφῳ καὶ λογικῇ δυνάμει, εὖ μάλα τοῖς διατόνοις τὰ διεζευγμένα συνάπτων, ἀνακρούεται, ἥλιόν τε αὐτὸν καὶ σελήνην καὶ τὰ κατ' οὐρανὸν φωσφόρα λόγοις διακυβερνῶν ἀρρήτοις ἐς τὸ χρήσιμον τῶν ὅλων ὁδηγεῖ. 11.15 ὁ δ' αὐτὸς τοῦ θεοῦ λόγος καὶ κατὰ γῆν ἑαυτὸν βαθύνας παντοδαπῶν γένη ζώων φυτῶν τε πολύμορφα κάλλη συνεστήσατο· οὗτος αὐτὸς ὁ τοῦ θεοῦ λόγος καὶ βυθῶν ἄχρι θαλάττης καταδὺς νηκτῶν ἐπενόησε φύσιν, πάλιν κἀνταῦθα μυρίας καὶ ἀναρίθμους ἰδέας καὶ παντοίων ζώων διαφορὰς ἐργασάμενος. ὁ δ' αὐτὸς οὗτος καὶ τὰ γαστρὸς κυούμενα ἔνδον ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ τελεσιουργῶν ζωοπλαστεῖ· οὗτος καὶ τῆς ὑγρᾶς οὐσίας τὴν ῥευστὴν καὶ βαρεῖαν φύσιν ἄνω μετέωρον ἀνακουφίσας κἄπειτα γλυκάνας τῇ μεταβολῇ, μέτρῳ μὲν εἰσάγει τῇ γῇ, χρόνοις δὲ ὡρισμένοις τὴν ἐπιχορηγίαν ἐκτελεῖ. 11.16 εἶθ' οἷά τις γεωργὸς ἄριστος ἐποχετεύσας εὖ μάλα τὴν χώραν τῇ τε ξηρᾷ τὴν ὑγρὰν