1

 2

 3

 4

 5

 6

3

πόλεμος. 2.4 Γραῦς ἀνακροτήσασα πολὺν κονιορτὸν ἐγεί ρει: ἐπὶ τῶν δι' ἐμπειρίαν πολλὰ πράγματα κινούντων. 2.5 Γύγου δακτύλιος: ἐπὶ τῶν πολυμηχάνων. 2.6 Γυμνότερος παττάλου. 2.7 Γυνὴ στρατηγεῖ, καὶ, Γυνὴ στρατοπεδεύε ται: ἐπὶ τῶν παραδόξων. 2.8 Γυναικὶ μὴ πίστευε, μηδ' ὅταν θάνῃ. 2.9 Γέλως Ἰωνικός: ἐπὶ τῶν ἐκλελυμένων· εἰς τοῦτο γὰρ Ἴωνες διεβάλλοντο. 2.10 Γέρων ἀλώπηξ οὐχ ἁλίσκεται. 2.11 Γλαῦκα εἰς Ἀθήνας: ἐπὶ τῶν ἐπιδεικνυμένων πρὸς τοὺς εἰδότας, ἅπερ ἄμεινον αὐτοῦ ἴσασιν· ὅτι πολ λαὶ εἰς Ἀθήνας γλαῦκες. 2.12 Γέρων βοῦς ἀπένθητος ἐν δόμοισιν. 2.13 ∆ίκην ὑφέξει κἂν ὄνος δάκῃ κύνα: ἐπὶ τῶν ἐπὶ μικρῷ συκοφαντουμένων. 2.14 ∆ίκη δίκην ἔτικτε καὶ βλάβη βλάβην: ἐπὶ τῶν φιλοδίκων καὶ συνειρόντων δίκαις δίκας· καὶ ἐπὶ τῶν πυκναῖς προσπιπτόντων συμφοραῖς. 2.15 ∆ὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν προσκρούειν λίθον. 2.16 ∆ωδωναῖον χαλκεῖον: ἐπὶ λάλου. 2.17 ∆ιὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι: ἐπὶ τῶν διὰ νόσον ἢ λύπην ἰσχνῶν γενομένων. 2.18 ∆ῶρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας. 2.19 ∆εινοὶ πλέκειν μηχανὰς Αἰγύπτιοι. 2.20 ∆έδοται καὶ κακοῖς ἄγρα. 2.21 ∆εύτερος πλοῦς. 2.22 ∆ελφῖνα λεκάνη οὐ χωρεῖ. 2.23 Ἐπιμενίδου ὕπνος: ἐπὶ τῶν πολλὰ κοιμωμένων· πεντήκοντα γὰρ ἔτη ἐκάθευδεν. 2.24 Ἐς Τροφωνίου μεμάντευσαι: ἐπὶ τῶν σκυ θρωπῶν καὶ ὠχρῶν. 2.25 Ἐν ἅλῳ δρασκάζεις: ἤγουν κρύπτῃ· ἐπὶ τῶν μὴ δυναμένων λαθεῖν. 2.26 Ἔστω ταμίας, τἄλλα δ' εἰ βούλει κύων: ἐπὶ τῶν παρ' ἀξίαν εὐημερούντων καὶ μάλιστα εὐνούχων. 2.27 Ἐκ παντὸς ξύλου κύφων ἂν γίνοιτο: λέγεται ἐπὶ τῶν τὸ εἶδος εὐτελῶν, εἰς χρείας δὲ ἀναγκαίων. 2.28 Εἰς ἀρχαίας φάτνας: ἐπὶ τῶν ἐλθόντων εἰς ἅπερ πρότερον ὄντες ἐξέπεσον. 2.29 Ἐν δυοῖν τρία βλέπεις: ἐπὶ τῶν ἄλλα ἀντ' ἄλλων ὁρώντων. 2.30 Ἐκπερδικίσαι: ἤτοι ἐκκλῖναι. ἐπὶ τῶν διαδιδρα σκόντων τοὺς θηρευτάς. 2.31 Ἐλέφαντα ἐκ μυίας ποιεῖς: ἐπὶ τῶν τὰ μι κρὰ ἐπαιρόντων τῷ λόγῳ. 2.32 Ἐμαυτῷ βαλανεύσω: ἐμαυτῷ διακονήσω. 2.33 Εἰς ἀσθενοῦντας ἀσθενῶν ἐλήλυθας: ἐπὶ τῶν ὅμοια πασχόντων. 2.34 Εὕδοντι κύρτος αἱρεῖ: ἐπὶ τῶν εὐτυχούντων. 2.35 Ἔνεστι καὶ μύρμηκι χολή: ὅτι μηδὲ τοῦ μι κροῦ δεῖ καταφρονεῖν. 2.36 Ἑρμῆς ἀμύητος. 2.37 Ἐκ τετρημένης κύλικος πιεῖν: ἐπὶ τῶν ἐψευ σμένων φίλων. 2.38 Ἐν μέλιτι σαυτὸν κατακρύπτεις: ἐπὶ τῶν συζώντων ἡδυπαθείαις. 2.39 Ἐνδύεται τὴν λεοντῆν. 2.40 Ἐνδυμίωνος ὕπνον ὑπνώττει: ἐπὶ τῶν πολλὰ κοιμωμένων. 2.41 Εἴληφεν ἡ παγὶς τὸν μῦν: ἐπὶ τῶν ἀξίως ἁλισκομένων. 2.42 Ἐν τριόδῳ εἰμὶ λογισμῶν: ἐπὶ τῶν ἀπο ρούντων. 2.43 Ἐν φρέατι κυσὶ μάχεσθαι. 2.44 Ἐκδεδαρμένον δέρεις: ἐπὶ τῶν μάτην πονούν των· βέλτιον δὲ ἐπὶ τῶν κακούντων τοὺς ἐν συμφοραῖς. 2.45 Ἔπειτα πλουτῶν οὐκέθ' ἥδεται φακῆ. Πρὸ τοῦ δ' ὑπὸ τῆς πενίας ἅπαντ' ἐπήσθιεν. 2.46 Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις: ἐπὶ τῶν μὴ καθ' ὥραν τοῖς ἀναγκαίοις χρωμένων. 2.47 Ἔνθ' οὔτε μίμνειν ἄνεμος οὔτ' ἐκπλεῖν ἐᾷ: ἐπὶ τῶν δυσχρήστοις περιπεσόντων. 2.48 Ἐλέφας μυὸς οὐκ ἀλεγίζει. 2.49 Ἐκτὸς πηλοῦ πόδα ἔχεις: ἐπὶ τῶν ἔξω κιν δύνων ὄντων. 2.50 Ἐκ τριχὸς κρέμαται: ἐπὶ τῶν κινδυνευόντων. ὅμοιον τῷ Ἐπὶ ξυροῦ. 2.51 Εὐγενὴς ἐκ βαλαντίου: ἐπὶ τῶν διὰ πλούτου τιμωμένων. 2.52 Ἔγχος ἐπὶ τῷ ἔγχει: γραῦν φασι τοῦτο εἰπεῖν καπήλῳ ἐνεχυράζουσαν ἔγχος. 2.53 Ἐλεύθεραι αἶγες ἀρότρου: ἐπὶ τῶν βάρους ἀπηλλαγμένων. 2.54 Εἰς κόλπον πτύεις: ἀντὶ τοῦ, οὐ μεγαλοῤῥη μονεῖς. 2.55 Ἐν πίθῳ τὴν κεραμείαν: ἐπὶ τῶν μὴ κατὰ τρόπον τοῖς μαθήμασι προβαινόντων. 2.56 Ἐν σκότει ὀρχεῖσθαι: ἐπὶ τῶν ἀμαρτύρως μο χθούντων. 2.57 Ζωὸς γενήσῃ κρομμύου μοῖραν λαβών: ἐπὶ τῶν ἐκ μικρᾶς αἰτίας μεγάλην δόξαν καρπουμένων. 2.58 Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ' ὡς δυνά μεθα. 2.59 Ζητῶν γὰρ ὄψον θοιμάτιον ἀπώλεσα: ἐπὶ τῶν ἀτυχεστάτων. 2.60 Ἧλος τὸν ἧλον, πάτταλος τὸν πάτταλον ἐξέκρουεν: ἐπὶ ἰωμένων δι' ἁμαρτημάτων ἁμαρτήματα. 2.61 Ἡ κύων ἐν τῇ φάτνῃ: πρὸς τοὺς μήτε ἑαυτοῖς χρωμένους, μήτε ἄλλους ἐῶντας· παρόσον ἡ κύων κριθὴν οὐκ ἐσθίει