1

 2

 3

 4

 5

 6

5

3.20 Ὄνου γνάθοι: εἰς πολυφάγον. 3.21 Ὅπου ἔλαφοι τὰ κέρατα ἀποβάλλουσι: τό ποι δύσβατοι. Ἐπὶ τῶν ἐργώδεις εὑρεῖν τὰς διατριβὰς ποιουμένων. 3.22a Οἱ μὲν γὰρ οὐκέτ' εἰσὶν, οἱ δ' ὄντες κακοί. Οἴκοι τὰ Μιλήσια· μὴ γὰρ ἐνθάδε: ἐπὶ τῶν ὅπου μὴ προσήκει ἐπιδεικνυμένων τὰ ἤθη, ἢ ἐπιτηδεύματα διαβεβλημένα. Μιλήσιος γὰρ παρὰ Λακεδαιμονίοις δη μηγορῶν καὶ τὴν οἴκοι τρυφὴν ἐπαινῶν ἤκουσε ταῦτα. 3.23 Οἶνος, ὦ παῖδες, ἀλήθεια. 3.24 Ὄνος εἰς ἄχυρα. 3.25 Οὔθ' ὕεται οὔθ' ἡλιοῦται: ἐπὶ τῶν ἀναι σθήτων. 3.26 Οὐκ ἐπαινεθείης οὐδ' ἐν περιδείπνῳ: ἐπὶ τῶν φαυλοτάτων καὶ οὐδενὸς ἀξίων· εἰώθασι γὰρ ἐν τοῖς ἀπὸ τῶν ἀποθανόντων δείπνοις αὐτοὺς ἐπαινεῖν, κἂν ἔτυ χον ὄντες φαυλότατοι. 3.27 Οἴκοθεν ὁ μάρτυρ: ἐπὶ τῶν καθ' ἑαυτῶν φε ρόντων μάρτυρας. 3.28 Ὄνος ἐν μελίσσαις: ἐπὶ τῶν ἐν κακοῖς περι πεσόντων. 3.29 Ὄνος λύρας ἀκούων: ἐπὶ τῶν ἀξυνέτων. 3.30 Ὄνῳ τις ἔλεγε μῦθον, ὁ δὲ τὰ ὦτα ἐπέ σειεν. 3.31 Πολλῶν ἀχύρων ὀλίγον καρπὸν ἀνήγαγον. 3.32 Παρὰ κωφῷ διαλέγῃ. 3.33 Πρὸς σῆμα μητρυιᾶς κλαίει: ἐπὶ τῶν προσ ποιουμένων. 3.34 Πολλαῖσι πληγαῖς δρῦς δαμάζεται: ἐπὶ τῶν δυσαλώτων. 3.35 Πρὶν τοὺς ἰχθῦς λαβεῖν, τὴν ἅλμην κυκᾷς: ἐπὶ τῶν τοὺς καιροὺς προλαμβανόντων. 3.36 Πολλαὶ κυνὸς ἄῤῥενος εὐναί: ἐπὶ τῶν κατω φερῶν εἰς τὰ τὴς Ἀφροδίτης ἔργα. 3.37 Πολλάκι μωρὸς ἀνὴρ κατακαίριον εἶπε. 3.38 Πολλὰ μεταξὺ κύλικος καὶ χείλεος ἄκρου. 3.39 Πλίνθον πλύνεις: ἐπὶ τῶν ἀδυνάτων. 3.40 Πτωχοῦ πήρα οὐ πίμπλαται: ἐπὶ τῶν ἀ πλήστων. 3.41 Ποικιλότης ὕδρας: ἐπὶ τῶν δολερῶν. 3.42 Πολλοί σε μισήσουσιν, ἂν σαυτὸν φιλῇς. 3.43 Πῦρ ἐπὶ δαλὸν ἐλθόν. 3.44 Πόλλ' οἶδ' ἀλώπηξ, ἀλλ' ἐχῖνος ἓν μέγα. 3.45 Πολλοί τοι ναρθηκοφόροι, παῦροι δέ τε βάκχοι. 3.46 Πρὸς κέντρα λακτίζειν. 3.47 Προφάσεως δεῖται μόνον ἡ πονηρία. 3.48 Πρὸ τῆς νίκης ᾄδεις ἐγκώμιον. 3.49 Πολλὰ ψεύδονται ἀοιδοί. 3.50 Ποταμὸς πρὸς θάλατταν ἐρίζει: ἐπὶ τῶν ἀδυνάτων. 3.51 Πολλῶν ἐγὼ θρίων ἀκήκοα ψόφους. 3.52 Πεινῶσαν ἀλώπεκα ὕπνος ἐπέρχεται. 3.53 Πενίη σοφίην ἔλαχεν. 3.54 Πάντα πέτρον κινήσω. 3.55 Πάντα κάλων. 3.56 Πρὸς λέοντα δορκάδες συνάπτουσι μάχας. 3.57 Ῥόδιοι τὴν θυσίαν: ἐπὶ τῶν ἐν ἱεροῖς βλασ φημούντων. 3.58 Ῥαχίας λαλίστερος: ἐπὶ τῶν ἀδολέσχων· ψόφον γὰρ ἀποτελεῖ βαλλομένη τοῖς κύμασιν. 3.59 Ῥαδαμάνθυος κρίσις: ἡ δικαιοτάτη. 3.60 Ῥόδον παρελθὼν μηκέτι ζήτει πάλιν. 3.61 Ῥεχθὲν δέ τε νήπιος ἔγνω. 3.62 Ῥηγίνων δειλότερος. 3.63 Σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει. 3.64 Συνῆλθεν ἀτταγᾶς νουμηνίῳ. 3.65 Σύμβουλός ἐστιν ὁ χρόνος τῶν πραγμάτων. 3.66 Συγγνώμη πρωτοπείρῳ: ἐπὶ τῶν ἐν πρώτοις ἁμαρτανόντων. 3.67 Σαρδώνιος γέλως: ὁ προσποιητὸς καὶ μὴ ἐκ χαιρούσης καρδίας. 3.68 Σικελικὴ τράπεζα, καὶ, Συβαριτική. 3.69 Σοφία μωροῦ: ἐπὶ τῶν ἀσύνετα λαλούντων. 3.70 Σὲ δ' οἰωνίσαιτ' ἄν τις ἰδών: καὶ τό, Τὸν δὲ ἡ νεότης ἐμίσουν τε καὶ οἰωνίζοντο. 3.71 Τοιοῦτον Θεμιστοκλῆς οὔποτ' ἐνόησε: σο φίας γὰρ δόξαν οὗτος ἀπηνέγκατο. 3.72 Τυφῶνος πολυπλοκώτερον. 3.73 Ταντάλου τάλαντα: ἐπὶ τῶν σφόδρα πλουσίων. 3.74 Τὸν Κολοφῶνα ἐπέθηκας: ἐπὶ μεγάλων πραγμάτων· καὶ ἐπὶ βεβαίου ψήφου. 3.75 Τὸ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος ἐν τῇ γλώσσῃ τοῦ μεθύοντος. 3.76 Τὸν καπνὸν φεύγων εἰς τὸ πῦρ ἐνέπεσεν. 3.77 Τὸ κυνὸς κακὸν ὗς ἀπέτισεν: ἐπὶ τῶν ἄλλων ἁμαρτόντων, ἄλλων δὲ δόντων δίκην. 3.78 Τὸν ξύοντα ἀντιξύειν: ἀπὸ μεταφορᾶς τῶν ὄνων· ἀλλήλους γὰρ ἀντικνήθουσιν. Ἐπὶ ὠφελούντων ἢ ἀντιβλαπτόντων ἀλλήλους. 3.79 Τοῦ Κροίσου παιδὸς σιγηλότερος. 3.80 Τί οὐκ ἀπήγξω, ἵνα Θήβησιν ἥρως γίνῃ: οἱ γὰρ ἑαυτοὺς διαχειρίζοντες ἐν Θήβαις ἐτιμῶντο. 3.81 Τὸ Ἱππάρχου τειχίον: Ἵππαρχος ὁ Πεισιστράτου παρὰ τὴν Πυθίαν τεῖχος ᾠκοδόμησε, πολλὰ τοὺς Ἀθηναίους εἰς τἀναλώματα ἀναγκάσας. 3.82 Τὸν ἐγκέφαλον κατασεσεῖσθαί μοι δοκεῖς. 3.83 Τὸ μὲν νόημα τοῦ θεοῦ, τὸ δὲ κλέμμ' ἐμόν: οὕτω γὰρ οἱ δημαγωγοὶ ἀστεϊζόμενοι ἔλεγον· ὁ μὲν θεὸς ὑπέβαλεν, ὁ ἐργασάμενος δὲ ἐγώ. 3.84 Τοῦ σελίνου δεῖται: ἐπὶ τῶν ἰσχυρῶς νοσούν των. εἰώθασι γὰρ στεφανοῦν σελίνοις