1

 2

 3

 4

 5

 6

4

μένουσα ἐν φάτνῃ, καὶ τὸν ἵππον οὐκ ἐᾷ. 2.62 Ἦσαν ποτ' ἦσαν ἄλκιμοι Μιλήσιοι. 2.63 Ἠλιθιώτερος Ἀδώνιδος τοῦ Πραξιτέλους: Ἄδωνις γάρ τις Πραξιτέλους ὑιὸς ἀποθανὼν καὶ ἐρωτη θεὶς πρὸς τῶν ἐν Αἵδου, τί κάλλιστον ἄνω κατέλιπεν, ἀπεκρίνατο Ἥλιον, Σελήνην, σῦκα, μῆλα. ἔδοξε γοῦν ἠλί θιος ταῦτα ἐξισῶν Ἡλίῳ. 2.64 Ἡρακλέους θυσία: ἐπὶ τῶν εἰκῆ ταῖς θυσίαις χρωμένων. 2.65 Ἡ ἀφύη τὸ πῦρ: ἐπὶ τῶν ταχέως λαμβανόντων τέλος· παρόσον ἡ ἀφύη ταχέως ἑψεῖται. 2.66 Θυμὸς ἔσχατον γηράσκει: λέγεται διὰ τοὺς πρεσβυτέρους· ὅσον γὰρ γηράσκουσι, τὸν θυμὸν ἐῤῥωμε νέστερον ἔχουσι. 2.67 Θαλάττῃ ἐκ χαράδρας ὕδωρ: ἐπὶ τῶν τοῖς μεγάλοις τὰ μικρὰ προσφιλοτιμουμένων. 2.68 Θάσος ἀγαθῶν: ἐπὶ τῶν εὐδαίμονα καὶ λαμ πρὸν ἀποδεῖξαί τινα ἐπαγγελλομένων. 2.69 Ἱερὰ ἄγκυρα: ἡ μεγάλη βοήθεια. 2.70 Ἰσότης φιλότης. 2.71 Ἴσος πόλεμον οὐ ποιεῖ. 2.72 Ἰλιὰς κακῶν. 2.73 Ἱππόλυτον μιμήσομαι: ἐπὶ τῶν σωφρόνως βι ούντων. 2.74 Ἱππέας εἰς πεδίον προκαλεῖ: ὅπερ ἔστι τοὺς εὐδοκιμοῦντας εἰς ἅπερ εὐδοκιμοῦσιν ἔργα. 2.75 Κακοῦ κόρακος κακὸν ὠόν. 2.76 Κόσμει Σπάρταν ἣν ἔλαχες: ὅτι δεῖ στέργειν τῇ δεδομένῃ τύχῃ καὶ ἀνέχεσθαι. 2.77 Καδμεία νίκη: ἡ ἐπὶ κακῷ τῶν νενικηκότων. 2.78 Κύκνειον ᾆσμα: ἐπὶ τῶν ἐγγὺς θανάτῳ ὄντων· οἱ γὰρ κύκνοι θνήσκοντες ᾄδουσιν. 2.79 Κορώνη τὸν σκορπίον: ἐπὶ τῶν βλαβεροῖς ἐπι χειρούντων. 2.80 Κιλίκιοι τράγοι: οἱ δασεῖς· ὅθεν καὶ τὰ ἐκ τριχῶν ἱμάτια κιλίκια λέγονται. 2.81 Κρητίζειν: ἀντὶ τοῦ ψεύδεσθαι καὶ ἀπατᾶν. τοι οῦτοι γὰρ οἱ Κρῆτες. 2.82 Καθώσπερ αἱ τίτθαι σιτίζεις κακῶς. 2.83 Κύων ἐπὶ τὸν ἴδιον ἔμετον. 2.84 Κἂν ἐπὶ τοῦ νεκροῦ κερδαίνειν. 2.85 Κατόπιν ἑορτῆς ἥκεις: ἐπὶ τῶν καλοῦ πρά γματος ἀπολιμπανομένων. 2.86 Κολοφῶνα ἐπέθηκας: ἤτοι τὸ τέλειον καὶ πλῆρες. 2.87 Κατὰ ῥοῦν φέρεται. 2.88 Καρκίνος λαγωὸν αἱρεῖ: ἐπὶ τῶν ἀδυνάτων. 2.89 Κενοὶ κενὰ βουλεύονται. 2.90 Κεστρεὺς νηστεύει: ἐπὶ τῶν λαιμάργων· ἄπλη στον δὲ τὸ ζῶον. 2.91 Κριὸς τὰ τροφεῖα ἀπέτισεν: ἐπὶ τῶν ἀχαρί στων· οἱ γὰρ κριοὶ καὶ τὰς φάτνας πλήττουσι καὶ τοὺς θρέψαντας. 2.92 Κακὰ μὲν θρίπες, κακὰ δ' ἴπες: ἄμφω γὰρ λυμαντικοί· καὶ οἱ μὲν τὰ ξύλα, οἱ δὲ κέρατα ἐσθίουσιν. 2.93 Λήμνια κακά: ἀπὸ τῶν ἐν Λήμνῳ γυναικῶν, αἳ τοὺς ἄνδρας αὐτῶν ἀπέκτειναν. 2.94 Λαγωὸς περὶ κρεῶν: ἐπὶ τῶν κινδυνευόντων 2.94 καὶ πρὸς τοῦτο ἀγωνιζομένων, ἐπειδὴ κἀκεῖνος περὶ τῶν ἑαυτοῦ κρεῶν τρέχει. 2.95 Λύκος χανών· καὶ, ἡ λύκος περὶ φρέαρ χο ρεύει: ἐπὶ τῶν μάτην πονούντων. 2.96 Λύκου πτερὸν ζητεῖς: ἐπὶ τῶν ἀδυνάτων. 2.97 Λίνον λίνῳ κλώθεις: ἐπὶ τῶν τὰ αὐτὰ διὰ τῶν αὐτῶν πραττόντων ἢ λεγόντων, ἢ τῶν κατάλληλα. 2.98 Λύκος ἀετὸν φεύγει: ἐπὶ τῶν ἀφύκτων. 2.99 Λύδιον ἅρμα: ἐπὶ τῶν ταχυτάτων. Καὶ, παρὰ Λύδιον θέεις. 2.100 Λευκῷ λίθῳ λευκὴ στάθμη.

3.1 Μία λόχμη δύο ἐριθάκους οὐ τρέφει. 3.2 Μηδικὴ τράπεζα. 3.3 Μέλιτος μύελον: ἐπὶ τοῦ ἄγαν ἡδέος. 3.4 Μηδὲ μέλι μηδὲ μελίσσας: ἐπὶ τῶν παραιτου μένων ἀγαθόν τι παθεῖν διὰ τὸν κίνδυνον τὸν ἐν αὐτῷ. 3.5 Μὴ πρὸς λέοντα δορκὰς ἅψωμαι μάχης. 3.6 Μυσῶν λεία: οἱ γὰρ περίοικοι τοὺς Μυσοὺς ἐλήϊζον. 3.7 Μὴ κίνει Καμάριναν: λίμνη, ἣν ἀπηγόρευεν ὁ χρησμὸς μετοχετεῦσαι· οἱ δὲ χρησάμενοι παρακούσαντες ἐβλάβησαν. 3.8 Μωμήσεται μᾶλλον ἢ μιμήσεται: ἐπὶ τῶν ἀπαιδεύτων. 3.9 Μὴ παιδὶ μάχαιραν. 3.10 Μὴ τοῖς ἀπείροις ἐγχειρίζειν πράγματα. 3.11 Μία χελιδὼν ἔαρ οὐ ποιεῖ, οὐδὲ μέλισσα μέλι. 3.12 Νεκρῷ μῦθον εἰς οὖς ἔλεγεν: ἐπὶ τοῦ μὴ ἐπαΐοντος· καὶ ἐπὶ τῶν ἀναισθήτων. 3.13 Νεφέλας ξαίνεις: ἐπὶ τῶν ἀδυνάτων. 3.14 Ναῦς ἱκετεύει πέτραν: ἐπὶ τῶν σφόδρα ἀναι σθήτων. 3.15 Ξυρὸς εἰς ἀκόνην. 3.16 Ξύλον ἀγκύλον οὐδέποτ' ὀρθόν: ἐπὶ τῶν ἀδιορθώτων. 3.17 Οὐ παρὰ βωμὸν δεῖ τὰς ἐπινοίας: ὅτι πρὸ τῶν πραγμάτων δεῖ βουλεύεσθαι καὶ μὴ ἐν αὐτοῖς· ὥσπερ καὶ οἱ τὰ ἱερὰ προσάγοντες οὐ μετὰ τὸ θῦσαι βουλεύον ται περὶ αὐτῶν. 3.18 Οὐκ ἂν αὖθις ἀλώπηξ: λείπει τὸ ἁλώσεται· αὕτη γὰρ ἅπαξ διαφυγοῦσα τὰς πάγας, οὐ δεύτερον ἁλίσκεται. 3.19 Ὄνος ἄγει μυστήρια: ἐπὶ τῶν ἀναξίως τι ἐμ πεπιστευμένων.