1

 2

 3

 4

 5

 6

6

τὰ μνήματα. 3.85 Τραγικὸς πίθηκος: ἐπὶ τῶν παρ' ἀξίαν σε μνυνομένων. 3.86 Ὕβρις ὕβριν ἔτικτε καὶ ψόγος ψόγον. 3.87 Ὑπὲρ ὄνου σκιᾶς: ἐπὶ τῶν ὑπὲρ μηδὲν πο νούντων. 3.88 Ὑπὸ παντὸς λίθου σκορπίος εὕδει: ἐπὶ κα κοήθων. 3.89 Ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν: ὅμοιον τό, Ὑπερβάθμιον πόδα τείνεις. 3.90 Ὑπὲρ τῶν ὅλων ἀναῤῥιπτεῖς: οἷον ὑπὲρ τῶν ὅλων ἀγωνίζῃ καὶ κινδυνεύεις. 3.91 Ὑπηνέμια τίκτει: ψευδῆ καὶ ἀβέβαια. 3.92 Ὕδραν τέμνεις: ἐπὶ τῶν ἀμηχάνων. 3.93 Ὗς λουσαμένη εἰς κύλισμα βορβόρου. 3.94 Ὗς ὑπὸ ῥόπαλον: ἐπὶ τῶν ἑαυτοὺς εἰς ὄλεθρον ἐμβαλλόντων. 3.95 Φρὺξ ἀνὴρ πληγεὶς ἀμείνων καὶ διακονέ στερος: νωθροὶ γὰρ δοκοῦσι οἱ Φρύγες οἰκέται. 3.96 Φρυνώνδας ἄλλος: ἐπὶ τῶν πονηρῶν. Λέγεται δὲ καὶ ἐπὶ μάγων. 3.97 Χαλεπὸν χορίου κύνα γεύειν. 3.98 Χρήματ' ἀνήρ· πενιχρὸς δ' οὐδέποτ' ἐσθλός. 3.99 Χωρὶς τὰ Φρυγῶν καὶ Μυσῶν ὁρίσματα. 3.100 Χροῒδῆλα: φασὶ Φερεκύδην τὸν σοφὸν φθει ριάσει τελευτῆσαι, εἰπεῖν δὲ πρὸς Πυθαγόραν περὶ τού του πυνθανόμενον προβαλόντα τὸν δάκτυλον· Χροὶ δῆλα. 3bis.1 Χύτραις λημᾶν καὶ κολοκύνταις: ἐπὶ τῶν ἀμβλυωπούντων. 3bis.2 Χρυσῷ καταπάττων ἡμᾶς οὐ γινώσκεις: ἐπὶ τῶν εἰκῆ λοιδορουμένων· ἐπιφέρει γὰρ Νῦν δὲ κόσμος τοῦτ' ἐστί μοι. 3bis.3Ὡς ἥρως ἐν ἀσπίδι ξενίσαι βούλομαι: λέγεται ἐπὶ τῶν τοὺς φίλους τοῖς ἑαυτῶν ἔργοις εὐεργετούντων.3bis.4Ὠσὶν ἑστῶσιν.3bis.5Ωδινεν ὄρος, εἶτα μῦν ἀπέτεκεν: παρατόξευσις ἡ ἔξω τοῦ σκοποῦ.