1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

4

καὶ τόπους, ἑαυτῶν γνωρίσματα λέγοντες· Ἐγὼ τοῦ δεῖνος, καὶ ἡ δεῖνά μοι μήτηρ, καὶ τόδε μοι ὄνομα, καὶ σύ μοι φίλος ποτὲ καὶ γνώριμος. Καὶ τοῦτο πράττουσιν, οὐ γὰρ ἔχουσι τῷ παλαιῷ χαρακτῆρι γινώσκεσθαι· ἄνθρωποι περικεκομμένοι, καὶ περιῃρημένοι χρήματα, συγγένειαν, φίλους, αὐτὰ τὰ σώματα· ἄνθρωποι μόνοι τῶν πάντων ἐλεοῦντές τε ἑαυτοὺς, καὶ μισοῦντες ὁμοίως· οὐκ ἔχοντες πότερα μᾶλλον θρηνήσωσι, τὰ μηκέτ' ὄντα τοῦ σώματος, ἢ τὰ μένοντα· ὅσα προανάλωσεν ἡ νόσος, ἢ ὅσα τῇ νόσῳ λεί πεται. Τὰ μὲν γὰρ ἀνήλωται δυστυχῶς, τὰ δὲ σώζεται δυστυχέστερον· τὰ μὲν οἴχεται πρὸ τῶν τά φων, τὰ δὲ οὐκ ἔστιν ὁ παραδώσων ταφῇ. Καὶ γὰρ ὁ λίαν χρηστὸς καὶ φιλάνθρωπος, τούτοις ἐστὶν ἀναλγητότατος· κἀνταῦθα μόνον ἐπελαθόμεθα σάρ κες ὄντες, καὶ τὸ σῶμα τῆς ταπεινώσεως περικείμε νοι· καὶ τοσούτου δέομεν θεραπεύειν τὸ συγγε νὲς, ὥστε καὶ τῶν ἡμετέρων σωμάτων ἀσφάλειαν τὴν τούτων φυγὴν νομίζομεν. Καὶ νεκρῷ μὲν ἤδη προσῆλθέ τις παλαιῷ, καὶ τούτῳ τυχὸν ὀδωδότι, καὶ ζώων ἀλόγων ἤνεγκεν ὀδωδότα σώματα, καὶ βορβόρου πλησθεὶς ἠνέσχετο· τούτους δὲ κατὰ κράτος φεύγο μεν (ὢ τῆς ἀπανθρωπίας!), ὅτι καὶ τὸν αὐτὸν αὐτοῖς σπῶμεν ἀέρα, μικροῦ δυσχεραίνοντες.

ΙΑʹ. Τί πατρὸς γνησιώτερον; καὶ τί μητρὸς συμ παθέστερον; Ἀλλ' ἀπεκλείσθη γε τούτοις καὶ ἡ φύ σις· καὶ πατὴρ παῖδα τὸν ἑαυτοῦ, ὃν ἐγέννησεν, ὃν ἀνέθρεψεν, ὃν ὀφθαλμὸν βίου μόνον ἔχειν ἐνόμισεν, ὑπὲρ οὗ πολλὰ Θεῷ καὶ πολλάκις προσηύξατο, τοῦ τον ὀδύρεται μὲν, ἀπελαύνει δὲ, τὸ μὲν ἑκὼν, τὸ δὲ τυραννούμενος. Καὶ μήτηρ μέμνηται μὲν τῶν ὠδίνων, καὶ τὰ σπλάγχνα σπαράσσεται, καὶ ἀνακαλεῖται λίαν ἐλεεινῶς, καὶ προθεῖσα θρηνεῖ, καθάπερ τεθνη κότα τὸν ζῶντα· Τέκνον, λέγουσα, δυστυχὲς καὶ ἀθλίας μητρὸς, ὅ μοι συνεμερίσατο πικρῶς ἡ νόσος· τέκνον ἐλεεινὸν, τέκνον οὐ γνωριζόμενον, τέκνον, ὃ κρημνοῖς καὶ ὄρεσι καὶ ἐρημίαις ἀνεθρεψάμην· 35.872 μετὰ θηρίων οἰκήσεις, καὶ σκέπη σοι πέτρα, καὶ τῶν ἀνθρώπων μόνον ὄψονταί σε οἱ εὐσεβέστατοι· καὶ ταῦτα δὴ τὰ τοῦ Ἰὼβ ἐλεεινὰ ῥήματα ἐπιφθέγ γεται· Ἵνα τί γὰρ ἐπλάσθης ἐν κοιλίᾳ μητρὸς, ἐκ γαστρὸς δὲ ἐξῆλθες, καὶ οὐκ εὐθὺς ἀπώλου, ὡς συνδραμεῖν τῇ γεννήσει τὸν θάνατον; ἵνα τί δὲ οὐκ ἀπῆλθες ἄωρος, πρὶν γεύσασθαι τῶν τοῦ βίου κακῶν; Ἵνα τί δέ σοι συνήντησε γόνατα; Τί δέ σοι τὸ θηλάσαι μαστοὺς, ἀθλίως ζήσε σθαι μέλλοντι, καὶ ζωὴν θανάτου χαλεπωτέραν; Καὶ ταῦτα λέγει, καὶ ἐπαφίησι πηγὰς δακρύων, καὶ περι πτύξασθαι βούλεται μὲν ἡ δυστυχὴς, φοβεῖται δὲ τὰς τοῦ παιδὸς σάρκας ὡς πολεμίας. Πάνδημοι δὲ κα ταβοήσεις τε καὶ διώξεις, οὐ κατὰ τῶν ἀδικούντων, ἀλλὰ κατὰ τῶν δυστυχούντων γίνονται. Καὶ φο νέα μὲν ἤδη τις συνῳκίσατο, καὶ μοιχῷ μετέδωκεν, οὐ στέγης μόνον, ἀλλὰ καὶ τραπέζης, καὶ βίου κοι νωνὸν τὸν ἱερόσυλον εἵλετο, καὶ τοῖς αὐτόν τι διατε θεικόσι κακὸν ἐσπείσατο· τοῦ δὲ τὸ πάθος, ὡς ἔγκλημα, μηδὲν λυπήσαντος ἀπεστράφη. Καὶ πλέον ἔχει νόσου κακία· καὶ τὸ μὲν ἀπάνθρω πον ὡς ἐλευθέριον ἠσπασάμεθα, τὸ δὲ συμπαθὲς ὡς αἰσχρὸν ἠτιμάσαμεν.

ΙΒʹ. Ἀπελαύνονται πόλεων, ἀπελαύνονται οἰκιῶν, ἀγορᾶς, συλλόγων, ὁδῶν, πανηγύρεων, συμποσίων, (ὢ τοῦ πάθους!) αὐτοῦ τοῦ ὕδατος· οὔτε πηγαὶ ῥέ ουσαι, τούτοις κοιναὶ πρὸς τοὺς ἄλλους ἀνθρώ πους, οὔτε ποταμοὶ πιστεύονται μηδὲν ἐφέλκεσθαι τοῦ μολύσματος· καὶ τὸ παραδοξότατον, ὡς ἄγη μὲν ἀπελαύνομεν, ὡς δὲ οὐδὲν λυποῦντας πάλιν πρὸς ἡμᾶς αὐτοὺς ἐπιστρέφομεν, οὐκ οἴκησιν ἀπονέ μοντες, οὐ τὰς ἀναγκαίας τροφὰς, οὐ θεραπείαν τοῖς τραύμασιν, οὐ σκέπῃ τὴν νόσον εἰς δύναμιν περιστέλ λοντες. ∆ιὰ τοῦτο περιπλανῶνται νυκτὸς καὶ ἡμέρας, ἄποροι, καὶ γυμνοὶ, καὶ ἀνέστιοι, τὴν νόσον ἐπιδει κνύντες, τὰ ἀρχαῖα ἐκδιηγούμενοι, τὸν Πλάστην ἐπι βοώμενοι, χρώμενοι τοῖς ἀλλήλων μέλεσιν ἀντὶ τῶν λειπόντων, σοφισταὶ μελῶν ἑλκόντων ἕλεον, ἄρτου τι μικρὸν αἰτοῦντες, ἢ ὄψου τι βραχύτατον, ἢ ῥάκος τι τρύχινον, βοήθημα τῆς αἰσχύνης, ἢ παραμυθίαν τοῖς ἕλκεσι. Καὶ