1

 2

 3

 4

 5

 6

 7

 8

8

τίσιν εὐχαῖς θεραπεύσω τὸ σύντριμμα; ἢ τάχα τὸν τοῦτον τρόπον; ΙΘʹ. Τριὰς ἁγία, καὶ προσκυνητὴ, καὶ τελεία, καὶ καλῶς ὑφ' ἡμῶν συναγομένη τε καὶ σεβομένη, σὸν τὸ ἔργον, σὸν τὸ κατόρθωμα. Σὺ τούτους τε πάλιν ἀποκαταστήσαις ἡμῖν, τοσοῦτον διαστάντας, ὅσον παιδευθῆναι τῷ χωρισμῷ πρὸς ὁμόνοιαν· καὶ ἡμῖν τῶν ἐντεῦθεν μόχθων ἀντιδοίης τὰ ἐπουράνιά τε καὶ ἀστασίαστα. Τῶν δέ ἐστι τὸ πρῶτον καὶ μέγιστον, ἐλλαμφθῆναί σοι τελεώτερόν τε καὶ καθαρώτερον, πῶς ἡ αὐτὴ, καὶ μονὰς νοῇ, καὶ Τριὰς εὑρίσκῃ· πῶς τὸ ἀγέννητον, καὶ τὸ γεννητὸν, καὶ τὸ προϊὸν, μία φύσις, τρεῖς ἰδιότητες, Εἷς Θεὸς, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν· οὔτε ὑπερτιθέμενος, οὔτε μετατιθέμενος, οὔτε μειούμενος, οὔτε τεμνόμενος· τὸ μὲν ἄρτι καταλαμβανόμενος, τὸ δὲ ζητούμενος, ποτὲ δὲ, ὅσον εἶ, τυχὸν καταληφθησόμενος τοῖς ἐνταῦθα καλῶς ζητήσασι διὰ βίου καὶ θεωρίας· ᾧ πᾶσα δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.