4
εἶχε τὴν θάλασσαν. Ἡ δὲ ἦν θέαμα οὐχ ἡδὺ, καίτοιγε ἄλλως ἥδιστον οὖσα, ὅταν γαλήνῃ πορφύρηται, καὶ προσπαίζῃ ταῖς ἀκταῖς ἡδύ τι καὶ ἥμερον. Ἀλλὰ τί τότε (φθέγγομαι γὰρ ἡδέως καὶ τὰ ῥήματα τῆς Γραφῆς); Ἀνέμου μεγάλου πνέοντος, διηγείρετό τε καὶ ἐπωρύετο· τῶν δὲ κυμάτων, ὃ φιλεῖ συμβαί νειν ἐν τοῖς τοιούτοις κινήμασι, τὰ μὲν πόῤῥω θεν ἀνιστάμενα, καὶ κατὰ μικρὸν κορυφούμενα, εἶτ' ἐλαττούμενα, πρὸς ταῖς ἀκταῖς ἐλύετο· τὰ δὲ ταῖς γείτοσι πέτραις προσπίπτοντα καὶ ἀποκρουό μενα, εἰς ἄχνην ἀφρώδη καὶ ψιλὴν ἐσκορπίζετο. Ἔνθα κάχληκες μὲν, καὶ φυκία, καὶ κήρυκες, καὶ τῶν ὀστρέων τὰ ἐλαφρότατα ἐξωθεῖτο καὶ ἀπεπτύετο· ἔστι δὲ ἃ καὶ ἡρπάζετο πάλιν, ἀναχωροῦντος τοῦ κύματος. Αἱ δὲ ἦσαν ἄσειστοι καὶ ἀτίνακτοι, οὐδέν γε ἧττον ἢ διοχλοῦντος οὐδενὸς, πλὴν ὅσον τοῖς κύ μασι βάλλεσθαι.
Θʹ. Ἐντεῦθεν οἶδά τι πρὸς φιλοσοφίαν ὠφεληθεὶς, καὶ (οἷος ἐγὼ πάντα συντείνων πρὸς ἐμαυτὸν, καὶ μάλιστα εἰ τύχοιμι πρός τι τῶν συμβαινόντων 35.1240 ἰλιγγιάσας, ὃ καὶ νῦν πέπονθα) οὐ παρέργως ἐδεξά μην τὸ ὁρώμενον· καί μοι τὸ θέαμα παίδευμα γίνε ται. Ἦ γὰρ οὐκ, ἔφην ἐγὼ, θάλασσα μὲν ὁ ἡμέτερος βίος καὶ τὰ ἀνθρώπινα (πολὺ γὰρ κἀν τούτῳ τὸ ἁλμυρὸν καὶ ἄστατον), πνεύματα δὲ οἱ προσπίπτοντες πειρασμοὶ καὶ ὅσα τῶν ἀδοκήτων; Ὅ μοι δοκεῖ καὶ ὁ θαυμασιώτατος ∆αβὶδ κατανοήσας, Σῶσόν με, Κύ ριε, λέγειν, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· καὶ, Ῥῦσαί με ἐκ τῶν βαθέων τῶν ὑδάτων· Ἦλθον δὲ εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Τῶν δὲ πειραζομένων οἱ μὲν ἐδό κουν μοι ὡς τὰ κουφότατα καὶ ἄπνοα παρασύρεσθαι, καὶ οὐδὲ μικρὸν ἀντέχειν πρὸς τὰς ἐπηρείας· οὐδὲ γὰρ ἔχειν ἐν ἑαυτοῖς στεῤῥότητα, καὶ βάρος λογισμοῦ σώφρονος, καὶ τοῖς προσπίπτουσιν ἀντιβαίνοντος· οἱ δὲ εἶναι πέτρα, τῆς πέτρας ἐκείνης ἄξιοι, ἐφ' ἧς βεβήκαμεν, καὶ ᾗ λατρεύομεν, ὅσοι φιλοσόφῳ χρώμενοι λόγῳ, καὶ ὑπεραναβεβηκότες τὴν τῶν πολλῶν ταπεινότητα, πάντα φέρουσιν ἀσείστως καὶ ἀτινά κτως, καὶ διαγελῶσι μὲν, ἢ ἐλεοῦσι τοὺς σειομένους (τὸ μὲν ὑπὸ φιλοσοφίας, τὸ δὲ ὑπὸ φιλανθρωπίας)· αὐτοὶ δὲ τῶν αἰσχρῶν τίθενται, ἀπόντα μὲν τὰ δεινὰ περιφρονεῖν, μᾶλλον δὲ μηδὲ δεινὰ οἴεσθαι, παρόντων δὲ ἡττᾶσθαι, καὶ ταῦτα, τίνων; τῶν παρ ερχομένων, ὡς ἱσταμένων· καὶ τοῦ καιροῦ μὲν ἔξω φιλοσοφεῖν, ἐν δὲ ταῖς χρείαις ἀφιλοσόφους φαίνεσθαι· ὥσπερ ἂν εἴ τις ἄριστον ἑαυτὸν νομίζοι τῶν ἀθλητῶν, μηδὲ καταβαίνων εἰς στάδιον· ἢ κυβερνήτην τῶν εὐδοκίμων, ἐν μὲν ταῖς εὐδίαις τῇ τέχνῃ μέγα φρονοῦντα, ἐν δὲ ταῖς ζάλαις μεθ ιέντα τοὺς οἴακας.
Ιʹ. Ἐπεὶ δὲ ἅπαξ εἰς τούτους κατέστην τοὺς λό γους, καὶ πρὸς ἑτέραν ἦλθον εἰκόνα, σφόδρα τοῖς παροῦσι συμβαίνουσαν. Τάχα με γέροντα καὶ μυθολόγον νομίσετε, ἂν καὶ ὑμῖν ταύτην γνωρίσω· γνωριστέον δ' οὖν, ἐπεὶ καὶ τὴν Γραφὴν οἶδα πολλάκις τοιούτοις χρωμένην εἰς σαφεστέραν διήγησιν. Ἔστι τι μύθῳ φυτὸν, ὃ θάλλει τεμνόμενον, καὶ πρὸς τὸν σίδηρον ἀγωνίζεται· καὶ εἰ δεῖ παραδόξως εἰπεῖν περὶ παραδόξου πράγματος, θανάτῳ ζῇ, καὶ τομῇ φύεται, καὶ αὔξεται δαπανώ 35.1241 μενον. Ταῦτα μὲν οὖν ὁ μῦθος, καὶ ἡ αὐτονομία τοῦ πλάσματος· ἐμοὶ δὲ δοκεῖ σαφῶς τοιοῦ τον εἶναί τι ὁ φιλόσοφος. Εὐδοκιμεῖ τοῖς πάθεσι, καὶ ὕλην ἀρετῆς ποιεῖται τὰ λυπηρὰ, καὶ τοῖς ἐναν τίοις ἐγκαλλωπίζεται· μήτε τοῖς δεξιοῖς ὅπλοις τῆς δικαιοσύνης αἰρόμενος, μήτε τοῖς ἀριστεροῖς καμπτό μενος· ἀλλ' ὁ αὐτὸς οὐκ ἐν τοῖς αὐτοῖς ἀεὶ διαμένων, ἢ καὶ δοκιμώτερος, ὥσπερ ἐν καμίνῳ χρυσὸς, εὑρι σκόμενος. Σκοπῶμεν δὲ οὕτως· Εὐπατρίδης ἐστίν; ἀντεπιδείξεται τὴν εὐτροπίαν τῷ αἵματι· ὥστε διχόθεν εὐδοκιμεῖν, καὶ γενεαλογούμενος, καὶ ὁρώμενος. ∆υσγενὴς τὸν ἀνδριάντα καὶ τὸν πηλὸν (εἴπερ τι μέγα πηλὸς πηλοῦ διαφέρει); ἀντεισοίσει τὴν νοουμένην εὐγένειαν, καὶ ἣν ἕκαστος ἑαυτὸν δια πλάττει πρὸς τὸ χεῖρον ἢ βέλτιον· τὴν δὲ ἄλλην παραγράψεται, ὅση σπείρεται ἢ γράφεται, ὡς οὐδενὸς ἀξίαν καὶ