1

 2

 3

 4

 5

 6

 7

 8

6

ἐλεύθερος, καταγελῶν πολυοχλίας πόλεως, μέμ ψιν φορολόγου μὴ ἀκούων. Μονόκερώς ἐστι, ζῶον αὐτόνομον. Εἰ βουλήσεταί σοι δουλεῦσαι; εἰ δήσεις αὐτὸν ἐπὶ φάτνης; εἰ ὑπὸ ζυγὸν ἀχθή σεται; Ὅταν πάντων ἐξείργηται τῶν ἐπὶ γῆς, κατεσκεύασται αὐτῷ πτέρυγες ὥσπερ ἀετοῦ, ἐπιστρέ ψει εἰς τὸν οἶκον τοῦ προεστηκότος αὐτοῦ, πρὸς Θεὸν ἀναπτήσεται. Εἴπω τι κεφάλαιον· ∆ύο ταῦτα δυσκράτητα, Θεὸς καὶ ἄγγελος· καὶ τὸ τρίτον φιλόσοφος, ἄϋλος ἐν ὕλῃ, ἐν σώματι ἀπερίγραπτος, ἐπὶ γῆς οὐράνιος, ἐν πάθεσιν ἀπαθὴς, πάντα ἡττώμενος πλὴν φρονήματος, νικῶν τῷ νικᾶσθαι τοὺς κρατεῖν νομίζοντας. Ἐπεὶ δὲ τὸν φιλόσοφον ἡμῖν ὁ λόγος ἔγραψεν, ὅθεν εἶπον, ἀρξάμενος, φέρε, παρὰ τοῦτον τὰ ἡμέτερα θεωρήσωμεν (δοκῶ γὰρ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν, καὶ εἴ τινι τούτων τρωτὸς ἐγὼ καὶ ἁλώσιμος)· ἵν' εἰ μὲν ἡττώμενον εὑρίσκοιεν οἱ μισοῦντες καὶ πολεμοῦντες, συγγινώσκοιντο γοῦν τῆς ἐγχειρήσεως, εἰ καὶ μὴ τῆς προαιρέσεως· εἰ δὲ κρείττονα τῶν πολεμούντων καὶ ὑψηλότερον, ἢ τῆς κακίας ἀπαλλαγεῖεν, ἢ καινοτέραν ὁδὸν τῆς ἀδικίας ἐπινοήσαιεν, ὡς τῆς παρούσης καταφρονουμένης, καὶ μὴ πρὸς τῇ κακίᾳ καὶ ἄνοιαν ἐγκαλοῖντο, ὡς ἀνομοῦντες διακενῆς, καὶ οὐδὲ εἰδότες ἀδικεῖν ὃ σπουδάζουσιν.

Ι∆ʹ. Τί γὰρ δὴ καὶ λυπήσουσιν ἐπὶ πάντα ἐλθόντες; Ἴδωμεν ὅσα ἂν ἀδικηθείη παρὰ ἀνθρώπων ἄνθρωπος. Ἀπαίδευτον ὀνομάσουσιν; Μίαν σοφίαν οἶδα, τὸ φοβεῖσθαι Θεὸν (Ἀρχή τε γὰρ σοφίας, φό βος Κυρίου· καὶ τέλος λόγου, τὸ πᾶν ἄκουε, τὸν Θεὸν φοβοῦ. Ταῦτα Σολομὼν ὁ σοφώτατος. ∆ειξά τωσαν οὖν ἄφοβον, καὶ νικησάτωσαν· τῆς δὲ ἄλλης σοφίας, τὴν μὲν παρέδραμον, τὴν δὲ προσλα βεῖν εὔχομαι καὶ ἐλπίζω, θαῤῥῶν τῷ Πνεύματι. Πε νίαν ἐγκαλέσουσι, τὴν ἐμὴν περιουσίαν; εἴθε γὰρ ἀποδυσαίμην καὶ τὰ ῥάκια ταῦτα, ἵνα γυμνὸς δια δράμω τὰς ἀκάνθας τοῦ βίου· εἴθε καὶ τὸν βαρὺν 35.1248 χιτῶνα τοῦτον ὡς τάχιστα, ἵνα λάβω κουφότερον. Φυγόπατριν ἀποκαλέσουσιν; ὡς μικρὰ φρονοῦσι περὶ ἡμῶν ὄντως ὑβρισταὶ καὶ μισόξενοι! Ἔστι γάρ μοι πατρὶς, ὦ οὗτοι, περιγραπτὸς, ᾧ πᾶσα πατρὶς, καὶ οὐδεμία; Σὺ δὲ οὐ ξένος καὶ παρεπίδημος; Οὐκ ἐπαινῶ σου τὴν κατοικίαν, ἂν οὕτως ἔχῃς, μὴ τῆς ἀληθινῆς πατρίδος ἐκπέσῃς, εἰς ἣν ἀποτίθεσθαι χρὴ τὸ πολίτευμα. Γῆρας δὲ οὐκ ὀνειδίσαις ἡμῖν καὶ τὸ νοσῶδες; οὐχ ὅλον τοῦτο τῆς ὕλης καὶ τῆς φύ σεως, ἵνα εἰδῇς τι τῶν ἐμῶν ἀποῤῥήτων· ἔστιν ὃ καὶ ὁ λογισμὸς ἐδαπάνησεν, ἵνα μικρόν τι καυχήσωμαι. Οὐδὲ σὺ σφριγῶν μοι καὶ σαρκοτροφῶν, ἡδὺ θέαμα. Εἴθε τι καὶ πολιᾶς ἐπήνθει σοι καὶ ὠχρό τητος, ἵνα πιστευθῇς γοῦν εἶναι συνετὸς καὶ φιλόσοφος.

ΙΕʹ. Τί ἔτι; Θρόνων καθαιρήσουσιν; Τίνων ἆρ' ὧν ἡδέως ἐπέβην, ἢ νῦν, ἢ πρότερον; μακαρίζω δὲ τοὺς ἐπιβαίνοντας; Σὺ δέ μοι τούτους ἡδεῖς ποιεῖς, οὕτως ἐπιβαίνων ἀναξίως; Οὐδὲ τὰ πρώην συμβάντα τὴν ἐμὴν γνώμην ὑμῖν ἐδήλωσεν; ἢ κἀ κεῖνα θρύψις τις ἦν, καὶ τοῦ πόθου δοκιμασία; Πάντα ἂν οἱ τεχνικοὶ περὶ ἄλλων, τὰ ἑαυτῶν, τὰ μὲν ὑπονοήσαιεν, τὰ δὲ εἴποιεν. Τί δαὶ ἡ συντριβή; τί δαὶ αἱ ἀραὶ, ἃς δημοσίᾳ καθ' ἡμῶν αὐτῶν πε ποιήμεθα; τί δαὶ τὰ δάκρυα, καὶ τὸ ἐλεεινοὺς γενέσθαι ὑμῖν μικροῦ, καὶ μισουμένους διὰ τὴν ἔνστα σιν; Προεδρίας ἀποστερήσουσιν; ἣν πότε καὶ τίς τῶν εὖ φρονούντων ἐθαύμασε; νῦν δὲ καὶ τὸ φεύ γειν, ὡς γοῦν ἐμοὶ δοκεῖ, πρῶτον συνέσεως· δι' ἣν πάντα δονεῖται καὶ σείεται τὰ ἡμέτερα· δι' ἣν τὰ πέρατα τῆς οἰκουμένης ἐν ὑποψίᾳ, καὶ πολέμῳ κωφῷ τινι καὶ οὐδὲ ὄνομα ἔχοντι· δι' ἣν κινδυνεύομεν ἀνθρώπων εἶναι, παρὰ Θεοῦ γεγονότες, καὶ τὸ μέγα καὶ καινὸν ἀποβαλεῖν ὄνομα. Ὡς ὄφελόν γε μηδὲ ἦν προεδρία, μηδέ τις τόπου προτίμησις, καὶ τυραννικὴ προνομία! ἵν' ἐξ ἀρετῆς μόνης ἐγινωσκόμεθα. Νῦν δὲ τὸ δεξιὸν τοῦτο, καὶ τὸ ἀριστερὸν, καὶ τὸ μέσον, καὶ τὸ ὑψηλότερον, καὶ τὸ χθαμαλώτερον, καὶ τὸ προβαδίζειν ἢ συμβαδίζειν, πολλὰ πεποίηκε τὰ συντρίμματα ἡμῶν διακενῆς, καὶ