1

 2

 3

 4

 5

 6

 7

 8

7

πολλοὺς εἰς βόθρον ὦσε, καὶ εἰς τὴν τῶν ἐρίφων χώραν ἀπήγαγεν· οὐ τῶν κάτω μόνον, ἀλλ' ἤδη καὶ τῶν ποιμένων, οἳ διδάσκαλοι τοῦ Ἰσραὴλ ὄντες, ταῦτα ἠγνόησαν.

Ιςʹ. Θυσιαστηρίων εἴρξουσιν; Ἀλλ' οἶδα καὶ ἄλλο θυσιαστήριον, οὗ τύποι τὰ νῦν ὁρώμενα· ἐφ' ὃ λαξευτήριον οὐκ ἀναβέβηκεν, οὐδὲ χεὶρ, οὐδὲ ἠκούσθη σίδηρος, ἤ τι τῶν τεχνιτῶν καὶ 35.1249 ποικίλων, ἀλλ' ὅλον τοῦ νοῦ τὸ ἔργον, καὶ διὰ θεωρίας ἡ ἀνάβασις. Τούτῳ παραστήσομαι, τούτῳ θύσω δεκτὰ, θυσίαν, καὶ προσφορὰν, καὶ ὁλοκαυτώματα, κρείττονα τῶν νῦν προσαγομένων, ὅσῳ κρεῖττον σκιᾶς ἀλήθεια· περὶ οὗ μοι δοκεῖ καὶ ∆αβὶδ ὁ μέγας φιλοσοφεῖν, λέγων· Καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ, τοῦ εὐφραίνοντος τὴν πνευματικήν μου νεότητα. Τούτου μὲν οὐκ ἀπάξει με τοῦ θυσιαστηρίου πᾶς ὁ βουλόμενος. Πόλεως ἀπελάσουσιν; ἀλλ' οὐχὶ καὶ τῆς ἄνω κειμένης. Τοῦτο δυνηθήτωσαν οἱ μισοῦντες ἡμᾶς, καὶ ὄντως πεπολεμήκασιν· ἕως δ' ἂν μὴ τοῦτο δύνωνται, ῥανίσι βάλλουσιν, ἢ αὔραις παίουσιν, ἢ παίζουσιν ἐνύπνια· οὕτως αὐτῶν ἐγὼ βλέπω τὸν πόλεμον. Χρημάτων περιαιρήσουσιν; Τίνων; Εἰ μὲν τῶν ἐμῶν, καὶ τῶν πτερύγων περικοπτέτωσαν, ὧν οὐκ ἐπιβέβλημαι· εἰ δὲ τῶν τῆς Ἐκκλησίας, τοῦτό ἐστιν ὑπὲρ οὗ πᾶς ὁ πόλεμος· δι' ἃ ζηλοτυπεῖ τὸ γλωσσόκομον ὁ κλέπτης, καὶ τὸν Θεὸν προδίδωσι τριάκοντα ἀργυρίων, τὸ δεινότατον. Τοσούτου γὰρ, οὐχ ὁ προδιδόμενος, ἀλλ' ὁ προδιδοὺς ἄξιος.

ΙΖʹ. Οἰκίας ἀποκλείσουσι; Τρυφὰς περικόψουσι; Φίλους ἀλλοτριώσουσι; Πάνυ γὰρ, ὡς ὁρᾷς, πλείστων κατεναρκήσαμεν, καίτοιγε προκαλουμένων (οὐ γὰρ ἀχαριστήσομεν)· εἰ δὲ καὶ κατεναρκήσαμεν, τῷ φείδεσθαι μᾶλλον ἢ τῷ προσίεσθαι. Τὸ δὲ αἴτιον, οἶκός τις ἀνέπαυσεν ἡμᾶς εὐσεβὴς καὶ φιλόθεος, καὶ οἷος τὸν Ἐλισσαῖον ὁ τῆς Σουναμίτιδος, συγγενῶν τὸ σῶμα, συγγενῶν τὸ πνεῦμα, πάντα φιλότιμος· παρ' οἷς καὶ ὁ λαὸς οὗτος ἐπάγη, κλέπτων ἔτι τὴν διωκομένην εὐσέβειαν, οὐκ ἀδεῶς, οὐδὲ ἀκινδύνως. Ἀντιμετρήσαι αὐτῷ Κύριος ἐν ἡμέρᾳ ἀνταποδόσεως! Τρυφὴν δὲ εἰ διώκομεν, τρυφήσαιεν καθ' ἡμῶν οἱ μισοῦντες ἡμᾶς· οὐ γὰρ ἄλλο τι μεῖζον ἐμαυτῷ καταράσομαι. Φίλων δὲ, οἱ μὲν οὐδὲ πάσχοντες κακῶς, εὖ οἶδα, φεύξονται ἡμᾶς (τὸ γὰρ συναδικεῖσθαι, καὶ συναλγεῖν πεποίηκε)· τῶν δὲ ἤδη γεγυμνάσμεθα καὶ ὑπερορώμενοι φέρειν τὴν ὑπεροψίαν. Τῶν γὰρ φίλων καὶ τῶν πλησίον, οἱ μὲν καὶ φανερῶς ἐξ ἐναντίας ἤγγισαν καὶ ἔστησαν· οἱ δὲ, τὸ φιλανθρωπότατον, ἀπὸ μακρόθεν ἔστησαν, καὶ ἐν τῇ νυκτὶ ταύτῃ πάντες ἐσκανδαλίσθησαν. Μικροῦ καὶ Πέτρος ἠρνήσατό με· καὶ τυχὸν οὐδὲ κλαίει πικρῶς, ἵνα θεραπεύσῃ τὴν ἁμαρτίαν. 35.1252

ΙΗʹ. Μόνος τολμηρὸς ἐγὼ, καὶ θράσους γέμων, ὡς ἔοικε· μόνος εὔελπις ἐν τοῖς φοβεροῖς, μόνος καρτερικὸς, καὶ δημοσίᾳ προτιθέμενος, καὶ ἰδίᾳ καταφρονούμενος, καὶ Ἀνατολῇ καὶ ∆ύσει τῷ πολεμεῖσθαι γνωριζόμενος. Τῆς ἀπονοίας! Ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. Τοσοῦτον ἀπέχω τοῦ φοβερὸν ἡγεῖσθαί τι τῶν παρόντων, ὥστε τὸ κατ' ἐμαυτὸν ἀφεὶς, θρηνῶ τοὺς λυπήσαντας. Μέλη Χριστοῦ ποτε, μέλη τίμια ἐμοὶ, εἰ καὶ νῦν διεφθαρμένα, μέλη τῆς ποίμνης ταύτης, ἣν προδεδώκατε μικροῦ, καὶ πρὶν συναχθῆναι. Πῶς διεσπάσθητε καὶ διεσπάσατε, ὡς βοΐδια ἐκ δεσμῶν ἀνειμένα; πῶς θυσιαστηρίῳ θυσιαστήριον ἀντηγείρατε; πῶς ἐγένεσθε εἰς ἐρήμωσιν ἐξάπινα; πῶς καὶ αὐτοὶ νενέκρωσθε τῇ τομῇ, καὶ ἡμᾶς ἀλγεῖν πεποιήκατε; πῶς ἁπλότητι ποιμένων εἰς ποίμνης διάλυσιν κατεχρήσασθε; Οὐδὲ γὰρ ἐκείνους μέμψομαι τῆς ἀπειρίας, ἀλλ' ὑμᾶς αἰτιάσομαι τῆς κακίας. Τῇ διαφθορᾷ σου, Ἰσραὴλ, τίς βοηθήσει; Τί φάρμακον εὕρωμαι συνουλωτικόν; ποῖον ἐπίδεσμον; πῶς συνάψω τὰ διεστῶτα; τίσι δάκρυσι, τίσι λόγοις,