1

 2

 3

 4

 5

 6

 7

 8

5

κίβδηλον. Ἔστι γάρ τι γένος τρισσόν· τὸ μὲν ἄνωθεν ἠργμένον, ὃ πάντες ἐσμὲν εὐγενεῖς ἐπ' ἴσης, ἐπεὶ κατ' εἰκόνα Θεοῦ γεγόναμεν· τὸ δὲ ἀπὸ σαρκὸς ἐρχόμενον, οὐκ οἶδ' εἴ τις εὐγενὴς, τοῦτο φθορᾷ συνιστάμενον· τὸ δὲ ἀπὸ κακίας ἢ ἀρε τῆς γνωριζόμενον, οὗ μᾶλλον καὶ ἧττον μεταλαμβά νομεν, ὅσον ἂν, οἶμαι, ἢ τηρήσωμεν τὴν εἰκόνα, ἢ διαφθείρωμεν. Ταύτην ἀγαπήσει τὴν εὐγένειαν ὅγε ἀληθῶς σοφὸς καὶ φιλόσοφος. Τὸ γὰρ τέταρτον γένος, τότε ἀξιώσω λόγου, τὸ ἐν γράμμασι καὶ προσ τάγμασιν, ὅταν καὶ κάλλος ἀποδέξωμαι τὸ ἐν χρώμασι, καὶ πίθηκον αἰδεσθῶ λέοντα εἶναι κεκελευ σμένον.

ΙΑʹ. Νέος ἐστί; Κατὰ τῶν παθῶν ἀνδρισθήσεται, καὶ τοῦτο ἀπολαύσει τῆς νεότητος, τὸ μὴ τὰ νέων παθεῖν, ἀλλὰ δεῖξαι πρεσβυτικὴν φρόνησιν ἐν ἀκμαίῳ τῷ σώματι· καὶ χαιρήσει τῇ νίκῃ πλέον ἢ οἱ ἐν Ὀλυμπίᾳ στεφανούμενοι· νικήσει γὰρ ἐν κοινῷ θεάτρῳ τῇ οἰκουμένῃ, καὶ νίκην ἄπρατον. Νεύει πρὸς γῆρας; Ἀλλ' οὐχὶ γηράσει καὶ τὴν ψυχήν· δέ ξεται τὴν διάλυσιν, ὡς προθεσμίαν ἀναγκαίας ἐλευθε ρίας· ἡδέως πρὸς τὰ ἑξῆς μεταβήσεται, ἔνθα οὐκ ἔστιν ἄωρος, οὐδὲ πρεσβύτης, ἀλλὰ πάντες τὴν πνευματικὴν ἡλικίαν τέλειοι. Ὥρας ἔλαχεν; Ἀντιστίλψει τὸ κάλλος τῷ κάλλει, τὸ τῆς ψυχῆς τῷ τοῦ σώματος. Παρῆλθε τὸ ἄνθος ἀνεπηρέαστον; νεύει πρὸς ἑαυτὸν, οὐδὲ οἶδεν ὁρώμενος. Αἰσχρὸς τὸ φαινό 35.1244 μενον; ἀλλ' εὐφυὴς τὸ κρυπτόμενον, ὥσπερ ἐν κά λυκι ῥόδον ἀνθηρὸν οὐκ ἀνθηρᾷ καὶ ἀνόδμῳ τὸ εὐωδέστατον. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων; οὐδὲ καιρὸν δίδωσι τὸ ἐκτὸς καθορᾶσθαι, μεταστρέφων τὸν θεατὴν πρὸς τὸν ἐντὸς ἄνθρω πον. Εὐεκτεῖ; Χρήσεται τῇ ὑγιείᾳ πρὸς τὸ βέλτιστον· νουθετήσει, πλήξει, λόγῳ παῤῥησιάσεται, ἀγρυπνή σει, χαμευνήσει, νηστεύσει, κενώσει τὴν ὕλην, θεωρήσει τὰ ἐπίγεια καὶ τὰ οὐράνια, κατὰ πᾶσαν σπουδὴν μελετήσει τὸν θάνατον. Ἀῤῥωστήσει; Μαχήσεται· ἂν δὲ ἡττηθῇ, νικήσει λαβὼν τὸ μηκέτι μάχεσθαι. Πλούσιός ἐστι; Φιλοσοφήσει τὸ ἀποπλου τεῖν, μεταδώσει τῷ δεομένῳ τῶν ὄντων, ὡς οἰκονό μος τῶν ἀλλοτρίων· ἵν' ἐκεῖνός τε εὖ πάθῃ τῇ μετα λήψει, καὶ αὐτὸς πρὸς Θεὸν συναχθῇ, μηδὲν ἔχων πλὴν τοῦ σταυροῦ καὶ τοῦ σώματος. Πένεται; Πλουτήσει Θεὸν, καὶ τὸ καταγελᾷν τῶν ἐχόντων, ὡς ἀεὶ μὲν κτωμένων, ἀεὶ δὲ πενομένων, τῷ δεῖσθαι τοῦ πλείονος, καὶ πινόντων ἵνα πλέον διψήσωσιν.

ΙΒʹ. Πεινᾷ; Μετὰ τῶν ὀρνέων τραφήσεται, οἷς ὁ βίος ἄσπορος καὶ ἀνήροτος· μετὰ Ἡλίου ζήσε ται παρὰ τῇ Σαραφθίᾳ· Ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐκλείψει, καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐλαττονήσει· ὁ μὲν ἀεὶ πηγάσει, ἡ δὲ γεωργήσει πλουσίως, ἵνα τιμηθῇ χήρα φιλόξενος, καὶ τρέφῃ τὸν τρέφοντα. ∆ιψήσει; Κρῆναι τούτῳ καὶ ποταμοὶ τὸ ποτὸν, ποτὸν οὐ μεθύσκον, οὐδὲ μετρούμενον· ἂν πάντα ἐπιλίπῃ δι' ἀνομβρίαν, χειμάῤῥῳ τυχὸν ποτισθήσεται. Ῥιγώσει; Τοῦτο καὶ Παῦλος, ἀλλ' ἐπὶ πόσον; Ἔστι τι καὶ πέτρας ἔνδυμα· πειθέτω σε ὁ Ἰὼβ λέγων· Παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέ πην, πέτραν περιεβάλοντο. Σκόπει μοι καὶ τὰ τε λεώτερα. Λοιδορηθήσεται; νικήσει τῷ μὴ ἀντιλοι δορεῖσθαι. ∆ιωχθήσεται; ἀνέξεται. Βλασφημηθήσε ται; παρακαλέσει. ∆ιαβληθήσεται; προσεύξεται. Τὴν δεξιὰν ῥαπισθήσεται σιαγόνα; παρέξει καὶ τὴν ἑτέραν· εἰ τρίτην εἶχε, καὶ ταύτην ἂν προεβάλετο, ἵνα μᾶλλον διδάξῃ μακροθυμεῖν τὸν παίοντα, ἔργῳ παιδεύων, ἃ μὴ λόγῳ δυνατὸς ἦν. Ὀνειδισθή σεται; τοῦτο καὶ ὁ Χριστός· τιμηθήσεται τῇ κοινω νίᾳ τοῦ πάθους. Κἂν Σαμαρείτης ἀκούσῃ, κἂν δαιμονᾷν ἐγκληθῇ, μετὰ Θεοῦ πάντα δέξεται. Πολλὰ ἔτι λείψει, κἂν πολλὰ πάθῃ, ὄξος, χολὴ, στέφανος ἀκάνθινος, σκῆπτρον καλάμινον, χλαμὺς κοκκίνη, σταυρὸς, ἧλοι, λῃσταὶ συσταυρούμενοι, παριόντες ὑβρί 35.1245 ζοντες. ∆εῖ γὰρ πλέον ἔχειν Θεὸν, ἐν τῷ πλεῖον φέρειν ἀτιμαζόμενον.

ΙΓʹ. Οὐδὲν ἀναλωτότερον φιλοσοφίας, οὐδὲν ἀληπτό τερον. Πάντα ἐνδώσει πρότερον, ἢ φιλόσοφος. Ὄνος ἐστὶν ἄγριος ἐν ἐρήμῳ, φησὶν ὁ Ἰὼβ, ἄνετος καὶ