1

 2

 3

 4

 5

 6

 7

3

γὰρ οἴνῳ μεθύων ἐπιθυμεῖν θείων λογίων δύναται. Μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία· ἀλλὰ πληροῦσθε ἐν Πνεύματι. Αὕτη ἡ καλὴ μέθη· κάρωσόν σου τὴν ψυχὴν τῷ Πνεύματι, ἵνα μὴ καρώσῃς τῇ μέθῃ· προκατάλαβε τὴν διάνοιαν καὶ τοὺς λογισμοὺς, ἵνα μὴ εὕρῃ χώραν ἐκεῖνο τὸ πάθος τὸ ἀναίσχυντον. ∆ιὰ τοῦτο οὐκ εἶπε, Μετέχετε Πνεύματος, ἀλλὰ Πλη 50.436 ροῦσθε Πνεύματος. Ἕως ἄνω τὴν διάνοιαν καθάπερ ποτήριον τοῦ Πνεύματος πλήρωσον, ἵνα μηδὲν ἐμβαλεῖν δυνηθῇ λοιπὸν ὁ διάβολος· οὐ γὰρ ἁπλῶς δεῖ μετέχειν λοιπὸν τοῦ Πνεύματος, ἀλλὰ πληροῦσθαι Πνεύματος, ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς, ὧν ἐπληρώθητε σήμερον. ∆ιὰ τοῦτο θαῤῥῶ περὶ τῆς σωφροσύνης ὑμῶν. Ἔστιν ἡμῖν ποτήριον μέθης καλὸν, ἔστι ποτήριον μέθης σωφροσύνην ποιοῦν, οὐ παράλυσιν. Ποῖον δὲ τοῦτο; Τὸ ποτήριον τὸ πνευματικὸν, τὸ ποτήριον τὸ ἄχραντον τοῦ αἵματος τοῦ ∆εσποτικοῦ. Ἐκεῖνο οὐ ποιεῖ μέθην, ἐκεῖνο οὐ ποιεῖ παράλυσιν· οὐ γὰρ παραλύει δύναμιν, ἀλλ' ἐγείρει δύναμιν· ἐκεῖνο οὐ καταλύει τὰ νεῦρα, ἀλλὰ τονοῖ τὰ νεῦρα· ἐκεῖνο γὰρ νῆψιν ποιεῖ, ἐκεῖνο αἰδέσιμον ἀγγέλοις, φοβερὸν δαίμοσι, τίμιον τοῖς ἀνθρώποις, ἐπέραστον τῷ ∆εσπότῃ. Ὁρᾷς πῶς φησιν ὁ ∆αυῒδ περὶ τοῦ ποτηρίου τούτου τοῦ πνευματικοῦ τοῦ ἐν τῇ τραπέζῃ ταύτῃ κειμένου; Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον ὡσεὶ κράτιστον. Ἵνα γὰρ μὴ ἀκούσας μέθης ὄνομα φοβηθῇς εὐθέως, καὶ νομίσῃς ἀσθενείας εἶναι ποιητικὸν, ἐπήγαγεν ὅτι κράτιστόν ἐστι καὶ ἰσχυρόν. Καινὸς τρόπος μέθης, ἰσχὺν ἐντίθησιν, ἐγκρατῆ ποιεῖ καὶ δυνατόν· ἀπὸ γὰρ τῆς πέτρας ἔῤῥευσε τῆς πνευματικῆς· οὐκ ἔστι παρατροπὴ λογισμῶν, ἀλλὰ προσθήκη λογισμῶν πνευματικῶν.

γʹ. Ταύτην μεθύωμεν τὴν μέθην· ἐκείνης δὲ ἀπεχώμεθα, ἵνα μὴ καταισχύνωμεν τὴν παροῦσαν ἑορτήν· ἑορτὴ γὰρ ἡ παροῦσα οὐχὶ τῆς γῆς μόνον, ἀλλὰ καὶ τοῦ οὐρανοῦ. Σήμερον ἐν γῇ χαρὰ, σήμερον ἐν οὐρανῷ χαρά· εἰ γὰρ ἑνὸς ἁμαρτωλοῦ ἐπιστρέφοντος, χαρὰ ἐπὶ γῆς καὶ οὐρανοῦ, πολλῷ μᾶλλον τῆς οἰκουμένης ἁπάσης ἐξαρπασθείσης τῶν χειρῶν τοῦ διαβόλου χαρὰ ἔσται ἐν οὐρανῷ. Νῦν σκιρτῶσιν ἄγγελοι, νῦν χαίρουσιν ἀρχάγγελοι, νῦν τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ μεθ' ἡμῶν ἑορτάζει τὴν παροῦσαν ἑορτήν· οὐκ ἐπαισχύνονται τοὺς συνδούλους, ἀλλὰ συγχαίρουσι τοῖς ἡμετέροις ἀγαθοῖς. Εἰ γὰρ ἡμετέρα ἡ χάρις ἡ παρὰ τοῦ ∆εσπότου, ἀλλὰ κοινὴ καὶ ἐκείνων ἡ ἡδονή. Καὶ τί λέγω τοὺς συνδούλους; Αὐτὸς ὁ ∆εσπότης αὐτῶν τε καὶ ἡμῶν οὐκ ἐπαισχύνεται συνεορτάζειν. Καὶ τί χρὴ λέγειν, ὅτι οὐκ ἐπαισχύνεται; Ἐπιθυμίᾳ, φησὶν, ἐπεθύμησα τὸ Πάσχα τοῦτο μεθ' ὑμῶν φαγεῖν· εἰ δὲ τὸ Πάσχα ἐπεθύμησεν ἡμῖν συνεορτάσαι, δῆλον ὅτι καὶ τὴν ἀνάστασιν. Ὅταν οὖν ἄγγελοι χαίρωσι, καὶ ἀρχάγγελοι, καὶ πασῶν τῶν οὐρανίων δυνάμεων ὁ ∆εσπότης ἡμῖν συνεορτάζῃ, τίς λείπεται λοιπὸν εἰς ἀθυμίαν λόγος; Μηδεὶς πένης ἔστω κατηφὴς διὰ τὴν πενίαν· ἑορτὴ γὰρ αὕτη πνευματική· μηδεὶς πλούσιος ἐπαιρέσθω διὰ τὸν πλοῦτον· οὐδὲν γὰρ ἀπὸ τῶν χρημάτων εἰς τὴν ἡδονὴν τῆς ἑορτῆς εἰσενεγκεῖν δύναται ταύτης. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν ἑορτῶν τῶν βιωτικῶν, ἔνθα πολὺς ἄκρατος, ἔνθα τράπεζα πλήθουσα καὶ ἀδηφαγία, ἔνθα ἀσχημοσύνη, καὶ γέλως, ἔνθα πᾶσα πομπὴ 50.437 Σατανικὴ, εἰκότως ὁ μὲν πένης κατηφὴς, ὁ δὲ πλούσιος ἐν φαιδρότητι· τί δήποτε; Ὅτι ὁ μὲν πλούσιος δαψιλῆ παρατίθεται τράπεζαν, καὶ μᾶλλον ἀπολαύει τρυφῆς, ὁ δὲ πένης ἀπὸ τῆς πενίας κωλύεται· τὴν αὐτὴν φιλοτιμίαν ἐπιδείξασθαι· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον· μία τράπεζα καὶ τῷ πλουσίῳ καὶ τῷ πένητι, κἂν πλούσιός τις ᾖ, οὐδὲν τῇ τραπέζῃ προσθεῖναι δύναται· κἂν πένης, οὐδὲν ἔλαττον παρὰ τῆς πενίας τὰ τῆς κοινωνίας διακείσεται· θεία γάρ ἐστιν ἡ χάρις· καὶ τί θαυμάζεις εἰ πλουσίῳ καὶ πένητι; Αὐτῷ γὰρ τῷ βασιλεῖ τῷ τὸ διάδημα περικειμένῳ, τῷ τὴν ἁλουργίδα ἔχοντι, τῷ τὴν ἐξουσίαν ἐγκεχειρισμένῳ τῆς γῆς, ἐκείνῳ τῷ βασιλεῖ, καὶ τῷ πτωχῷ τῷ πρὸς τὴν ἐλεημοσύνην καθεζομένῳ μία