1

 2

 3

 4

 5

 6

 7

5

ὑπεύθυνον· οὕτω καὶ ἐπὶ τοῦ Ἀδὰμ γέγονεν· Ὤφειλεν ὁ Ἀδὰμ, κατείχετο ὑπὸ τοῦδιαβόλου, ἀλλ' οὐκ εἶχε καταβαλεῖν· οὐκ ὤφειλεν ὁ Χριστὸς, οὐδὲ κατείχετο ὑπὸ τοῦ διαβόλου, ἀλλ' ἠδύνατο καταθεῖναι τὸ χρέος. Ἦλθε, κατέβαλε θάνατον ὑπὲρ τοῦ κατεχομένου ὑπὸ τοῦ διαβόλου, ἵνα ἐκεῖνον ἀπολύσῃ.

δʹ. Εἶδες τῆς ἀναστάσεως τὰ κατορθώματα; ∆ιπλοῦν ἀπεθάνομεν ἡμεῖς θάνατον, οὐκοῦν διπλῆν προσδοκήσωμεν τὴν ἀνάστασιν. Αὐτὸς ἁπλοῦν ἀπέθανε θάνατον· διὰ τοῦτο καὶ ἁπλῆν ἀνέστη ἀνάστασιν· πῶς; Ἐγὼ λέγω· Ἀπέθανεν ὁ Ἀδὰμ καὶ τῷ σώματι, καὶτῇ ψυχῇ· ἀπέθανε καὶ τῇ ἁμαρτίᾳ καὶ τῇ φύσει· Ἧ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, θανάτῳ ἀποθανεῖσθε. Καὶ μὴν οὐκ αὐτῇ τῇ ἡμέρᾳ ἀπέθανε τῇ φύσει, ἀλλὰ τῇ ἁμαρτίᾳ ἀπέθανεν· ἐκεῖνος ὁ θάνατος τῆς ψυχῆς, οὗτος ὁ θάνατος τοῦ σώματος. Ὅταν δὲ ἀκούσῃς ὅτι θάνατος ψυχῆς, μὴ νομίσῃς ψυχὴν ἀποθνήσκειν· ἀθάνατος γάρ ἐστι· θάνατος δὲ ψυχῆς, ἁμαρτία καὶ κόλασις αἰωνία. ∆ιὰ τοῦτο καὶ ὁ Χριστός φησι, Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ· τὸ δὲ ἀπολλύμενον ὑφέστηκε μὲν, ἕξω δὲ τῆς ὄψεως τοῦ ἀπολέσαντός ἐστιν. Ἀλλ' ὅπερ ἔλεγον, ἐφ' ἡμῶν διπλοῦς ὁ θάνατος· οὐκοῦν καὶ τὴν ἀνάστασιν διπλῆν γενέσθαι δεῖ. Ἐπὶ τοῦ Χριστοῦ ἁπλοῦς ὁ θάνατος· οὐ γὰρ 50.439 ἥμαρτεν ὁ Χριστός· ἀλλὰ καὶ αὐτὸς ὁ ἁπλοῦς θάνατος δι' ἡμᾶς· οὐ γὰρ ὤφειλε τὸν θάνατον ἐκεῖνος· οὐ γὰρ ἦν ὑπεύθυνος ἁμαρτίᾳ, διὸ οὐδὲ θανάτου· διὰ τοῦτο ἐκεῖνος μὲν ἀνέστη τὴν ἀνάστασιν τὴν ἀπὸ τοῦ ἁπλοῦ θανάτου· ἡμεῖς δὲ διπλοῦν ἀποθανόντες θάνατον, διπλῆν καὶ τὴν ἀνάστασιν ἀνιστάμεθα· μίαν μὲν ἀνέστημεν τέως τὴν ἀπὸ τῆς ἁμαρτίας· συνετάφημεν γὰρ αὐτῷ ἐν τῷ βαπτίσματι, καὶ συνηγέρθημεν αὐτῷ διὰ τοῦ βαπτίσματος. Μία αὕτη ἀνάστασις ἀπαλλαγὴ ἁμαρτημάτων· δευτέρα δὲ ἀνάστασις ἡ τοῦ σώματος· ἔδωκε τὴν μείζονα, προσδόκα καὶ τὴν ἐλάττονα· αὕτη γὰρ πολὺ μείζων ἐκείνης· πολὺ γὰρ μεῖζον ἁμαρτιῶν ἀπαλλαγῆναι, ἢ σῶμα ἰδεῖν ἀνιστάμενον. ∆ιὰ τοῦτο ἔπεσε τὸ σῶμα, ἐπειδὴ ἥμαρτεν· οὐκοῦν εἰ ἀρχὴ τοῦ πεσεῖν ἡ ἁμαρτία, ἀρχὴ τοῦ ἀναστῆναι τὸ ἀπαλλαγῆναι τῆς ἁμαρτίας. Ἀνέστημεν λοιπὸν τὴν μείζονα ἀνάστασιν, τὸν χαλεπὸν θάνατον τῆς ἁμαρτίας ῥίψαντες, καὶ ἀποδυσάμενοι τὸ παλαιὸν ἱμάτιον· μὴ τοίνυν ὑπὲρ τῆς ἐλάττονος ἀπαγορεύσωμεν. Ταύτην καὶ ἡμεῖς πάλαι τὴν ἀνάστασιν ἀνέστημεν, ὅτε ἐβαπτίσθημεν· καὶ οἱ τὴν τοῦ βαπτίσματος δὲ νῦν ἑσπέραν καταξιωθέντες, τὰ καλὰ ταῦτα ἀρνία. Πρὸ τῆς χθὲς ὁ Χριστὸς ἐσταυρώθη, ἀλλ' ἀνέστη τῇ παρελθούσῃ νυκτί· καὶ οὗτοι πρὸ τῆς χθὲς ὑπὸ τῆς ἁμαρτίας κατείχοντο, ἀλλὰ συνανέστησαν· ἐκεῖνος σώματι ἀπέθανε, καὶ σώματι ἀνέστη· οὗτοι ἁμαρτίᾳ ἦσαν τεθνηκότες, καὶ ἀπὸ ἁμαρτιῶν ἀνέστησαν ἐλευθερωθέντες. Ἡ μὲν οὖν γῆ κατὰ τὸν καιρὸν τοῦτον τοῦ ἔαρος ῥόδα καὶ ἴα καὶ τὰ ἄλλα ἡμῖν ἐκδίδωσιν ἄνθη· τὰ δὲ ὕδατα τῆς γῆς ἡμῖν τερπνότερον λειμῶνα ἔδειξε. Μὴ θαυμάσῃς εἰ ἀπὸ τῶν ὑδάτων ἐβλάστησαν ἄνθη· οὐδὲ ἡ γῆ κατὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ κατὰ τὸ ἐπίταγμα τοῦ ∆εσπότου τὴν βλάστην ἐκδίδωσιν. Ἐξέδωκε καὶ ἐν ἀρχῇ τῶν ὑδάτων ἡ φύσις ζῶα κινούμενα· Ἐξαγαγέτω γὰρ, φησὶ, τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ τὸ ἐπίταγμα ἔργον ἐγένετο, καὶ ἡ ἄψυχος ἐκείνη οὐσία ἔμψυχα ζῶα ἐξέφερεν· οὕτω καὶ νῦν, ἐξαγαγέτω τὰ ὕδατα, οὐχὶ ἑρπετὰ ψυχῶν ζωσῶν, ἀλλὰ πνευματικὰ χαρίσματα. Ἐξήγαγε τότε τὰ ὕδατα ἰχθύας ἀλόγους καὶ ἀφώνους, ἐξέβαλε νῦν ἰχθύας λογικοὺς καὶ πνευματικοὺς, ἰχθύας ὑπὸ τῶν ἀποστόλων ἁλιευθέντας· ∆εῦτε γὰρ, φησὶ, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· ταύτην ἔλεγε τὴν ἁλιείαν τότε. Καινὸς ὄντως τῆς ἁλιείας ὁ τρόπος· οἱ ἁλιεύοντες ἐκ τῶν ὑδάτων ἐκβάλλουσιν, ἡμεῖς εἰς τὰ ὕδατα ἐνεβάλλομεν, καὶ οὕτως ἡλιεύσαμεν. Ἦν ποτε καὶ ἐπὶ τῶν Ἰουδαίων κολυμβήθρα· μάθε τί ἴσχυσεν ἡ κολυμβήθρα ἐκείνη, ἵνα μάθῃς τὴν πτωχείαν τὴν Ἰουδαϊκὴν, ἵνα μάθῃς τὸν πλοῦτον τῆς Ἐκκλησίας. Κολυμβήθρα ὑδάτων ἦν, καὶ κατήρχετο ἄγγελος ἐκεῖ, καὶ