1

 2

 3

 4

 5

 6

 7

6

ἐτάρασσε τὰ ὕδατα· εἶτα μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ἐπέβαινεν εἷς ἀσθενῶν καὶ ἐθεραπεύετο· εἷς μόνος τοῦ ἐνιαυτοῦ ἐθεραπεύετο, καὶ εὐθέως ἀνηλοῦτο ἡ χάρις, οὐ διὰ τὴν πτωχείαν τοῦ διδόντος, ἀλλὰ διὰ τὴν ἀσθένειαν τῶν λαμβανόντων. Κατέβαινεν ἄγγελος τοίνυν εἰς τὴν κολυμβήθραν, καὶ ἐτάρασσε τὸ ὕδωρ, καὶ εἷς ἐθεραπεύετο· κατῆλθεν ὁ τῶν ἀγγέλων ∆εσπό 50.440 της εἰς τὸν Ἰορδάνην, καὶ ἐτάραξε τὸ ὕδωρ, καὶ τὴν οἰκουμένην ἅπασαν ἐθεράπευσε. ∆ιὰ τοῦτο ἐκεῖ μὲν μετὰ τὸν πρῶτον ὁ δεύτερος κατελθὼν οὐκ ἐθεραπεύετο· Ἰουδαίοις γὰρ ἐδίδοτο ἡ χάρις τοῖς ἀσθενέσι, τοῖς πτωχοῖς· ἐνταῦθα δὲ μετὰ τὸν πρῶτον ὁ δεύτερος, μετὰ τὸν δεύτερον ὁ τρίτος, μετὰ τὸν τρίτον ὁ τέταρτος, κἂν δέκα, κἂν εἴκοσι, κἂν ἑκατὸν, κἂν μυρίους, κἂν τὴν οἰκουμένην ἅπασαν ἐμβάλῃς εἰς τὴν κολυμβήθραν, οὐκ ἀναλίσκεται ἡ χάρις· οὐ δαπανᾶται ἡ δωρεά· οὐ ῥυποῦται τὰ νάματα. Καινὸς καθάρσεως τρόπος· οὐ γάρ ἐστι σωματικός· ἐπὶ μὲν γὰρ τῶν σωμάτων ὅταν πλείονας ἀποπλύνῃ τὰ νάματα, πλείονα τὴν κηλῖδα δέχεται· ἐνταῦθα δὲ ὅσῳ πλύνει πλείονας, τοσούτῳ καθαρώτερα γίνεται. εʹ. Εἶδες μέγεθος δωρεᾶς; ∆ιατήρησον τὸ μέγεθος τῆς δωρεᾶς ταύτης, ὦ ἄνθρωπε. Οὐκ ἔξεστί σοι ἀδιαφόρως ζῇν· νόμον σαυτῷ θὲς μετὰ ἀκριβείας ἁπάσης· ἀγών ἐστι καὶ παλαίσματα· ὁ δὲ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Εἴπω σοι τρόπον ἕνα ἄριστον καὶ ἀσφαλῆ κατορθωμάτων; Τὰ ἀδιάφορα μὲν εἶναι δοκοῦντα, τίκτοντα δὲ ἁμαρτίας, ἐκβάλωμεν τῆς διανοίας. Ἔστι γὰρ τῶν πραγμάτων τὰ μὲν ἁμαρτήματα, τὰ δὲ οὐχ ἁμαρτήματα, ἁμαρτημάτων δὲ αἴτια· οἷον γέλως μὲν ἁμάρτημα οὐκ ἔστι φύσει, γίνεται δὲ ἁμάρτημα προενεχθεὶς ἐπὶ πλέον· ἀπὸ γὰρ γέλωτος εὐτραπελία, ἀπὸ εὐτραπελίας αἰσχρολογία, ἀπὸ αἰσχρολογίας αἰσχρὰ πράγματα, ἀπὸ πραγμάτων αἰσχρῶν κολάσεις καὶ τιμωρίαι. Ἄνελε οὖν τὴν ῥίζαν ἄνωθεν, ἵνα ἀνέλῃς ὅλον τὸ νόσημα· ἐὰν γὰρ τὰ ἀδιάφορα φυλαττώμεθα, οὐδέποτε εἰς τὰ κεκωλυμένα ἐμπεσούμεθα. Οὕτω καὶ γυναῖκας ἰδεῖν ἀδιάφορον εἶναι δοκεῖ πολλοῖς, ἀλλ' ἀπὸ τούτου ἐπιθυμία ἀκόλαστος τίκτεται, ἐκ τῆς ἐπιθυμίας πορνεία, ἀπὸ πορνείας πάλιν κόλασις καὶ τιμωρία. Οὕτω δὲ τρυφᾷν οὐδὲν δεινὸν εἶναι δοκεῖ, ἀλλ' ἐντεῦθεν μέθη καὶ τὰ ἐκ τῆς μέθης μυρία κακά. Ἀνέλωμεν τοίνυν πανταχοῦ τὰς ἀρχὰς τῶν ἁμαρτημάτων. ∆ιὰ τοῦτο συνεχοῦς ἀπολαύετε διδασκαλίας καθ' ἡμέραν· διὰ τοῦτο ἑπτὰ ἡμέρας ἐφεξῆς σύναξιν ἐπιτελοῦμεν, τὴν πνευματικὴν ὑμῖν παρατιθέμενοι τράπεζαν, ποιοῦντες ὑμᾶς ἀπολαύειν θείων λογίων, ἀλείφοντες ὑμᾶς καθ' ἑκάστην ἡμέραν, καθοπλίζοντες ὑμᾶς κατὰ τοῦ διαβόλου· ἀγριώτερον γὰρ νῦν ἐπιτίθεται· ὅσῳ μείζων ἡ δωρεὰ, τοσούτῳ μείζων καὶ ὁ πόλεμος. Εἰ γὰρ ἐν τῷ παραδείσῳ ἕνα ὁ διάβολος ἰδὼν οὐκ ἤνεγκεν, ἐν τῷ οὐρανῷ τοσούτους ὁρῶν πῶς οἴσει, εἰπέ μοι; Ἐξηγρίανας τὸ θηρίον, ἀλλὰ μὴ φοβηθῇς· μείζονα δύναμιν ἔλαβες, μάχαιραν ἠκονημένην· ἐκείνῃ κέντησον τὸν ὄφιν. ∆ιὰ τοῦτο ὁ Θεὸς ἀφῆκεν αὐτὸν ἀγριωθῆναι κατὰ σοῦ, ἵνα διὰ τῆς πείρας αὐτῆς μάθῃς τῆς ἰσχύος τῆς σῆς τὴν δύναμιν. Καὶ καθάπερ παιδοτρίβης ἄριστος τινὰ ῥυπῶντα, ἐκνενευρισμένον ἀθλητὴν, ἠμελημένον λαβὼν, ἀλείψας, γυμνάσας, εἰς εὐσαρκίαν ἀγαγὼν, οὐκ ἀφίησιν ἡσυχάζειν λοιπὸν, ἀλλ' εἰς τοὺς ἀγῶνας κατιέναι κελεύει, ἵνα αὐτὸν διδάξῃ διὰ τῆς πείρας ὅσην ἐνέθηκεν αὐτῷ δύναμιν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν. Ἠδύνατο μὲν γὰρ ἐχθρὸν ἐκ τοῦ μέσου λαβεῖν· ἀλλ' ἵνα σὺ μάθῃς τῆς χάριτος τὴν ὑπερβολὴν, τῆς πνευματικῆς δυνάμεως τὸ μέγεθος, ἢν ἔλαβες ἐκ τοῦ βαπτίσματος, ἀφίησιν 50.441 αὐτὸν συμπλέκεσθαι, πολλάς σοι τῶν στεφάνων παρέχων τὰς ὑποθέσεις. ∆ιὰ τοῦτο ἑπτὰ ἡμέρας ἐφεξῆς ἀπολαύετε διδασκαλίας, ὥστε ἀκριβῶς μαθεῖν τὰ παλαίσματα. Ἄλλως δὲ καὶ γάμος ἐστὶ πνευματικὸς τὰ γινόμενα· ἐπὶ δὲ γάμων ἕως ἑπτὰ ἡμερῶν αἱ παστάδες ἑστήκασι. ∆ιὰ τοῦτο καὶ ἡμεῖς ἑπτὰ ἡμέρας ὑμῖν ἐνομοθετήσαμεν ἐνταῦθα πρὸς τὰς ἱερὰς ἑστάναι παστάδας. Ἀλλ' ἐκεῖ μὲν μετὰ τὰς ἑπτὰ ἡμέρας λύονται, ἐνταῦθα δὲ ἂν θέλῃς διὰ παντὸς ἐπὶ τῆς ἱερᾶς ἵστασαι παστάδος· καὶ ἐπὶ μὲν τῶν ἔξωθεν γάμων ἡ νύμφη μετὰ πρότερον