1

 2

 3

 4

 5

 6

 7

7

μῆνα ἢ καὶ δεύτερον οὐκ ἔστιν οὕτως ἐπέραστος τῷ νυμφίῳ· ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλ' ὅσῳ ὁ χρόνος πρόεισι, τοσούτῳ θερμότεροι οἱ ἔρωτες τοῦ νυμφίου, τοσούτῳ γνησιώτεραι αἱ περιπλοκαὶ, τοσούτῳ πνευματικωτέρα ἡ συνουσία, ἐὰν νήφωμεν. Πάλιν ἐπὶ τῶν σωμάτων μετὰ νεότητα γῆρας· ἐνταῦθα μετὰ γῆρας νεότης, καὶ νεότης οὐδέ 50.442 ποτε τέλος ἔχουσα, ἐὰν θέλωμεν. Μεγάλη ἡ χάρις, ἀλλ' ἔσται μείζων, ἐὰν θέλωμεν· καὶ ὁ Παῦλος μέγας ἦν ὅτε ἐβαπτίζετο, ἀλλὰ πολλῷ μείζων ἐγένετο μετὰ ταῦτα, ὅτε ἐκήρυσσε, συνέχυνε τοὺς Ἰουδαίους· μετὰ ταῦτα εἰς παράδεισον ἡρπάγη· εἰς τρίτον ἀνῆλθεν οὐρανόν. Ὥστε ἔξεστι καὶ ἡμῖν, ἐὰν θέλωμεν, αὐξῆσαι, καὶ τὴν δοθεῖσαν ἡμῖν χάριν μεγαλῦναι διὰ τοῦ βαπτίσματος· αὔξεται δὲ δι' ἔργων ἀγαθῶν, καὶ λαμπροτέρα γίνεται καὶ φαιδρότερον ἡμῖν παρέχει τὸ φῶς. Κἂν τοῦτο γένηται, μετὰ πολλῆς τῆς παῤῥησίας εἰς τὸν νυμφῶνα συνελευσόμεθα τῷ νυμφίῳ, καὶ τῶν ἀγαθῶν ἀπολαύσομεν τῶν ἀποκειμένων τοῖς ἀγαπῶσιν αὐτόν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.