1

 2

 3

 4

 5

 6

2

τοῦ διαβόλου, συγκεκαλυμμένην εἰσάγειν τὴν ἁμαρτίαν, καὶ ὥσπερ συνήθει τροφῇ δηλητήριον μιγνύς, οὕτω τῇ προλήψει τῶν ἀνθρώπων μηχανᾶται ἐγκατακρύψαι τὸν ὅρκον. τί οὖν εἰς τὸν ὅρκον ἅπασαν ἀναλώσομεν τὴν διδασκαλίαν καὶ τὸν χρόνον; οὐδαμῶς· καὶ γὰρ καὶ στοχάζομαι εἶναί τινας τοὺς κατωρθωκότας.

ὥσπερ γὰρ τοῦ σπείροντος ἐξελθόντος οὐχ ἅπας ὁ σπόρος εἰς τὰς ἀκάνθας ἔπεσεν, οὐδὲ ἅπας εἰς τὰς πέτρας, ἀλλὰ πολλὰ καὶ εἰς τὴν γῆν κατηνέχθη τὴν καλήν, οὕτω καὶ νῦν ἀδύνατον τοσαύτης διδασκαλίας γενομένης ἐν πλήθει τοσούτῳ μηδένα εἶναι τὸν δυνάμενον ἐπιδείξασθαι τὸν καρπόν. οὐκοῦν ἐπειδὴ πολλοὶ μὲν κατώρθωσαν, οὔπω δὲ πάντες, μερίσωμεν καὶ ἡμεῖς τὸν λόγον. ἔδει μὲν 157 γὰρ τοὺς μὴ κατωρθωκότας μηδὲ ὅλως ἀκοῦσαι μυστικῶν λόγων· ἀλλ' ἵνα μὴ ἐπηρεάζωνται ἐκεῖνοι, χαρισώμεθα τοῖς ῥᾳθυμοτέροις διὰ τοὺς σπουδαιοτέρους· πολλῷ γὰρ βέλτιον τούτοις δι' ἐκείνους χαρίσασθαι, ἢ τοὺς σπουδαιοτέρους ἐπηρεάσαι διὰ τοὺς ῥᾳθυμοτέρους. Ἀναμνῆσαι δὲ βούλομαι χρέους ὑμᾶς, ὃ τῇ προτέρᾳ διαλέξει ὑπεσχόμην μέν, οὐ κατέβαλον δέ, πρὸς ἀναγκαιότερα τοῦ λόγου κατεπείξαντος ἡμᾶς. τί οὖν ἦν τὸ χρέος ἐκεῖνο; ἐζήτουν πρὸς ὑμᾶς εἰπεῖν, τίνος ἕνεκεν οἱ πατέρες οἱ ἡμέτεροι πάντα τὸν χρόνον τοῦ ἐνιαυτοῦ παραδραμόντες ἐν τούτῳ τῷ καιρῷ ἐνομοθέτησαν τὰς ὑμετέρας μυσταγωγεῖσθαι ψυχάς· καὶ ἔλεγον, ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῇ ἡ τοῦ καιροῦ παρατήρησις γέγονεν. ἀεὶ μὲν γὰρ ἡ αὐτὴ χάρις καὶ οὐκ ἐμποδίζεται χρόνῳ· θείᾳ γάρ ἐστιν ἡ χάρις· ἔχει δὲ μυστικόν τι καὶ ἡ τοῦ καιροῦ παρατήρησις. τίνος οὖν ἕνεκεν νῦν ἐνομοθέτησαν τὴν ἑορτὴν ταύτην οἱ πατέρες; νῦν ὁ βασιλεὺς ἡμῶν ἐνίκησε τὸν πόλεμον τὸν πρὸς τοὺς βαρβάρους· βάρβαροι γάρ εἰσι καὶ βαρβάρων ἀγριώτεροι πάντες οἱ δαίμονες. νῦν τὴν ἁμαρτίαν κατέλυσε, νῦν τὸν θάνατον ἔσβεσε καὶ τὸν διάβολον ὑπέταξε, τοὺς αἰχμαλώτους ἔλαβε. τῶν ἐπινικίων τοίνυν ἐκείνων ὑπομνήματα ἄγομεν τὴν παροῦσαν ἡμέραν. διὰ τοῦτο νῦν ἐνομοθέτησαν οἱ πατέρες τὰς βασιλικὰς δωρεὰς διανέμεσθαι· οὗτος γὰρ ἐπινικίων ὁ νόμος. οὕτω καὶ οἱ ἔξωθεν βασιλεῖς ποιοῦσι· τὰς ἡμέρας τῶν ἐπινικίων πολλαῖς τιμῶσι τιμαῖς. ἀλλ' ἐκείνης μὲν τῆς τιμῆς ὁ τρόπος ἀτιμίας γέμει· ποία γὰρ τιμὴ θέατρα καὶ τὰ ἐν θεάτροις πραττόμενα καὶ λεγόμενα; οὐχὶ πάντα αἰσχύνης ἐμπέπλησται καὶ πολλοῦ τοῦ γέλωτος; αὕτη δὲ ἡ τιμὴ τῆς τοῦ τιμήσαντός ἐστιν ἀξία μεγαλοδωρεᾶς. διὰ τοῦτο νῦν ἐνομοθέτησαν, ἵνα σε ἀναμνήσωσι διὰ τοῦ καιροῦ τῆς νίκης τοῦ δεσπότου, ἵνα ἐν τοῖς ἐπινικίοις ὦσί τινες οἱ τὰ λαμπρὰ φοροῦντες ἱμάτια καὶ εἰσιόντες εἰς τιμὴν τοῦ βασιλέως· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἵνα 158 καὶ κατὰ τὸν καιρὸν κοινωνῇς τῷ δεσπότῃ. ἐσταυρώθη, φησίν, ἐκεῖνος ἐν τῷ ξύλῳ· σταυρώθητι σὺ διὰ τοῦ βαπτίσματος· σταυρὸς γάρ φησι καὶ βάπτισμα καὶ θάνατος, ἀλλὰ θάνατος ἁμαρτίας, ἀλλὰ σταυρὸς τοῦ παλαιοῦ ἀνθρώπου.

Ἄκουσον γοῦν, τί φησιν ὁ Παῦλος, πῶς ἀμφότερα λέγει περὶ τοῦ βαπτίσματος, ὅτι θάνατος ἐστιν ἁμαρτίας καὶ ὁ σταυρός· "ἢ ἀγνοεῖτε ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθητε"; καὶ πάλιν· "ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας". ἵνα οὖν μὴ ἀκούσας θάνατον καὶ ἀκούσας σταυρὸν φοβηθῇς, ἐπήγαγεν ὅτι ἁμαρτίας θάνατός ἐστιν ὁ σταυρός. εἶδες, πῶς σταυρὸς τὸ βάπτισμα; μάθε, ὅτι καὶ τὸν σταυρὸν βάπτισμα ἐκάλεσεν ὁ Χριστός, ἀντιδιδούς σοι καὶ ἀντιλαμβάνων τὸ ὄνομα τοῦ βαπτίσματος. τὸ βάπτισμα τὸ σὸν ἐκάλεσε σταυρόν· τὸν σταυρὸν τὸν ἐμόν, φησί, καλῶ βάπτισμα. καὶ ποῦ τοῦτο φησί; "βάπτισμα ἔχω βαπτισθῆναι, ὃ ὑμεῖς οὐκ οἴδατε". καὶ πόθεν δῆλον, ὅτι περὶ τοῦ σταυροῦ λέγει; προσῆλθον αὐτῷ υἱοὶ Ζεβεδαίου, μᾶλλον δὲ "ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου" λέγουσα· "Εἰπέ, ἵνα οὗτοι οἱ δύο υἱοί μου καθίσωσιν, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων ἐν τῇ βασιλείᾳ σου". μητρὸς ἡ αἴτησις, εἰ καὶ ἀπερίσκεπτος. τί οὖν ὁ Χριστός; "δύνασθε πιεῖν τὸ ποτήριον, ὃ ἐγὼ μέλλω πίνειν, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι"; ὁρᾷς, ὅτι