1

 2

 3

 4

 5

 6

6

αἰτήσεως· ἀλλ' ὅμως ἔπεισε καὶ ἐνόμιζεν ἐπιστομίζειν τὴν γλῶτταν ἐκείνην τὴν ἱεράν, ἣ δὲ μέχρι νῦν βοᾷ· καὶ γὰρ καθ' ἑκάστην ἡμέραν, μᾶλλον δὲ καθ' ἑκάστην ἐκκλησίαν ἀκούετε Ἰωάννου διὰ τῶν Εὐαγγελίων βοῶντος καὶ λέγοντος· "οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου". ἐξέτεμε τὴν κεφαλήν, ἀλλ' οὐκ ἐξέτεμε τὴν φωνήν· ἐπεστόμισε τὴν γλῶτταν, ἀλλ' οὐκ ἐπεστόμισε τὸν ἔλεγχον.

Ἴδετε, τί ποιεῖ ὁ ὅρκος· προφητῶν ἀποτέμνει κεφαλάς. εἶδες τὸ δέλεαρ, φοβήθητι τὸν ὄλεθρον· εἶδες τὸ δίκτυον, μὴ ἐμπέσῃς. ἀλλ' ἀνάγκη λοιπὸν φείσασθαι, ὥστε μὴ βαθυτέραν γενέσθαι τὴν τομήν· ἀνάγκη λοιπὸν ἀνασχεῖν τὴν χεῖρα καὶ τὸ σιδήριον ᾑμαγμένον καὶ τὸν λόγον ἀπὸ τῶν τραυμάτων τῆς ἐπιορκίας εἰς σιγὴν ἀποθέσθαι. τοῦτο δὴ μέμνησθε καὶ οὐδέποτε ἁμαρτήσεσθε, ὅτι καὶ φυλάττοντες τὸν ὅρκον καὶ μὴ φυλάττοντες ὁμοίως κολάζεσθε. ποῦ νῦν εἰσιν οἱ λέγοντες, " ̓Εὰν ἐπὶ δικαίῳ ὀμόσω"; ποῦ γὰρ δίκαιον τοῦτο, ὅταν νόμου παράβασις ᾖ; ποῦ δίκαιον, ὅταν ὁ θεὸς κωλύῃ, σὺ δὲ ποιεῖς; ἀλλὰ γὰρ ἀνάσχεσθε λοιπὸν ἐπιδεσμούντων ἡμῶν τὰ τραύματα· ἔχει γάρ τι καὶ ὁ ἐπίδεσμος ὀδυνηρόν. χαλεπὴ μὲν γὰρ καὶ τῆς ἐπιορκίας καὶ 166 τῆς εὐορκίας ἡ κόλασις καὶ πρὸ τῆς διδασκαλίας τῆς ἡμετέρας, χαλεπωτέρα δὲ καὶ μετὰ τὴν διδασκαλίαν τὴν ἡμετέραν. "εἰ γὰρ μὴ ἦλθον", φησί, "καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας". τοῦτο καὶ ἐφ' ὑμῶν ἐστιν εἰπεῖν, ὅτι οὐδὲ μία λοιπὸν ὑμῖν ἀπολογία παραβαίνουσι. νῦν μὲν οὖν τὸ βάπτισμα, κἂν ἐπιορκίαν εὕρῃ, κἂν εὐορκίαν, κἂν πορνείαν, κἂν μοιχείαν, κἂν πᾶσαν τὴν κακίαν, ἀπορρύπτει καὶ καθαίρει μετὰ πολλῆς τῆς ἀκριβείας· γένοιτο δὲ καὶ εἰς τὸ ἑξῆς καὶ ὑμᾶς τὴν καθαρότητα διατηρῆσαι ταύτην, πάσης ἀπηλλαγμένους κηλῖδος, καὶ ἡμᾶς δυνηθῆναι παρρησίας τινὸς μετασχεῖν εὐχαῖς ταῖς ὑμετέραις· ἔξεστι γὰρ ὑμῖν καὶ ὑπὲρ διδασκάλων εὔχεσθαι λοιπόν. καὶ γὰρ μετὰ μικρὸν ἡμῖν ἀπὸ τῶν οὐρανῶν μέλλετε φαίνεσθαι τῶν ἀστέρων αὐτῶν φαιδρότερον λάμποντες. γένοιτο οὖν εὐχαῖς ταῖς ὑμετέραις παρρησίας ἡμᾶς μετασχεῖν ἅπαντας ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.