1

 2

 3

 4

 5

 6

5

βαθύ, κρημνὸς ἀπότομος, παγὶς ἰσχυρά, δίκτυον ἐκτεταμένον, δεσμὸς λυθῆναι μὴ δυνάμενος, βρόχος ἀδιεξόδευτος. ἆρα ἀρκεῖ ταῦτα καὶ πιστεύετε, ὅτι δεινὸν ὁ ὅρκος καὶ πάντων ἁμαρτημάτων χαλεπώτερον; πείσθητέ μοι, πείσθητε, παρακαλῶ· εἰ δέ τις ἀπιστεῖ, καὶ τὴν ἀπόδειξιν ἤδη παρέχομαι· ὅπερ γὰρ οὐδεμία ἁμαρτία κέκτηται, τοῦτο αὕτη ἡ ἁμαρτία ἔχει. τὰς μὲν γὰρ ἄλλας ἐντολὰς μὴ παραβαίνοντες ἀπαλλαττόμεθα τιμωρίας, τὸν δὲ ὅρκον πολλάκις καὶ φυλάττοντες καὶ παραβαίνοντες ὁμοίως κολαζόμεθα. τάχα οὐκ ἐνοήσατε τὸ λεχθέν; οὐκοῦν ἀνάγκη σαφέστερον αὐτὸ πάλιν εἰπεῖν. πολλάκις τις ὤμοσε πρᾶξαι πρᾶγμα παράνομον καὶ ἐνέπεσεν εἰς βρόχον ἄλυτον· ἀνάγκη γὰρ λοιπὸν ἢ φυλάξαντα τὸν ὅρκον παρανομεῖν, ἢ μὴ φυλάξαντα τὸν ὅρκον ἐγκλήματι ἐπιορκίας ἁλῶναι· καὶ γέγονεν ἑκατέρωθεν βαθὺς ὁ κρημνός, ἑκατέρωθεν ὁ θάνατος ἀπαραίτητος καὶ φυλάττουσι τὴν ἐντολὴν καὶ μὴ φυλάττουσιν. ἆρα ἔστιν ὀλεθριώτερόν τι τοῦ πλημμελήματος τούτου, ὅταν φυλάττηται καὶ μὴ φυλάττηται; Καὶ ἵνα μάθητε, ὅτι τοῦτο οὕτως ἐστὶ καὶ πολλοὶ πολλάκις οὐχὶ παραβάντες τὸν ὅρκον μόνον, ἀλλὰ καὶ φυλάξαντες τὸν ὅρκον κολάσει ἑαυτοὺς ὑπευθύνους ἐποίησαν, ἐγὼ διήγημα τοιοῦτον ὑμῖν ἐρῶ. ὁ Ἡρώδης γενέσιά ποτε ἐπετέλει καὶ τὴν ἡμέραν ἦγεν, ἐν ᾗ ἐτέχθη· καὶ βουλόμενος αὐτὴν ποιῆσαι λαμπρὰν εἰσήγαγεν ὀρχήσασθαι τὴν θυγατέρα τῆς βασιλίδος, οὐκ εἰδὼς ὅτι μᾶλλον αὐτὴν κατῄσχυνε· καὶ γὰρ δέον εὐχαριστῆσαι τῷ φιλανθρώπῳ θεῷ, ὅτι οὐκ ὄντα αὐτὸν ἐποίησεν, ὅτι ψυχὴν ἔδωκεν, ὅτι αὐτὸν εἰσήγαγεν εἰς τὸ σεμνὸν τοῦτο τῆς κτίσεως θέατρον, ὅτι 164 θεατὴν ἐποίησε τῆς δημιουργίας τῆς καλλίστης ταύτης καὶ θαυμαστῆς, δέον ὕμνοις καὶ εὐχαριστίαις ταῖς εἰς τὸν δεσπότην τιμῆσαι τὴν ἡμέραν, ὁ δὲ τῇ ἀτιμίᾳ ἐτίμησεν. τί γὰρ ὀρχήσεως ἀτιμότερον; κατὰ ταύτην τὴν ἡμέραν ὠρχήσατο ἡ θυγάτηρ Ἡρωδιάδος. ἀκούσατε, καὶ ἄνδρες καὶ γυναῖκες, ὅσοι τοιούτοις ὀρχήμασι καὶ τοιούτοις ᾄσμασι τὰ ἄριστα τιμᾶτε τὰ ἑαυτῶν· οὐκ ἔστι ταῦτα μικρὰ τὰ κακά, εἰ καὶ δοκεῖ ἀδιάφορα εἶναι· διὰ γὰρ τοῦτό ἐστι μεγάλα κακά, ἐπειδὴ ἀδιάφορα εἶναι δοκεῖ· οὐδὲ γὰρ πολλῆς ἀπολαύει τῆς προνοίας· τὸ μὲν γὰρ μέγα νόσημα καὶ ἐπιμελείας τυγχάνον σβέννυται, τὸ δὲ μικρὸν εἶναι δοκοῦν, δι' αὐτὸ τοῦτο καταφρονούμενον, μέγα γίνεται. τί λέγεις; εἰς οἰκίαν πιστοῦ τολμᾷ τις ὄρχησιν εἰσάγειν καὶ οὐ δέδοικε, μὴ σκηπτὸς ἄνωθεν κατενεχθεὶς καταφλέξῃ πάντα; ταῦτα καὶ πρὸς τὰς γυναῖκας λέγω, ἵνα καὶ τοὺς ἄνδρας σωφρονίζωσι καὶ τῆς τοιαύτης ἀπαγάγωσι τέρψεως. κατὰ ταύτην τὴν ἡμέραν εἰσῆλθε καὶ ὠρχήσατο ἡ θυγάτηρ τῆς βασιλίδος. εὐλογητὸς ὁ θεός· πρὸς ὅσην σωφροσύνην τὸν βίον ἡμῶν μετέβαλεν. ἀκούσατε οἱ πιστοί, ποίῳ προσέρχεσθε νυμφίῳ, ὃς τὴν ζωὴν ἡμῶν ἀσχημονοῦσαν πρὸ τούτου κατεκόσμησεν αἰδοῖ καὶ σωφροσύνῃ καὶ σεμνότητι· ἃ γὰρ ἡ βασιλὶς τότε οὐκ ἐπῃσχύνετο πρᾶξαι, νῦν θεραπαινίδιον εὐτελὲς οὐκ ἂν ἕλοιτο ὑπομεῖναι. ὠρχήσατο τοίνυν ἐκείνη καὶ μετὰ τὴν ὄρχησιν ἑτέραν ἁμαρτίαν χαλεπωτέραν ἔπραξεν· ἔπεισε γὰρ τὸν ἀνόητον ἐκεῖνον ὁμολογῆσαι αὐτῇ μεθ' ὅρκου δοῦναι ὃ ἂν αἰτήσῃ. ὁρᾷς, ὅπως καὶ ἀνοήτους ὁ ὅρκος ποιεῖ; ὅπερ ἐὰν αἰτήσῃ, ἁπλῶς ὤμοσε δοῦναι. τί οὖν, εἰ τὴν κεφαλὴν ᾔτησε τὴν σήν; τί δέ, εἰ τὴν βασιλείαν ἅπασαν; πλὴν ἀλλ' οὐδὲν τούτων ἐκεῖνος σύνοιδεν. ἐφειστήκει γὰρ ὁ διάβολος τὴν παγίδα ποιῶν ἰσχυράν, καὶ 165 ἐξ οὗ τὸν ὅρκον ἀπήρτισε καὶ ἔθηκε τὴν παγίδα καὶ τὸ δίκτυον ἐξέτεινε πανταχοῦ, τότε ἐπάγει τὴν αἴτησιν ἐκείνην, ἵνα ἄφευκτος γένηται ἡ λαβή. "δός μοι", φησίν, "ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ". ἀναίσχυντος ἡ αἴτησις, ἀνόητος ἡ δόσις καὶ βλαβερά. ἀμφοτέρων τούτων ὁ ὅρκος αἴτιος. τί οὖν ἔδει ποιῆσαι; μνημονεύετέ μου ὅ τι ἔλεγον, ὅτι καὶ φυλάττοντες τὴν ἐντολὴν καὶ παραβαίνοντες ὁμοίως κολαζόμεθα. δοῦναι τὴν κεφαλὴν ἔδει τοῦ προφήτου; ἀλλ' ἀφόρητος ἡ κόλασις. ἀλλὰ μὴ δοῦναι; ἀλλ' ἐκδέξεται ἐπιορκίας ἔγκλημα. εἶδες, πῶς ἑκατέρωθεν ὁ κρημνός; "δός μοι", φησίν, "ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ". ὢ τῆς ἐναγοῦς