1

 2

 3

 4

 5

 6

4

καὶ ἀνυπόδετος, οὕτως πορεύσονται υἱοὶ Ἰσραὴλ εἰς τὴν αἰχμαλωσίαν γυμνοὶ καὶ ἀνυπόδετοι". βουλόμενος τοίνυν ἀναμνῆσαί σε τῆς προτέρας τοῦ διαβόλου τυραννίδος διὰ τοῦ σχήματος παραπέμπει σε πρὸς τὴν μνήμην τῆς δυσγενείας τῆς παλαιᾶς. διὰ τοῦτο οὐχὶ γυμνοὶ καὶ ἀνυπόδετοι μόνον ἑστήκατε, ἀλλὰ καὶ τὰς χεῖρας ὑπτίας ἔχοντες, ἵνα καὶ τὴν μετὰ ταῦτα ὁμολογῆτε τοῦ θεοῦ δεσποτείαν, ᾗ νῦν προσέρχεσθε. σκῦλα ἐστὲ καὶ λάφυρα πάντες ὑμεῖς· καὶ τῶν σκύλων τούτων ὁ Ἡσαΐας μέμνηται πόρρωθεν πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως προαναφωνῶν οὕτως· "αὐτὸς τοῦ ἰσχυροῦ μεριεῖται σκῦλα". καὶ πάλιν· "ἦλθε κηρῦξαι αἰχμαλώτοις ἄφεσιν". ὁ ∆αυὶδ δὲ μετὰ τούτου τὴν αἰχμαλωσίαν ταύτην προφητεύων ἔλεγεν· "ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν". ἀλλὰ μὴ στυγνάσῃς ἀκούων αἰχμαλωσίαν· οὐδὲν γὰρ ταύτης τῆς αἰχμαλωσίας μακαριώτερον. ἡ μὲν γὰρ τῶν ἀνθρώπων αἰχμαλωσία ἀπὸ ἐλευθερίας εἰς δουλείαν ἄγει, αὕτη δὲ ἀπὸ δουλείας εἰς ἐλευθερίαν μεθίστησι· καὶ ἡ μὲν τῶν ἀνθρώπων ἀποστερεῖ πατρίδος καὶ πρὸς τὴν ξένην ἄγει, αὕτη δὲ ἡ αἰχμαλωσία ἐκβάλλει τῆς ξένης καὶ ἄγει πρὸς τὴν πατρίδα, τὴν ἄνω Ἱερουσαλήμ. ἡ τῶν ἀνθρώπων αἰχμαλωσία ἀποστερεῖ μητρός, αὕτη δὲ πρὸς τὴν μητέρα σε ἄγει τὴν κοινὴν πάντων ἡμῶν. ἐκείνη καὶ συγγενῶν καὶ πολιτῶν διαζεύγνυσιν, αὕτη δὲ πρὸς τοὺς πολίτας ἄγει τοὺς ἄνω· καὶ γὰρ "συμπολῖται ἐστέ" φησι "τῶν ἁγίων". τὸ μὲν οὖν σχῆμα τοῦτον ἔχει τὸν λόγον.

Τίνος δὲ ἕνεκεν αἱ τῶν ἐξορκιστῶν φωναί, αἱ φοβεραὶ ἐκεῖναι καὶ φρικώδεις, ἀναμιμνήσκουσί σε τοῦ κοινοῦ δεσπότου, τῆς κολάσεως, τῆς τιμωρίας, τῆς γεέννης; διὰ τὴν ἀναισχυντίαν τῶν δαιμόνων. καὶ γὰρ πρόβατον ἀσφράγιστον ὁ κατηχούμενός ἐστι καὶ πανδοχεῖον ἔρημον καὶ ἀθύρωτον καταγώγιον πᾶσι προκείμενον 162 ἁπλῶς, λῃστῶν καταδρομή, θηρίων καταφυγή, δαιμόνων οἴκησις. ἐπεὶ οὖν ἔδοξε τῷ βασιλεῖ διὰ πολλὴν φιλανθρωπίαν τὸ πανδοχεῖον τοῦτο τὸ ἔρημον, τὸ ἀθύρωτον, τὴν καταφυγὴν τῶν λῃστῶν βασιλικὰς αὐλὰς γενέσθαι, διὰ τοῦτο ἔπεμψε προετοιμάζοντας τὸ καταγώγιον ἡμᾶς τοὺς διδάσκοντας κἀκείνους τοὺς ἐξορκίζοντας. καὶ ἡμεῖς μὲν οἱ διδάσκοντες τοὺς τοίχους σαθροὺς ὄντας ποιοῦμεν ὀχυροὺς διὰ τῆς διδασκαλίας· "πᾶς" γάρ φησιν, "ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὑτοῦ ἐπὶ τὴν πέτραν". ἀσφαλῆ καταβάλλωμεν τὰ θεμέλια, ἕως ἂν παραγένηται ὁ βασιλεύς. εἴ που ῥῦπόν τινα καὶ βόρβορον ἴδωμεν, ἐξαντλοῦμεν· τοιοῦτον γὰρ ἡ συνήθεια τῆς ἁμαρτίας, δυσώδης καὶ ἀκάθαρτος. ἄκουσον γοῦν, πῶς αὐτῆς τὴν φύσιν ὁ ∆αυὶδ λέγει· "ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ· προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου". ἡμεῖς μὲν ἐξαντλοῦμεν τὴν δυσωδίαν καὶ τίθεμεν τὸ μύρον τὸ πνευματικόν, οἱ δὲ ἐξορκίζοντες διὰ τῶν φοβερῶν ἐκείνων φωνῶν περισκοποῦσι, μή που θηρίον, μή που ὄφις, μή που ἔχις, μή που σκορπίος· μετὰ γὰρ τὸ τὴν φωνὴν ἀκοῦσαι τὴν φοβερὰν ἐκείνην, κἂν χαλεπὸν ᾖ τὸ θηρίον, οὐ δύναται καταδύεσθαι οὐδὲ φωλεύειν, ἀλλ' ἄνεισι καὶ δραπετεύει καὶ μὴ βουλόμενον.

Ἐβουλόμην εἰπεῖν καὶ ἕτερον, ὅπερ οὐχ ὑπεσχόμην εἰπεῖν· ἀναγκαῖον δὲ ἦν εἰπεῖν, τίνος ἕνεκεν ἡμεῖς μὲν πιστοί, οἱ δὲ ἀμύητοι κατηχούμενοι. καὶ γὰρ αἰσχρὸν ὄντως καὶ καταγέλαστον τιμὴν λαμβάνοντα μηδὲ τὸ ὄνομα τῆς τιμῆς εἰδέναι. ἀλλὰ τί πάθω; ἐπέστη μοι πάλιν ἡ τῶν ὅρκων φροντὶς καὶ βραδυτῆτα ἐνεκάλεσε καὶ τὸν λόγον ἕλκει πρὸς ἑαυτήν. διὰ τοῦτο τούτους εἰς τὴν ἐπιοῦσαν ἀναβαλλόμενοι τοὺς λόγους πρὸς τὴν περὶ τῶν ὅρκων παραίνεσιν τρεψώμεθα νῦν. δεινὸν ὁ ὅρκος, ἀγαπητέ, δεινὸν καὶ ἐπιβλαβές· φάρμακον ὀλέθριον, δηλητήριον χαλεπόν, τραῦμα 163 κεκρυμμένον, ἕλκος ἀφανές, νομὴ συνεσκιασμένη καὶ τὸν ἰὸν ἐπὶ τὴν ψυχὴν ἄγουσα· βέλος σατανικόν, ἀκόντιον πεπυρωμένον, μάχαιρα δίστομος, ῥομφαία ἠκονημένη, ἁμαρτία ἀσύγγνωστος, παρανομία ἀπολογίαν οὐκ ἔχουσα, βάραθρον