1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

πῶς οὐκ ἀπέπτη τῆς σαρκὸς ἡ ψυχή; Πῶς, ἐγὼ λέγω. Οὐχ ἑώρα πρὸς τὴν γῆν, ἀλλὰ πρὸς τὰ μέλλοντα παρεσκευάζετο πάντα· ἓν ἐδεδοίκει μόνον, μὴ φείσηται καὶ προκαταλύσῃ τὸν ἀγῶνα ὁ τύραννος, μὴ διασχίσῃ τὸν χορὸν τῶν παιδίων, μὴ μείνωσί τινες ἀστεφάνωτοι. Καὶ ὅτι τοῦτο ἐδεδοίκει, τὸν ἔσχατον μονονουχὶ ταῖς χερσὶ λαβοῦσα, οὕτως εἰς τὸν λέβητα ἐνῆκεν, ἀντὶ χειρῶν τῇ τῶν λόγων πρὸς αὐτὸν χρησαμένη παρακλήσει καὶ συμβουλῇ. Ἡμεῖς οὐκ ἀκούομεν χωρὶς ἀλγηδόνος τὰ ἀλλότρια κακὰ, κἀκείνη ἔβλεπε χωρὶς ἀλγηδόνος τὰ οἰκεῖα. Ταῦτα μὴ ἁπλῶς ἀκούωμεν, ἀλλ' ἕκαστος τῶν ἀκροατῶν ἐπὶ τῶν οἰκείων ἀναλαμβανέτω παιδίων ἅπασαν ταύτην τὴν τραγῳδίαν· ὑποτυπούτω τὴν ὄψιν τὴν ποθουμένην, καὶ τὰ φίλτατα ὑπογράφων ἑαυτῷ, ἐπ' αὐτῶν ἀναζωγραφείτω ταῦτα τὰ πάθη, καὶ τότε εἴσεται καλῶς τῶν λεγομένων τὴν δύναμιν· μᾶλλον δὲ οὐδὲ οὕτως· τὰ γὰρ τῆς φύσεως πάθη λόγος μὲν οὐδεὶς παραστῆσαι δυνήσεται, πεῖρα δὲ διδάσκει μόνη. Εὔκαιρον πρὸς ἐκείνην εἰπεῖν τὸ προφητικὸν ἐκεῖνο μετὰ τὸν στέφανον τῶν ἑπτὰ παίδων· Σὺ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ἐπὶ μὲν οὖν τῶν Ὀλυμπιακῶν ἀγώνων, χιλίων πολλάκις εἰσελθόντων ἀθλητῶν, εἰς ἕνα περιίσταται μόνον ὁ στέφανος· ἐνταῦθα δὲ ἀπὸ ἑπτὰ ἀθλητῶν ἑπτὰ στεφανῖται γεγόνασι. Ποίαν ἔχεις μοι δεῖξαι χώραν οὕτως εὔφορον; ποίαν νηδὺν οὕτως εὔτοκον; ποίας τοιαύτας ὠδῖνας; Ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου ἀποστόλων ἐγένετο μήτηρ, ἀλλὰ δύο μό50.622 νων· ἑπτὰ δὲ μάρτυρας οὐκ οἶδα μίαν ἐξενεγκοῦσαν γαστέρα, καὶ αὐτὴν πάλιν προστεθεῖσαν αὐτοῖς, οὐκ ἐν προσθήκῃ μιᾶς μάρτυρος μόνον, ἀλλ' ἐν πολλῷ πλειόνων. Οἱ μὲν γὰρ παῖδες ἑπτὰ μάρτυρες ἦσαν μόνον· τὸ δὲ σῶμα τῆς μητρὸς αὐτῶν προστεθὲν σῶμα μὲν ἦν ἓν, μαρτύρων δὲ δὶς ἑπτὰ χώραν ἐπλήρου, ὅτι τε καθ' ἕκαστον αὐτῶν ἐμαρτύρησε, καὶ ὅτι κἀκείνους τοιούτους εἰργάσατο, Ἐκκλησίαν ὁλόκληρον μαρτύρων ἡμῖν ἀποκυήσασα. Ἑπτὰ παῖδας ὤδινε, καὶ οὐδένα ὤδινε τῇ γῇ, ἀλλὰ πάντας τῷ οὐρανῷ, μᾶλλον δὲ τῷ βασιλεῖ τῶν οὐρανῶν, εἰς τὴν μέλλουσαν αὐτοὺς ἅπαντας ἀποκυήσασα ζωήν. Ὁ μὲν οὖν διάβολος ἐσχάτην αὐτὴν ἦγε πρὸς τὰ παλαίσματα διὰ τὴν αἰτίαν, ἣν ἔφθην εἰπὼν, ἵνα τῆς δυνάμεως αὐτῇ προαναλωθείσης ἐν τῇ θεωρίᾳ τῶν βασάνων, εὐχείρωτος γένηται ἐσχάτη δεχομένη τὸν ἀντίπαλον. Εἰ γὰρ αἷμα πολλάκις ὁρῶντες καταῤῥέον ἄνθρωποι κατέπεσον ὀλιγοψυχήσαντες, καὶ πολλῆς ἐδεήθησαν πραγματείας, ὥστε τὴν ζωὴν ἐκλείπουσαν αὐτοῖς καὶ τοῦ σώματος ἀφιπταμένην τὴν ψυχὴν ἐπαναγαγεῖν· τοσούτους ἐκείνη αἵματος βλέπουσα ῥύακας οὐκ ἐξ ἀλλοτρίας, ἀλλ' ἐκ τῆς τῶν παιδίων σαρκὸς καταῤῥέοντας, τί οὐκ ἂν ὑπέμεινεν; πόσον οὐκ ἂν ἐδέξατο θόρυβον τῇ ψυχῇ; Ὁ μὲν οὖν διάβολος, ὅπερ ἔφθην εἰπὼν, διὰ τοῦτο μετὰ τοὺς παῖδας αὐτὴν ἐπὶ τοὺς ἀγῶνας εἵλκυσεν, ὥστε ἀσθενεστέραν ἐργάσασθαι· ἐγένετο δὲ τοὐναντίον· μᾶλλον γὰρ θαῤῥοῦσα πρὸς τοὺς ἀγῶνας ἤρχετο. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι οὐκ ἐδεδοίκει λοιπὸν, οὐδὲ ἐφρόντιζεν ὑπέρ τινων ἐνταῦθα καταλιμπανομένων αὐτῇ παιδίων, μή ποτε καταμαλακισθέντες ἀποστερηθῶσι τῶν στεφάνων· ἀλλὰ πάντας αὐτοὺς ὥσπερ εἰς ἄσυλον ἀποθεμένη ταμεῖον τὸν οὐρανὸν, καὶ πρὸς τοὺς ἄνω πέμψασα στεφάνους καὶ τὰ ἀκίνητα ἀγαθὰ, θαῤῥοῦσα ἐπαπεδύετο μετὰ πολλῆς τῆς ἡδονῆς· καὶ καθάπερ στεφάνῳ τινὶ τὸν τιμαλφέστατον λίθον, αὕτη τὴν σάρκα τὴν ἑαυτῆς τῷ χορῷ τῶν παιδίων ἐναρμόσασα πρὸς τὸν ποθούμενον Ἰησοῦν ἀπεδήμησε, μεγίστην ἡμῖν καταλιποῦσα παράκλησιν καὶ συμβουλὴν, τὴν διὰ τῶν ἔργων παραίνεσιν, ὥστε ἐῤῥωμένῃ ψυχῇ καὶ ὑψηλῷ τῷ φρονήματι πάντων κατατολμᾷν τῶν δεινῶν. Τίς γὰρ ἀνὴρ, ποία γυνὴ, τίς πρεσβύτης, ποῖος νέος συγγνώμης τεύξεται λοιπὸν, ἢ ἀπολογίαν ἕξει δεδοικὼς διὰ τὸν Χριστὸν