1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

ἐπαγομένους αὐτῷ κινδύνους, ὅταν γυνὴ, καὶ γεγηρακυῖα, καὶ τοσούτων παίδων μήτηρ, καὶ πρὸ τῆς χάριτος ἀγωνισαμένη, κεκλεισμένων ἔτι τῶν τοῦ θανάτου πυλῶν, οὔπω τῆς ἁμαρτίας σβεσθείσης, οὐδὲ τοῦ θανάτου καταγωνισθέντος, μετὰ τοσαύτης προθυμίας τε καὶ ἀνδρείας τοσαύτας φαίνηται διὰ τὸν Θεὸν ὑπομένουσα τιμωρίας; Ταῦτα δὲ πάντα λογισάμενοι, καὶ γυναῖκες καὶ ἄνδρες, καὶ νέοι καὶ γέροντες, τοὺς ἀγῶνας καὶ τὰ παλαίσματα ὥσπερ ἐπὶ πίνακός τινος τῆς καρδίας ἡμῶν ἀπογράψαντες, διηνεκῆ συμβουλὴν πρὸς τὴν τῶν δεινῶν ὑπεροψίαν τὴν ἐκείνης καρτερίαν ἔχωμεν ἐναποκειμένην ἡμῶν τῇ ψυχῇ, ἵνα ἐνταῦθα μιμησάμενοι τὴν ἀρετὴν τῶν ἁγίων τούτων, κἀκεῖ τῶν στεφάνων δυνηθῶμεν αὐτοῖς κοινωνῆσαι, ὅσην ἐν τοῖς κινδύνοις φιλοσοφίαν ἐπεδείξαντο, τοσαύτην ἐν τοῖς ἀλόγοις πάθεσιν ἡμεῖς καρτερίαν ἐπιδεικνύμενοι, θυμῷ, καὶ ἐπιθυμίᾳ χρημάτων, σωμάτων, δόξης κενῆς, καὶ τῶν ἄλλων τῶν τοιούτων ἁπάντων. Εἰ γὰρ τῆς τούτων περιγενοίμεθα φλογὸς καθάπερ ἐκεῖνοι τοῦ πυρὸς, δυνησόμεθα στῆναι 50.623 πλησίον αὐτῶν, καὶ τῆς αὐτῆς μετασχεῖν παῤῥησίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 50.624 δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΜΑΚΚΑΒΑΙΟΥΣ. Ὁμιλία βʹ. αʹ. Ἅπαντας μὲν οὖν ἐγκωμιάσαι τοὺς ἁγίους μάρτυρας οὐ δυνατὸν μιᾷ γλώττῃ, ἀλλὰ κἂν μυρία στόματα ἔχωμεν καὶ γλώττας τοσαύτας, λειπόμεθα τῶν ἐγκωμίων· καὶ ταὐτὸν πάσχω πρὸς τὰ κατορθώματα τῶν ἑπτὰ μαρτύρων ὁρῶν, οἷον ἂν εἰ φιλοχρήματος ἄνθρωπος, ἐπιστὰς πηγῇ ῥεούσῃ χρυσὸν ἑπτὰ στόματα ἐχούσῃ, πᾶσαν μὲν αὐτὴν ἐξαντλῆσαι ἐπιχειροίη, μετὰ δὲ τὸν πολὺν καὶ ἄφατον πόνον τὸ πλέον ἀφεὶς ἀπέλθοι. Πηγῆς γὰρ ὅσον ἂν ἐξαντλήσῃς, τὸ πλέον ἀπολείπεται. Τί οὖν; ἐπειδὴ τὰ κατ' ἀξίαν εἰσενεγκεῖν οὐ δυνάμεθα, σιγήσομεν; Οὐδαμῶς. Μάρτυρες γάρ εἰσιν οἱ τὰ δῶρα δεχόμενοι, καὶ τὸν ἑαυτῶν ∆εσπότην μιμοῦνται ἐν τῇ κρίσει τῆς τοιαύτης φιλοτιμίας. Πῶς δὲ ἐκεῖνος ποιεῖ; Ὅταν τις προσενέγκῃ δῶρα, οὐ τῷ μεγέθει τοῦ προσενεχθέντος, ἀλλὰ τῇ προθυμίᾳ τοῦ προσενέγκαντος προσέχων μετρεῖ τὴν ἀντίδοσιν. Οὕτως ἐποίησεν ἐπὶ τῆς χήρας ἐκείνης· δύο κατέβαλεν ὀβολοὺς ἡ γυνὴ, καὶ προετιμήθη τῶν πολλὰ καταβεβληκότων· οὐ γὰρ τὴν ὀλιγότητα τῶν χρημάτων, ἀλλὰ τὴν πολυτέλειαν τῆς γνώμης εἶδεν ὁ Θεός· δύο ὀβολοὶ τὰ χρήματα, ἀλλὰ μυρίων χρυσοῦ ταλάντων τιμιωτέρα ἡ γνώμη. Ἁψώμεθα δὴ τῶν ἐγκωμίων θαῤῥοῦντες, καὶ ὅπερ χθὲς ἐποιήσαμεν, τοῦτο εἰ δοκεῖ γενέσθω καὶ νῦν· καὶ γὰρ χθὲς τὴν μητέρα ἀπολαβόντες μόνην εἰς αὐτὴν τὸν λόγον ἀνηλώσαμεν· ἐποιοῦμεν δὲ τοῦτο οὐκ ἀποσχίσαι βουλόμενοι τοῦ χοροῦ τῶν παίδων αὐτὴν, ἀλλ' ἀσφαλέστερον ἡμῖν κατασκευάσαι τὸν πλοῦτον· τοῦτο δὴ καὶ νῦν ποιήσωμεν· ἕνα τῶν παίδων ἀποσπάσαντες, εἰς αὐτὸν ὀλίγα εἴπωμεν· δέος γὰρ μή ποτε καθάπερ ἑπτὰ ποταμοὶ, οἱ τῶν ἑπτὰ μαρτύρων ἔπαινοι συνελθόντες ἀθρόον τὸν λόγον ἡμῖν ἐπικλύσωσιν. Οὐκοῦν ἕνα τῶν νεανίσκων ἀπολάβωμεν, οὐδὲ τοῦτον ἀποσχίζοντες τοῦ χοροῦ τῶν ἀδελφῶν, ἀλλὰ κοῦφον ἡμῖν ποιοῦντες τὸ φορτίον· καὶ γὰρ ἑνὸς ἐπαινουμένου, κοινὸς καὶ τῶν ἄλλων ὁ στέφανος ἔσται, ἐπεὶ καὶ τῶν ἄθλων τῶν αὐτῶν ἐκοινώνησαν ἅπαντες. Πάντως δὲ ἐπεισελεύσεται ἡμῖν ἡ μήτηρ καὶ σήμερον, κἂν μὴ αὐτῆς ἁπτώμεθα· ἡ γὰρ ἀκολουθία αὐτὴν τῶν λόγων ἐπισπάσεται πάντως, καὶ οὐκ ἀνέξεται ἀφεῖναι τὰ παιδία· εἰ γὰρ ἐν τοῖς ἀγῶσιν οὐκ ἀπέστη τῶν