1

 2

 3

 4

 5

 6

 7

 8

 9

9

ἀποσφαττόμενος παῖς, τοῦ πέμπτου μήπω πεφονευμένου· οὐδὲ τοῦ ἕκτου τὸ πτῶμα τὴν φιλοσοφίαν ἐνίκησεν· ἔμενε λοιπὸν τελευταῖος πρὸς τοὺς ἀγῶνας ὁ ἕβδομος ὁ τὴν ἑπτάφθογγον τῶν μαρτύρων συμπληρώσας κιθάραν. Τί οὖν; ἐπεκάμφθη τῷ τῆς ἡλικίας ἀώρῳ, συνήλγησε κἂν τῷ λειψάνῳ τῆς φύσεως; Αὐτὴ μὲν οὖν τὸ παιδίον πρὸς τὸν θάνατον ὤθει, εἰ καὶ μὴ ταῖς χερσὶν, ἀλλὰ ταῖς συμβουλαῖς. Μὴ διακόψῃς, φησὶ, τῶν στεφάνων, ὦ τέκνον, τὸν ἀριθμόν· γενοῦ μετὰ τῶν ὠδίνων καὶ τῶν κατορθωμάτων τοῖς ἀδελφοῖς κοινωνός· μίμησαι τὴν κοινωνίαν τῆς φύσεως τῇ κοινωνίᾳ τῆς πράξεως· δεῖξον σαυτὸν τῶν ἀνῃρημένων καὶ ἐν τοῖς σκάμμασιν ἀδελφόν. Ἕβδομός μοι παῖς ἐτέχθης παρὰ τῆς φύσεως, ἕβδομός μοι μάρτυς γενοῦ παρὰ τῆς προαιρέσεως· μή με δείξῃς, ὦ τέκνον, παίδων με ἑπτὰ, μαρτύρων δὲ ἓξ καλουμένην μητέρα. Ποῦ μοι νῦν οἱ μηδὲ τὰς ἐκ χρημάτων τῷ Θεῷ προσφορὰς προσκομίζοντες; Ἑπτὰ τῷ ∆εσπότῃ σήμερον παῖδας ἁπαλοὺς προσήγαγε μήτηρ, καὶ οὐκ ἐνάρκησεν ἐκ τῶν σπλάγχνων θυσίαν προσφέρουσα· πολλοὶ δὲ ἡμῖν καὶ περὶ ὀβολῶν ἐν καιρῷ μικρολογοῦνται προσκομιδήν. Ἀλλ' ἡμεῖς τῷ Θεῷ καὶ ψυχῶν καὶ χρημάτων καὶ σωμάτων προσκομιδὴν προσαγάγωμεν, ἐπὶ πᾶσι δοξάζοντες Χριστὸν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.