1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

αὐτὸν αὐτῇ δρόμον ἀράμενοι τῆς αὐτῆς αὐτῇ καταξιωθῆναι παῤῥησίας, καὶ ἐγγὺς αὐτῆς στῆναι κατὰ τὴν ἡμέραν ἐκείνην εὐχαῖς αὐτῆς τῆς ἁγίας, καὶ τῶν αὐτῆς παίδων, καὶ τοῦ τὸν χορὸν αὐτῶν συμπληροῦντος Ἐλεαζάρου τοῦ μεγάλου καὶ γενναίου γέροντος καὶ ψυχὴν ἀδαμάντινον ἐν τοῖς δεινοῖς ἐνδειξαμένου. ∆υνησόμεθα δὲ ἂν μετὰ τῶν ἁγίων αὐτῶν εὐχῶν καὶ τὰ παρ' ἑαυτῶν πάντα εἰσφέρωμεν, πρὸ τῶν πολέμων καὶ τῶν δεινῶν ἐν τῷ καιρῷ τῆς εἰρήνης τῶν ἐν ἡμῖν κρατοῦντες παθῶν, τὰ ἄτακτα τῆς σαρκὸς περικόπτοντες σκιρτήματα, ὑπωπιάζοντες καὶ δουλαγωγοῦντες τὸ σῶμα. Οὕτω γὰρ ἄν τε ἐν εἰρήνῃ διάγωμεν, λαμπροὺς ἕξομεν τῶν γυμνασίων τοὺς στεφάνους· ἄν τε τὸν αὐτὸν ἡμῖν ἀγῶνα ἀνύσαι δοκῇ τῷ φιλανθρώπῳ Θεῷ, παρεσκευασμένοι πρὸς τὰ παλαίσματα ἥξομεν, καὶ τῶν οὐρανίων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΜΑΚΚΑΒΑΙΟΥΣ

Ὁμιλία γʹ. Καὶ τοῖς μάρτυσιν ὁρῶν τὴν τῶν ἔργων εὐφημίαν ὀφειλομένην, καὶ τὸ πλῆθος στενοχωρούμενον βλέπων 50.626 ὀκνῶ. Οὐκοῦν, εἰ δοκεῖ, τὴν διδασκαλίαν πρὸς 50.627 τὸ παρὸν ὑπερθώμεθα, μιμεῖσθαι δὲ σπουδάζωμεν τῶν μαρτύρων τὸν τόνον. Οὐκοῦν πρῶτος ἡμῖν Ἐλεάζαρος ὁ πρεσβύτης εἰς μέσον ἡκέτω, ἡ τῶν ἀγώνων ἀρχὴ, ὁ τῆς μαρτυρίας θεμέλιος, τῶν σκαμμάτων ἡ θύρα, τῆς ἀνδρείας ὁ ἀρχηγὸς, τῆς καρτερίας ὁ πρόδρομος, ἡ νεάζουσα πολιὰ, ὁ τῆς Παλαιᾶς πρωτόμαρτυς, ἡ Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων εἰκών· ἔκαμε κολακεύων καὶ μαστιγῶν ὁ πολέμιος, καὶ οὐκ ἐπαύσατο ῥητορεύων ὁ κολαζόμενος· εἱστήκει τρέμων ὁ πρεσβύτης ὑπὸ τοῦ γήρως, ἐκάθητο δὲ ἀπειλῆς καὶ φόνου πνέων ὁ τύραννος, καὶ ὁ μὲν τρέμων ἀπῆλθεν ἀκμάζων, ὁ δὲ σφριγῶν ἀπῆλθε νενικημένος· εἱστήκει πολιὰ καταξαινομένη, ἐδίκαζε δὲ νεότης μετὰ αὐθεντίας ἀγριουμένη, καὶ τῇ πολιᾷ τὰ τῆς νίκης ἐγίνετο. Ὢ τρόπου νικητηρίων καινοῦ· ὅλην ὁμοῦ τοξεύουσαν στρατιὰν τυπτόμενος εἷς ἐτρέψατο γέρων. Οὐκ ἐᾷ με πρὸς τὴν τῶν νέων ἀνδρείαν τῶν τοῦ γέροντος ἄθλων μεταβαίνειν τὸ θαῦμα· πορευτέον δ' οὖν ὅμως ἡμῖν ἐπ' αὐτοὺς τοῦτον βιασαμένους· λαμπρὰ γὰρ καὶ παρ' ἐκείνοις κατὰ τοῦ τυράννου τὰ τρόπαια· οὐ γὰρ ἔμελλε πολιᾶς νεότης ἀτολμηροτέρα φανεῖσθαι. Ἑπτὰ γοῦν ἐφεξῆς ἀριστεύοντες ἐστεφάνωντο νέοι ἐκ μιᾶς γαστρὸς εἰς μίαν δραμόντες παράταξιν. Εἰ δοκεῖ, καταπαύω τὸν λόγον, ἰσχυρῶν μαρτύρων ἰσχυροὶ χορευταί. Ἀλλ', ὅπερ ἔλεγον, ἑπτὰ ἐφεξῆς ἀριστεύοντες ἐστεφάνωντο νέοι ἐκ μιᾶς γαστρὸς εἰς μίαν δραμόντες παράταξιν, μιᾷ γόνων ἀδελφότητι καὶ τρόπῳ κεκοσμημένοι, ἄλλος ἐπ' ἄλλῳ τοῖς ἀγῶσιν ἐμβάλλων. Νῦν μοι τῆς εὐαγγελικῆς ἐκείνης ἐφ' ὑμῖν, ὦ γενναῖοι, μνημονευτέον φωνῆς· Μακαρία, φησὶν, ἡ κοιλία ἡ βαστάσασα ὑμᾶς, καὶ μαστοὶ, οὓς ἐθηλάσατε. Ἐπεὶ δὲ μαστῶν καὶ κοιλίας ἐμνήσθην, ὥρα μοι καὶ πρὸς τὴν τῶν ἀριστέων διαβαίνειν μητέρα τὴν ἐν ἑνὶ σώματι πολλάκις ἀποθανοῦσαν· 50.628 μᾶλλον δὲ τὴν πολλάκις σφαγεῖσαν, καὶ μηδὲ ἅπαξ ἀλγήσασαν· τὴν ἄτρωτον ὁμοῦ καὶ πολύτρωτον. Οὐκ ἐτάραττεν αὐτὴν ὁ πρῶτος ἑλκόμενος εἰς θάνατον τῶν παίδων, ὡς ὁ δεύτερος μηδέπω τῶν ἀγώνων ἁψάμενος ἐπτόει· οὐκ ἐλύπει τοῦ δευτέρου πάλιν ἡ τελευτὴ, ὡς ἡ τοῦ τρίτου παιδὸς ἐφόβει ζωὴ τὸ πέρας ἀγνοούμενον ἔχουσα· μικρὸς ἦν αὐτῇ καὶ τρίτος καὶ τέταρτος