1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

4

νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν. Ἀλλ' ὅπερ ἔλεγον, δύο μὲν οὗτοι τέως ἀπολογίας εὕρηνται τρόποι, εἷς μὲν, ὅτι οὐχ ὁ Θεὸς ἐξέβαλεν, ἀλλ' ἡμεῖς ἀπωλέσαμεν· δεύτερος δὲ, ὅτι πλείω τῶν ἀπολωλότων καὶ μείζονα τὰ δοθέντα ἡμῖν ἀγαθά. Βούλομαι δὲ καὶ τρίτον εἰπεῖν. Τίς οὖν ἐστιν ὁ τρίτος; Ὅτι εἰ καὶ μὴ ἔδωκε μείζω τῶν ἀπολωλότων τὰ μετὰ ταῦτα, ἀλλ' ἀφείλετο μόνον τὰ δοθέντα ἡμῖν, ἡμῶν παρεχόντων τὴν αἰτίαν τοῦτο γὰρ προσκείσθω· καὶ τοῦτο ἱκανὸν καθ' ἑαυτὸ δεῖξαι τὴν κηδεμονίαν αὐτοῦ τὴν εἰς ἡμᾶς. Οὐ γὰρ τὸ δοῦναι μόνον, ἀλλὰ καὶ τὸ ἀφελέσθαι τὰ δοθέντα, μεγίστης φιλανθρωπίας ἐστί· καὶ, εἰ βούλεσθε, ἐπὶ τοῦ παραδείσου τὸν λόγον γυμνάσωμεν. Ἔδωκε τὸν παράδεισον· τοῦτο τῆς αὐτοῦ κηδεμονίας· ἀνάξιοι τῆς δωρεᾶς ὤφθημεν· τοῦτο τῆς ἡμετέρας ἀγνωμοσύνης· ἀφείλετο τὴν δωρεὰν ἀναξίοις γενομένοις· τοῦτο τῆς αὐτοῦ γέγονεν ἀγαθότητος. Καὶ ποία ἀγαθότης, φησὶ, τὸ ἀφελέσθαι τὴν δωρεάν; Ἀνάμεινον, καὶ ἀκούσῃ πάντως. Ἐννόησον γὰρ τίς ἔμελλεν ὁ Κάϊν ἔσεσθαι, ἐν παραδείσῳ διατρίβων μετὰ τὴν μιαιφονίαν. Εἰ γὰρ καὶ ἐκπεσὼν ἐκείνης τῆς διαίτης, εἰ μόχθῳ καὶ πόνῳ καταδικασθεὶς καὶ τοῦ θανάτου τὴν ἀπειλὴν ἐπηρτημένην ὁρῶν, εἰ τοῦ πατρὸς πρὸ τῶν ὀφθαλμῶν βλέπων τὴν συμφορὰν καὶ ἐν χερσὶν ἔχων ἔτι τῆς ὀργῆς τοῦ Θεοῦ τὰ ἴχνη, καὶ τοσούτοις περιεστοιχισμένος δεινοῖς, εἰς τοσοῦτον ἐξελάκτισε πονηρίας, ὥστ' ἀγνοῆσαι τὴν φύσιν, καὶ ἐπιλαθέσθαι τῆς κοινωνίας τῶν ὠδίνων, καὶ τὸν οὐδὲν ἠδικηκότα σφάξαι, καὶ ἀδελφικοῦ σώματος ἅψασθαι καὶ αἱμάξαι τὴν δεξιὰν, καὶ τοῦ Θεοῦ παραινοῦντος ἡσυχάζειν μὴ ἀνέχεσθαι, ἀλλ' ὑβρίσαι τὸν πεποιηκότα, ἀτιμάσαι τοὺς γεγεννηκότας, εἰ ἐν παραδείσῳ διέτριβεν οὗτος, σκόπει πρὸς ὅσην ἂν ἤλασε κακίαν. Εἰ γὰρ τοσούτων ἐπικειμένων τῶν χαλινῶν, θανάσιμα ἐσκίρτησε σκιρτήματα, οἱ 49.249 καὶ τὰ τειχία ταῦτα ἀνῄρητο, ποῦ οὐκ ἂν ἑαυτὸν κατεκρήμνισε; Βούλει καὶ ἀπὸ τῆς τούτου μητρὸς μαθεῖν, ὅσον ἀγαθὸν γέγονε τὸ τῆς τοῦ παραδείσου διαίτης ἐκπεσεῖν; Ἐξέτασον τίς ἦν ἡ Εὔα πρὸ τούτου, καὶ τίς ἐγένετο μετὰ ταῦτα. Πρὸ τούτου μὲν τὸν ἀπατεῶνα διάβολον, τὸν πονηρὸν δαίμονα ἐκεῖνον ἀξιοπιστότερον εἶναι ἐνόμισε τῶν τοῦ Θεοῦ προσταγμάτων, καὶ ἀπὸ ψιλῆς ὄψεως τοῦ δένδρου κατεπάτησε τὸν παρ' αὐτοῦ τεθέντα νόμον· ἐπειδὴ δὲ ἐξέπεσε τοῦ παραδείσου, σκόπει πῶς βελτίων ἐγένετο καὶ σωφρονεστέρα· τεκοῦσα γὰρ υἱὸν, φησίν· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. Ἐπὶ τὸν ∆εσπότην εὐθέως κατέφυγεν ἡ τοῦ ∆εσπότου πρὸ τούτου καταφρονήσασα, καὶ οὐχὶ τῇ φύσει τὸ πρᾶγμα λογίζεται, οὐδὲ νόμῳ γάμου τὸν τόκον ἀνατίθησιν· ἀλλ' οἶδε τὸν τῆς φύσεως ∆εσπότην, κἀκείνῳ χάριτας ὑπὲρ τῆς τοῦ παιδίου γεννήσεως ὁμολογεῖ. Καὶ ἡ πρὸ τούτου τὸν ἄνδρα ἀπατήσασα, ὕστερον καὶ τὸ παιδίον ἐπαίδευσε, καὶ ὄνομα ἐπιτίθησιν αὐτῷ τὸ δυνάμενον αὐτὸ εἰς ὑπόμνησιν ἄγειν τῆς τοῦ Θεοῦ δωρεᾶς· καὶ πάλιν ἕτερον τεκοῦσα, φησίν· Ἐξανέστησέ μοι ὁ Θεὸς σπέρμα ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Μέμνηται τῆς συμφορᾶς, καὶ οὐκ ἀποδυσπετεῖ τὸ γύναιον, ἀλλ' εὐχαριστεῖ τῷ Θεῷ πάλιν, καὶ τὸ παιδίον ἀπὸ τῆς δωρεᾶς καλεῖ, διηνεκῆ παρέχουσα αὐτῷ διδασκαλίας ὑπόθεσιν. Οὕτω καὶ ἐν αὐτῷ τῷ ἀφελέσθαι μείζονα ἐχαρίσατο ὁ Θεὸς ἀγαθά· ἐξέπεσε τοῦ παραδείσου ἡ γυνὴ, ἀλλὰ πρὸς θεογνωσίαν ἐχειραγωγήθη διὰ τῆς ἐκβολῆς, ὥστε μεῖζον εὗρεν, ἢ ἀπώλεσε. Καὶ εἰ χρήσιμον ἦν, φησὶ, τὸ ἐκπεσεῖν τοῦ παραδείσου, τίνος ἕνεκεν ἐδίδου παρὰ τὴν ἀρχὴν τὸν παράδεισον ὁ Θεός; Χρησίμως τοῦτο διὰ τὴν ῥᾳθυμίαν, ἄνθρωπε, ἐγένετο τὴν ἡμετέραν· ὡς εἴ γε προσεῖχον ἑαυτοῖς ἐκεῖνοι καὶ τὸν ∆εσπότην ἐπεγίνωσκον, καὶ σωφρονεῖν ἠπίσταντο καὶ μετριάζειν, ἔμειναν ἂν ἐπὶ τῆς τιμῆς· ἐπειδὴ δὲ ἐξύβρισαν εἰς τὴν δοθεῖσαν δωρεὰν, τηνικαῦτα χρήσιμον ἐγένετο τὸ ἐκβληθῆναι. Τίνος οὖν ἕνεκεν παρὰ τὴν ἀρχὴν ἔδωκεν ὁ Θεός; Ἵνα τὴν οἰκείαν ἐπιδείξηται φιλανθρωπίαν, καὶ ὅτι αὐτὸς μὲν παρεσκεύαστο πρὸς μείζονα τιμὴν ἄγειν