5
ἡμᾶς ἀεὶ, ἡμεῖς δὲ αἴτιοι πανταχοῦ τῶν κολάσεων καὶ τῶν τιμωριῶν, ἐκβαλόντες ἑαυτοὺς διὰ ῥᾳθυμίας τῶν δεδομένων ἡμῖν ἀγαθῶν. Καθάπερ οὖν πατὴρ φιλόστοργος παρὰ μὲν τὴν ἀρχὴν ἀφίησιν ἐπὶ τῆς οἰκίας τὸν παῖδα τὸν ἑαυτοῦ διατρίβειν, καὶ τῶν πατρῴων ἀπολαύειν ἁπάντων· ἐπειδὰν δὲ ἴδῃ φαῦλον τῇ τιμῇ γεγενημένον, ἀπάγει τῆς τραπέζης καὶ πόῤῥωθεν τῆς οἰκείας ὄψεως καθίστησι, πολλάκις δὲ καὶ αὐτῆς ἐκβάλλει τῆς πατρῴας οἰκίας, ἵνα ἐκπεσὼν ἐκεῖνος καὶ βελτίων γενόμενος ταῖς ὕβρεσι ταύταις καὶ ταῖς ἀτιμίαις, ἄξιον ἑαυτὸν ἀποφήνῃ τῆς ἐπανόδου πάλιν, καὶ τὸν πατρῷον διαδέξηται κλῆρον· οὕτω καὶ ὁ Θεὸς ἐποίησεν. Ἔδωκε τῷ ἀνθρώπῳ τὸν παράδεισον· ἀνάξιον φανέντα ἐξέβαλεν, ἵνα διὰ τῆς ἔξω διατριβῆς καὶ τῆς ἀτιμίας βελτίων γενόμενος καὶ σωφρονέστερος, ἄξιος φανῇ τῆς ἐπανόδου πάλιν. Ἐπειδὴ τοίνυν μετὰ ταῦτα βελτίων ἐγένετο, ἐπανάγει πάλιν αὐτὸν, καί φησι· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ὁρᾷς ὅτι οὐ τὸ δοῦναι τὸν παράδεισον, ἀλλὰ καὶ τὸ ἐκβαλεῖν τοῦ παραδείσου, τῆς μεγίστης κηδεμονίας ἦν; εἰ μὴ γὰρ ἐξέπεσε τοῦ 49.250 παραδείσου, οὐκ ἂν ἐφάνη τοῦ παραδείσου πάλιν ἄξιος. δʹ. Τοῦτον τοίνυν διαπαντὸς τηρῶμεν τὸν λόγον, τοῦτον καὶ ἐπὶ τῆς προκειμένης, εἰ βούλεσθε, γυμνάσωμεν ὑποθέσεως. Ἔδωκε φωνὴν κοινὴν ἅπασι· τοῦτο τῆς αὐτοῦ φιλανθρωπίας. Οὐκ ἐχρήσαντο εἰς δέον ἐκεῖνοι τῷ δώρῳ, ἀλλὰ πρὸς ἄνοιαν ἐξέκλιναν ἐσχάτην· ἀφείλετο τὸ δοθὲν πάλιν. Εἰ γὰρ ἐπειδὴ γλῶσσαν εἶχον μίαν, εἰς τοσαύτην ἐξέπεσον ἄνοιαν, ὡς βουληθῆναι πύργον ἕως τοῦ οὐρανοῦ οἰκοδομῆσαι, εἰ μὴ παραχρῆμα ἐκολάσθησαν, ἆρα οὐκ ἂν ἐπεθύμησαν καὶ αὐτῆς τοῦ οὐρανοῦ τῆς κορυφῆς ἐπιλαβέσθαι; Τί γάρ; Εἰ καὶ ἀδύνατον ἦν ἐκείνοις, ἀλλ' ὅμως ἐκ τῆς προθέσεως τὰ τῆς ἀσεβείας αὐτοῖς ἀπηρτίζετο. Ἅπερ ἅπαντα προορῶν ὁ Θεὸς, ἐπειδὴ εἰς δέον οὐκ ἐχρήσαντο τῇ ὁμοφωνίᾳ, εἰς δέον αὐτοὺς διαιρεῖ τῇ διαφωνίᾳ. Καὶ σκόπει μοι τὴν φιλανθρωπίαν αὐτοῦ. Ἰδοὺ, φησὶ, φωνὴ μία πᾶσι, καὶ τοῦτο ἤρξαντο ποιῆσαι. Τίνος ἕνεκεν οὐκ εὐθέως ἦλθεν ἐπὶ τὸ διατεμεῖν τὴν γλῶτταν, ἀλλὰ πρότερον ἀπολογεῖται, καθάπερ ἐν δικαστηρίῳ κρίνεσθαι μέλλων; καίτοι γε οὐδεὶς αὐτῷ ἐρεῖ· Τί ἐποίησας; ἀλλὰ κύριός ἐστι πάντα ποιεῖν ὅσα βούλεται. Ἀλλ' ὅμως καθάπερ μέλλων εὐθύνας ὑπέχειν, οὕτως ἀπολογίας τίθησιν, ἡμᾶς διδάσκων ἡμέρους εἶναι καὶ φιλανθρώπους. Εἰ γὰρ ὁ ∆εσπότης τοῖς δούλοις ἀπολογεῖται, καὶ ταῦτα ἠδικηκόσι, πολλῷ μᾶλλον ἡμᾶς ἀλλήλοις ἀπολογεῖσθαι χρὴ, κἂν τὰ μέγιστα ὦμεν ἠδικημένοι. Ὅρα γοῦν πῶς ἀπολογεῖται· Ἰδοὺ χεῖλος ἓν καὶ φωνὴ μία πᾶσι, φησὶ, καὶ τοῦτο ἤρξαντο ποιῆσαι. Ὡσανεὶ ἔλεγε· Μηδεὶς ἐγκαλείτω μοι ταῦτα τὴν γλῶτταν διατεμνομένην ὁρῶν, μηδεὶς ἐξ ἀρχῆς νομιζέτω τὴν διαφωνίαν ταύτην τοῖς ἀνθρώποις συγκαταβεβλῆσθαι. Ἰδοὺ χεῖλος ἓν καὶ μία φωνὴ πᾶσιν· ἀλλ' οὐκ ἐχρήσαντο εἰς δέον τῇ δωρεᾷ. Καὶ ἵνα μάθῃς ὅτι οὐ τὸ γινόμενον κολάζει τοσοῦτον, ὅσον τὸ μέλλον προδιορθοῦται, ἄκουσον τῆς ἐπαγωγῆς· Καὶ νῦν οὐ μὴ ἐκλείψῃ ἐξ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιῆσαι. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐὰν μὴ δῶσι δίκην νῦν, καὶ ἀπὸ τῆς ῥίζης αὐτῆς τῶν ἁμαρτημάτων ἀναχαιτισθῶσιν, οὐ στήσονται τῆς πονηρίας οὐδαμοῦ· τοῦτο γάρ ἐστιν, Οὐ μὴ ἐκλείψῃ ἐξ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιῆσαι· ὡσανεὶ ἔλεγε· Καὶ ἕτερα προσθήσουσι μείζονα ἀτοπήματα. Τοιοῦτον γὰρ ἡ πονηρία· ὅταν ἀρχὴν λαβοῦσα μὴ κωλυθῇ, καθάπερ πῦρ ὕλης ἐπιλαβόμενον, οὕτω πρὸς ὕψος ἀνίησιν ἄφατον. Ὁρᾷς ὅτι καὶ τὸ ἀφελέσθαι τὴν ὁμοφωνίαν φιλανθρωπίας ἐγένετο πολλῆς; Ἐνέβαλε γὰρ αὐτοὺς εἰς διαφωνίαν, ἵνα μὴ ἐκπέσωσιν εἰς πονηρίαν μείζονα. Τοῦτον δή μοι διατηρεῖτε τὸν λόγον, καὶ πεπηγὼς ἀεὶ παρ' ὑμῖν ἔστω καὶ ἀκίνητος, ὅτι οὐκ εὐεργετῶν μόνον, ἀλλὰ καὶ κολάζων ἀγαθός ἐστι καὶ φιλάνθρωπος ὁ Θεός· καὶ γὰρ αἱ κολάσεις αὐτοῦ καὶ αἱ τιμωρίαι μέγιστον εὐεργεσίας μέρος, μέγιστον προνοίας εἶδός εἰσιν. Ὅταν οὖν ἴδῃς