1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

24

ὅμως ἐκεῖνος ἅπαντα ταῦτα ὑπήνεγκε, καὶ ἐν ἅπασι τοῖς συμβεβηκόσιν αὐτῷ οὐχ ἥμαρτεν, οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ ἐγένετο δόλος. ζʹ. Γενέσθω τοίνυν ἐκείνου τὰ πάθη φάρμακα τῶν ἡμετέρων κακῶν, καὶ τὸ χαλεπὸν τούτου κλυδώνιον τῶν ἡμετέρων παθῶν λιμὴν, καὶ ἐφ' ἑκάστῳ τῶν συμβαινόντων ἡμῖν ἀναλογιζώμεθα τὸν ἅγιον· καὶ ὁρῶντες ἓν σῶμα τὰ τῆς οἰκουμένης ἀντλῆσαν δεινὰ, γενναίως ἡμεῖς ἐπὶ τοῖς κατὰ μέρος διακεισόμεθα· καὶ καθάπερ πρὸς μητέρα τινὰ φιλόστοργον πανταχόθεν τὰς χεῖρας ἐκτείνουσαν, καὶ τὰ παιδία πεφοβημένα δεχομένην καὶ ἀνακτωμένην, οὕτω πρὸς τὴν βίβλον ταύτην ἀεὶ καταφεύγωμεν· κἂν τὰ πάντων οἴκτιστα ἡμῖν ἐπίῃ δεινὰ, ἱκανὴν πάντων λαβόντες τὴν παραμυθίαν, οὕτως ἀπελευσόμεθα. Εἰ δὲ λέγοις ὅτι, Ἐκεῖνος Ἰὼβ ἦν καὶ διὰ τοῦτο ἤνεγκεν, ἐγὼ δὲ οὐκ εἰμὶ κατ' ἐκεῖνον, μείζονά μοι σαυτοῦ λέγεις κατηγορίαν, καὶ τοῦ δικαίου πάλιν ἔπαινον· μᾶλλον γὰρ σὲ εἰκὸς ἐνεγκεῖν, ἢ ἐκεῖνον. Τί 49.275276 δήποτε; Ὅτι ἐκεῖνος μὲν πρὸ τῆς χάριτος καὶ πρὸ τοῦ νόμου, ὅτε οὐ πολλὴ τῆς πολιτείας ἦν ἀκρίβεια, ὅτε οὐ τοσαύτη τοῦ Πνεύματος ἡ χάρις, ὅτε δυσκαταγώνιστος ἡ ἁμαρτία, ὅτε ἡ κατάρα ἐκράτει, ὅτε ὁ θάνατος φοβερὸς ἦν· νυνὶ δὲ εὐκολώτερα τὰ παλαίσματα γέγονε, μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν πάντων τούτων ἀνῃρημένων. Ὥστε οὐδεμία ἡμῖν ἀπολογία, μετὰ τοσοῦτον χρόνον καὶ τοσαύτην ἐπίδοσιν καὶ τοσαύτας δωρεὰς παρὰ τοῦ Θεοῦ δοθείσας ἡμῖν μὴ δυναμένοις εἰς τὸ αὐτὸ ἐκείνῳ φθάσαι μέτρον. Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες, ὅτι μείζονα ἐκείνου ἦν τὰ δεινὰ, καὶ ὅτε χαλεπώτερος ἦν ὁ ἀγὼν, τότε ἀπεδύσατο καὶ ἐπάλαισε, φέρωμεν ἅπαντα τὰ ἐπιόντα γενναίως ἡμῖν, καὶ μετὰ πολλῆς τῆς εὐχαριστίας, ἵνα δυνηθῶμεν τῶν αὐτῶν ἐκείνῳ στεφάνων τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.