1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

11

συνιδεῖν ἀνθρωπίνῃ διανοίᾳ· Ἀνεξερεύνητα γὰρ τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Ἀλλ' ὅμως ἀπὸ τῶν ὀλίγων καὶ περὶ τοῦ παντὸς σαφῆ καὶ δήλην λαβόντες πίστιν, ὑπὲρ ἁπάντων τῶν γιγνομένων εὐχαριστῶμεν αὐτῷ. Καὶ γὰρ καὶ ἕτερός ἐστι λόγος ἀναντίῤῥητος τοῖς βουλομένοις περὶ τῆς τοῦ Θεοῦ προνοίας φιλοσοφεῖν. Ἐρώμεθα γὰρ τοὺς ἀντιλέγοντας, Ἆρα ἔστι Θεός; κἂν μὲν εἴπωσιν, ὅτι οὐκ ἔστι, μηδὲ ἀποκρινώμεθα. Ὥσπερ γὰρ τοῖς μαινομένοις οὐκ ἄξιον ἀποκρίνεσθαι, οὕτως οὐδὲ τοῖς λέγουσι μὴ εἶναι Θεόν, Εἰ γὰρ πλοῖον ὀλίγους ναύτας ἔχον καὶ ἐπιβάτας, οὐκ ἂν οὐδὲ ἓν στάδιον διασωθείη χωρὶς τῆς κυβερνώσης αὐτὸ χειρὸς, πολλῷ μᾶλλον κόσμος τοσοῦτος, τοσαῦτα σώματα ἔχων ἐν ἑαυτῷ ἐκ διαφόρων συγκείμενα στοιχείων, ἐπὶ τοσοῦτον χρόνον οὐκ ἂν διήρκεσεν, εἰ μὴ πρόνοια ἦν τις ἐφεστῶσα, καὶ τόδε τὸ πᾶν συγκρατοῦσα καὶ συνέχουσα διηνεκῶς. Ἂν δὲ αἰσχυνθέντες τὴν κοινὴν ἁπάντων ψῆφον καὶ τὴν ἀπὸ τῶν πραγμά 49.258 των πεῖραν, ὁμολογήσωσιν εἶναι Θεὸν, ἐκεῖνο λέγωμεν πρὸς αὐτοὺς, ὅτι εἰ ἔστιν ὁ Θεὸς, ὥσπερ οὖν καὶ ἔστιν, ἀκόλουθον εἶναι καὶ δίκαιον· εἰ γὰρ μή ἐστι δίκαιος, οὔτε Θεός ἐστιν· εἰ δὲ δίκαιός ἐστιν, ἑκάστῳ τὰ κατ' ἀξίαν ἀποδίδωσιν. Ἀλλ' ὁρῶμεν οὐ πάντας ἐνταῦθα κατ' ἀξίαν ἀπολαμβάνοντας· οὐκοῦν ἀνάγκη τινὰ ἐλπίσαι ἑτέραν ἀποκειμένην ἀμοιβὴν, ἷνα ἑκάστου τὰ κατ' ἀξίαν ἀπολαβόντος, φανῇ τοῦ Θεοῦ τὸ δίκαιον. Οὗτος γὰρ ὁ λόγος, οὐ τὴν περὶ προνοίας μόνον, ἀλλὰ καὶ τὴν περὶ ἀναστάσεως συνεισάγει φιλοσοφίαν ἡμῖν. Ταῦτα τοίνυν εἰδότες, καὶ αὐτοὶ μελετῶμεν τὰ περὶ προνοίας καὶ ἀναστάσεως, καὶ ἑτέρους διδάσκωμεν, καὶ σπουδὴν ποιησώμεθα ἅπασαν τοὺς κατὰ τοῦ ∆εσπότου λυττῶντας ἐπιστομίζειν, καὶ αὐτοὶ δοξάσωμεν αὐτὸν ἐν πᾶσιν. Οὕτω γὰρ πλείω τὴν κηδεμονίαν αὐτοῦ ἐπισπασόμεθα, καὶ πολλῆς ἀπολαύσομεν ῥοπῆς, καὶ οὕτω δυνησόμεθα τῆς ὄντως ἀπαλλαγῆναι κακίας, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πρὸς τοὺς ἐγκαλοῦντας, τίνος ἕνεκεν οὐκ ἐκ μέσου γέγονεν ὁ διάβολος· καὶ ὅτι οὐδὲν ἡμᾶς βλάπτει ἡ τούτου πονηρία ἐὰν προσέχωμεν· καὶ περὶ

μετανοίας.

Ὁμιλία βʹ. αʹ. Ὁ μὲν Ἰσαὰκ ἐπιθυμήσας ποτὲ ἄριστον ἐκ τῶν χειρῶν τοῦ παιδὸς φαγεῖν, τὸν παῖδα εἰς τὴν θήραν ἐξέπεμψεν ἐκ τῆς οἰκίας· οὗτος δὲ ὁ Ἰσαὰκ ἐπιθυμήσας ἄριστον ἐκ τῶν ἡμετέρων χειρῶν λαβεῖν, οὐχ ἡμᾶς ἐξέπεμψεν ἐκ τῆς οἰκίας, ἀλλ' αὐτὸς πρὸς τὴν ἡμετέραν ἔδραμε τράπεζαν. Τί τούτου φιλοστοργότερον γένοιτ' ἄν; τί δὲ ταπεινότερον; ὃς οὕτω θερμὴν ἐπιδείξασθαι τὴν ἀγάπην κατηξίωσε, καὶ τοσοῦτον καταβῆναι ἠνέσχετο. ∆ιά τοι τοῦτο καὶ ἡμεῖς καὶ τὸν τόνον τῆς φωνῆς καὶ τὴν δύναμιν τῶν ποδῶν καταβαλόντες ἀπὸ τῆς ἑωθινῆς διαλέξεως, ἰδόντες τὴν πατρικὴν ὄψιν, εὐθέως ἐπελαθόμεθα τῆς ἀσθενείας, ἀπεθέμεθα τὸν ὄκνον, ἀνεπτερώθημεν ὑπὸ τῆς ἡδονῆς, εἴδομεν τὴν λαμπρὰν πολιὰν, καὶ φωτὸς ἐνεπλήσθη ἡμῶν ἡ ψυχή. ∆ιὰ τοῦτο καὶ μετὰ προθυμίας τὴν τράπεζαν παρατιθέμεθα, ἵνα φαγὼν εὐλογήσῃ ἡμᾶς. Οὐκ ἔστιν ἐνταῦθα κλοπὴ καὶ δόλος, καθάπερ ἐκεῖ τότε· ἕτερος μὲν ἐπετάγη εἰσενεγκεῖν, ἕτερος δὲ εἰσήνεγκεν· ἀλλ' ἐγὼ καὶ ἐπετάγην εἰσενεγκεῖν, καὶ εἰσήνεγκα. Εὐλόγησον δὴ ἡμᾶς, ὦ πάτερ, εὐλογίαν πνευματικὴν, καὶ ἣν πάντες εὐχόμεθα λαβεῖν ἀεὶ, καὶ τὴν οὐ σοὶ μόνον,