1

 2

 3

 4

 5

 6

 7

 8

5

φησι διὰ τοῦ προφήτου· Οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς. Ταῦτα οὐ μυρίων στεφάνων λαμπρότερα; ὅτι ἡγιάσθημεν; ὅτι ἐδικαιώθημεν; ὅτι διὰ πίστεως; ὅτι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ἐξ οὐρανῶν κατελθόντος ὑπὲρ ἡμῶν; ὅτι τοῦ Πατρὸς τὸν ἀγαπητὸν αὐτοῦ δεδωκότος δι' ἡμᾶς; ὅτι Πνεῦμα ἅγιον ἐδεξάμεθα; ὅτι μετ' εὐκολίας ἁπάσης; ὅτι χάριτος ἀφάτου καὶ δωρεᾶς ἀπελαύσαμεν; Ταῦτα τοίνυν εἰπὼν, καὶ διὰ μικρῶν 51.161 ῥημάτων ἅπαντα δηλώσας, πάλιν εἰς τὴν ἐλπίδα τὸν λόγον κατέλυσεν. Εἰπὼν γὰρ, ∆ικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾗ ἑστήκαμεν, ἐπήγαγε· Καὶ καυχώμεθα ἐπὶ τῇ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. Ἐπεὶ οὖν εἶπε τὰ μὲν γεγενημένα, τὰ δὲ μέλλοντα· τὸ μὲν γὰρ δικαιωθῆναι, καὶ τὸ τὸν Υἱὸν ὑπὲρ ἡμῶν σφαγῆναι, καὶ τὸ δι' αὐτοῦ τῷ Πατρὶ προσαχθῆναι, καὶ τὸ χάριτος ἀπολαῦσαι, καὶ δωρεᾶς, καὶ τὸ ἁμαρτημάτων ἀπαλλαγῆναι, καὶ τὸ εἰρήνην ἔχειν πρὸς τὸν Θεὸν, καὶ τὸ ἁγίου Πνεύματος μετασχεῖν, ταῦτα γεγενημένων ἐστί· τὰ δὲ μέλλοντα ἦν, ἡ δόξα ἐκείνη ἡ ἀπόῤῥητος· ὃ καὶ αὐτὸ ἐπήγαγε, λέγων· Ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπὶ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ· ἡ δὲ ἐλπὶς, ὥσπερ ἔφθην εἰπὼν, οὐ σφόδρα ἱκανὴ τὸν μικρόψυχον ὀρθῶσαι καὶ ἀναστῆσαι ἀκροατήν· ὅρα τί ποιεῖ πάλιν, καὶ θέασαι τὴν εὐτονίαν Παύλου, καὶ τὴν φιλόσοφον γνώμην. Ἀπὸ γὰρ αὐτῶν τῶν δοκούντων λυπεῖν καὶ θορυβεῖν καὶ ταράττειν τὸν ἀκροατὴν, ἀπ' αὐτῶν τούτων ἀναπλέκει τῆς παρακλήσεως καὶ τοῦ καυχήματος τοὺς στεφάνους. Ἐπειδὴ γὰρ ταῦτα πάντα κατέλεξε, λοιπὸν ἐπάγει λέγων· Οὐ μόνον ταῦτα λέγω, ἅπερ εἶπον, φησὶν, οἷον τὸ, ὅτι ἡγιάσθημεν, ὅτι ἐδικαιώθημεν, ὅτι διὰ τοῦ Μονογενοῦς, ὅτι χάριτος ἀπηλαύσαμεν, ὅτι εἰρήνης, ὅτι δωρεᾶς, ὅτι ἁμαρτημάτων ἀφέσεως, ὅτι Πνεύματος ἁγίου κοινωνίας, ὅτι μετ' εὐκολίας ἁπάσης, ὅτι καὶ χωρὶς μόχθων, καὶ χωρὶς ἱδρώτων, ὅτι πίστει μόνῃ, ὅτι τὸν Υἱὸν ἔπεμψε τὸν μονογενῆ, ὅτι τὸ μὲν ἔδωκε, τὸ δὲ ἐπηγγείλατο, δόξαν ἄῤῥητον, ἀφθαρσίαν, σωμάτων ἀνάστασιν, λῆξιν ἀγγελικὴν, τὴν μετὰ Χριστοῦ διαγωγὴν, τὴν ἐν οὐρανοῖς διατριβήν· ταῦτα γὰρ ἅπαντα παρέστησεν ἐν τῷ εἰπεῖν, Καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. Οὐ τοίνυν ταῦτα λέγει μόνον τὰ γενόμενα καὶ τὰ ἐσόμενα, ἀλλὰ καὶ αὐτὰ τὰ δοκοῦντα εἶναι ἐν ἀνθρώποις λυπηρὰ, τὰ δικαστήρια λέγω, τὰς ἀπαγωγὰς, τοὺς θανάτους, τὰς ἀπειλὰς, τοὺς λιμοὺς, τὰς βασάνους, τὰ τήγανα, τὰς καμίνους, τὴν λεηλασίαν, τοὺς πολέμους, τὰς πολιορκίας. τὰς μάχας, τὰς στάσεις, τὰς φιλονεικίας, καὶ ταῦτα τίθησιν ἐν τάξει δωρεᾶς καὶ κατορθωμάτων. Οὐ γὰρ ἐπ' ἐκείνοις μόνοις τοῖς εἰρημένοις χαίρειν δεῖ καὶ γεγηθέναι, ἀλλὰ καὶ ἐν τούτοις καυχᾶσθαι χρὴ, ὡς ὅταν λέγῃ· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. Εἶδες ψυχὴν εὔτονον, καὶ γνώμην ὑψηλὴν, καὶ φρόνημα ἀπερίτρεπτον, οὐκ ἐπὶ τοῖς στεφάνοις καλλωπιζόμενον μόνον, ἀλλὰ καὶ ἐπὶ τοῖς ἀγωνίσμασιν ἐνηδυνόμενον; οὐκ ἐπὶ ταῖς ἀμοιβαῖς χαίροντα, ἀλλὰ καὶ ἐπὶ τοῖς παλαίσμασιν ἐναβρυνόμενον; οὐκ ἐπὶ ταῖς ἀντιδόσεσιν εὐφραινόμενον, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ παγκρατίῳ καυχώμενον; Μὴ γάρ μοι λέγε τὴν βασιλείαν τῶν οὐρανῶν, μηδὲ τοὺς στεφάνους ἐκείνους τοὺς ἀκηράτους, μηδὲ τὰ βραβεῖα, ἀλλ' αὐτὰ τὰ παρόντα, τὰ θλίψιν ἔχοντα καὶ μόχθον καὶ ταλαιπωρίαν πολλήν· ταῦτα εἰς μέσον ἄγε, καὶ δυνήσομαι δεῖξαι, ὅτι ἐπὶ τούτοις καυχᾶσθαι δεῖ μᾶλλον μειζόνως. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν ἀγώνων τὰ μὲν πα51.162 λαίσματα τὸν πόνον ἔχει, ὁ δὲ στέφανος τὴν ἡδονήν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πρὸ τῶν στεφάνων αὐτὰ τὰ παλαίσματα πολὺ φέρει τὸ καύχημα. Καὶ ἵνα μάθητε ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἀναλογίσασθε ἕκαστον τῶν ἁγίων τῶν