1

 2

 3

 4

 5

 6

 7

 8

7

ταλαιπωροῦντες, ἀλλ' ὡς ἐπὶ μείζονι προκόπτοντες τιμῇ καὶ δόξῃ, καυχώμεθα μᾶλλον ἐπὶ τοῖς συμβαίνουσι θλιβεροῖς. Εἶτα, ἐπειδὴ δόξαν ἔφησεν εἶναι μεγίστην καὶ καύχημα ἀπὸ τῶν θλίψεων καὶ καλλωπισμόν· ἡ δὲ δόξα εὔδηλον ὅτι καὶ ἡδονὴν ἔχει· ὅπου γὰρ ἡδονὴ, πάντως ὅτι καὶ δόξα, ὅπου δὲ δόξα τοιαύτη, πάντως καὶ ἡδονή· ἐπειδὴ τοίνυν ἔδειξε λαμπρὸν καὶ περιφανὲς τὸ θλίβεσθαι καὶ ποιοῦν καλλωπίζεσθαι, λέγει ἕτερον αὐτοῦ κατόρθωμα μέγιστον, καὶ καρπὸν μέγιστόν τινα καὶ παράδοξον. Τίς δὲ οὗτός ἐστιν, ἴδωμεν. Εἰδότες οὖν, φησὶν, ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Τί ἐστίν· Εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται; Τοῦτο μέγιστον ἔχει τὸν καρπὸν, ἰσχυρότερον ποιεῖ τὸν θλιβόμενον τοῦτο. Καθάπερ γὰρ τῶν δένδρων τὰ μὲν σκιατροφούμενα καὶ ἐν ἀπηνέμοις ἑστηκότα χωρίοις, εὐθαλοῦντα τῇ ἰδέᾳ, μαλακώτερα γίνεται καὶ χαῦνα, πάσῃ ἀνέμων προσβολῇ ταχέως βλαπτόμενα· τὰ δὲ ἐν κορυφαῖς ὀρέων ὑψηλοτέροις ἑστῶτα, καὶ πολλοῖς καὶ μεγάλοις ῥιπιζόμενα τοῖς ἀνέμοις, καὶ ἀνωμαλίαν ἀέρων συνεχῆ φέροντα, καὶ χαλεπωτάτῃ ζάλῃ κλονούμενα, καὶ χιόνι πολλῇ βαλλόμενα, σιδήρου παντὸς ἰσχυρότερα μᾶλλον καθέστηκε· καὶ σώματα δὲ ὁμοίως τὰ πολλαῖς καὶ ποικίλαις ἡδοναῖς συστρεφόμενα, καὶ μαλακοῖς ἱματίοις κοσμούμενα, καὶ συνεχέσι λουτροῖς καὶ μύροις κεχρημένα, καὶ πολυειδέσι τροφαῖς ὑπὲρ 51.164 τὴν χρείαν τρυφῶντα, παντάπασιν ἄχρηστα πρὸς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἱδρῶτας καὶ πόνους καθίστανται, κολάσεως ὄντα μεγίστης ὑπεύθυνα· οὕτω δὴ καὶ ψυχαὶ, αἱ μὲν τὸν ἀταλαίπωρον βίον μετιοῦσαι, καὶ ἀνέσεως γέμουσαι, καὶ τὸ ἡδέως διακεῖσθαι πρὸς τὰ παρόντα, καὶ τὸν ἀνάλγητον τοῦ διὰ τὴν βασιλείαν θλίβεσθαι κατὰ τοὺς ἁγίους ἅπαντας προτιμῶσαι βίον, κηροῦ παντὸς μαλακώτεραι μᾶλλον καὶ ἀσθενέστεραι καθιστάμεναι, αἰωνίου πυρὸς κατάβρωμα πρόκεινται· αἱ δὲ κινδύνοις καὶ πόνοις καὶ ταλαιπωρίαις τῆς διὰ τὸν Θεὸν θλίψεως ἐπιδεδομέναι, καὶ ἐν αὐταῖς συστρεφόμεναι, αὐτοῦ τοῦ σιδήρου ἢ τοῦ ἀδάμαντος στεῤῥότεραι καὶ γενναιότεραι μᾶλλόν εἰσιν ἐκ τοῦ συνεχῶς πάσχειν κακῶς, τοῖς ἐπιοῦσιν ἀχείρωτοι καθιστάμεναι, καὶ ἕξιν τινὰ προσλαβοῦσαι ὑπομονῆς καὶ ἀνδρείας ἀκαταμάχητον. Καὶ καθάπερ οἱ μὲν πρῶτον νηὸς ἐπιβάντες ναυτιῶσί τε καὶ ἰλιγγιῶσι, ταραττόμενοι καὶ θορυβούμενοι ἀηδίᾳ καὶ σκοτοδινίᾳ κατεχόμενοι· οἱ δὲ πολλὰ καὶ μακρὰ διαβάντες πελάγη, καὶ μυρίων κυμάτων κατατολμήσαντες, καὶ ναυαγίων συνεχῶν ἀνασχόμενοι, μετὰ τοῦ θαῤῥεῖν ἅπτονται τῆς τοιαύτης ἀποδημίας· οὕτω δὴ καὶ ἡ ψυχὴ πολλοὺς ὑπομείνασα πειρασμοὺς, καὶ μεγάλας θλίψεις ἀνασχομένη, ἐν μελέτῃ λοιπὸν πόνων καὶ ἕξει καρτερίας καθίσταται, οὐχ ὑπάρχουσα ψοφοδεὴς, οὐδὲ εὐπτόητος, οὐδὲ ταραττομένη τοῖς προσπίπτουσι λυπηροῖς, ἀλλ' ἀπὸ τῆς συνεχοῦς γυμνασίας τῶν συμβαινόντων, καὶ τῆς πυκνῆς μελέτης τῶν γινομένων, μετὰ πολλῆς τῆς εὐκολίας ἅπαντα φέρουσα τὰ ἐπιόντα δεινά. Τοῦτο τοίνυν ὁ σοφὸς ἀρχιτέκτων τῆς οὐρανίου πολιτείας δηλῶν, ἔλεγεν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν· ὅτι πρὸ τῆς βασιλείας καὶ τῶν οὐρανίων στεφάνων μέγιστον ἐντεῦθεν καρπούμεθα τὸν μισθὸν, ἀπὸ τοῦ συνεχῶς θλίβεσθαι καρτερικωτέρας τῆς ψυχῆς ἡμῶν γινομένης, καὶ τῶν λογισμῶν ἰσχυροτέρων κατασκευαζομένων. Ταῦτ' οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, φέρωμεν γενναίως τὰ προσπίπτοντα λυπηρὰ, διά τε τὸ τῷ Θεῷ δοκοῦν, καὶ ἐπὶ τῷ ἡμετέρῳ συμφέροντι, καὶ μὴ ἀλύωμεν, μήτε ἀναπίπτωμεν τῇ τῶν πειρασμῶν ἐπαγωγῇ, ἀλλὰ καὶ μετὰ ἀνδρείας ἁπάσης ἱστάμενοι, εὐχαριστῶμεν τῷ Θεῷ διηνεκῶς ὑπὲρ πασῶν τῶν εἰς ἡμᾶς τελουμένων εὐεργεσιῶν, ἵνα καὶ τῶν παρόντων ἀπολαύσωμεν ἀγαθῶν, καὶ τῶν μελλουσῶν ἐπιτύχωμεν δωρεῶν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα καὶ τὸ κράτος, ἅμα τῷ ἁγίῳ καὶ